Ἔλεον θεοῦ καὶ φιλανθρωπίαν κηρύττει μὲν ἡ κτίσις ἅπασα, κηρύττει δὲ καὶ ἡ τῆς κτίσεως οἰκονομία. Οὐδὲν γάρ ἐστι τῶν φαινομένων ὃ μὴ τὴν τοῦ θεοῦ κηρύττει ἀγαθότητα· ἀλλὰ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα ἐλέῳ θεοῦ γέγονε καὶ συνίσταται καὶ φυλάττεται. Εἰκότως τοίνυν ὁ μακάριος Δαυὶδ κηρύττει ἀπὸ τῆς φιλανθρωπίας τὸν ἐλεήμονα λέγων· Ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμῶν ἐλεεῖ. Ἔμιξε τῇ φιλανθρωπίᾳ τὴν δικαιοσύνην καὶ δίκαιον καλεῖ καὶ φιλάνθρωπον, ἵν’ ὅταν δίκαιον ἀκούσῃς, φοβηθῇς τὴν κρίσιν, ὅταν δὲ φιλάνθρωπον, προσδράμῃς τῇ μετανοίᾳ. Καὶ οὐ κηρύττει τὴν φιλανθρωπίαν ἀπόλυτον οὔτε τὴν δικαιοσύνην γυμνήν. Ἐὰν γὰρ μόνην τὴν δικαιοσύνην κηρύξῃ, ἀπαγορεύει τοὺς τῷ ἐλέει ἐλπίζοντας, καὶ ἐὰν μόνην τὴν φιλανθρωπίαν εἴπῃ, εἰς καταφρόνησιν ἄγει τοὺς ἀμελεστέρους. Ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος κύριος ὁ θεός. Συνῆψε μὲν δικαιοσύνῃ φιλανθρωπίαν, ἀρχὴν δὲ καὶ ἐπισφράγισμα τοῦ ῥήματος ἐλεημοσύνην ἔθηκεν. Τὰ γὰρ πάντα ἀπὸ φιλανθρωπίας καὶ ἤρξατο καὶ ἔληξεν εἰς φιλανθρωπίαν· οὐρανὸς διὰ φιλανθρωπίαν ἐγένετο, οὐ διὰ χρῆσιν θεοῦ· ἀφ’ οὗ γὰρ ὁ οὐρανὸς ἐδημιουργήθη, οὐδέπω ἑξακισχίλια ἔτη. Πρὸ δὲ τῶν οὐρανῶν καὶ πρὸ τῶν αἰώνων ἐκείνων τῶν ἀπείρων καὶ ἀρχὴν οὐκ ἐχόντων ὁ θεός ἐστι καὶ ἦν· καὶ πρὸ πάσης ἐπινοίας τὸ ἦν λέλεκται. Οὐκ ἐγένετο οὖν ὁ οὐρανὸς διὰ χρῆσιν θεοῦ, ἀλλὰ διὰ φιλανθρωπίαν. Διὰ τοῦτο οἱ οὐρανοὶ διηγοῦνται οὐ χρῆσιν θεοῦ, ἀλλὰ δόξαν θεοῦ Λέγεται μὲν γὰρ ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω · ἀλλὰ λέλεκται οὐχ ὡς χρείαν αὐτοῦ ἔχοντος τοῦ θεοῦ, ἀλλ’ ὡς ἐπαναπαυομένου τοῖς ἐν τῷ οὐρανῷ ἀγγέλοις. Οὐρανὸν γὰρ πολλάκις καλεῖ ἡ γραφὴ τοὺς ἐν οὐρανῷ ἀγγέλους, ὥσπερ καὶ γῆν τοὺς ἀπὸ γῆς ἀνθρώπους. Καθὼς ἡ ἱστορία αἰνιττομένη τὸν καιρὸν τοῦ ἀρίστου φησίν· Πᾶσα δὲ ἡ γῆ ἠρίστα , ἀντὶ τοῦ Καιρὸς ἦν ἀρίστου. Καλεῖ οὖν γῆν τοὺς ἀπὸ γῆς ἀνθρώπους καὶ οὐρανὸν τοὺς ἐν οὐρανῷ ἀγγέλους. Καὶ τοῦτο δηλοῖ τό· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. Οὗτοι οἱ ἐν οὐρανῷ διὰ τί εὐφραινέσθωσαν οἱ ἄγγελοι; Ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ. Καὶ τίς ἐγγυᾶται τὴν φωνὴν ταύτην; Αὐτὸς ὁ βασιλεὺς τῶν ἀγγέλων λέγων· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον πάντων ἀγγέλων τῶν ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.