Ταῦτα δι’ ἐκείνης ἐδίδαξεν τῆς παραβολῆς· ταῦτα καὶ διὰ τῆς παρούσης ὑποτίθεται· Καὶ ἡμῖν λέγω· αἰτεῖτε καὶ λήψεσθε· κρούετε καὶ ἀνοιγήσεται. Κατὰ τὴν εἰκόνα τοῦ κρούσαντος καὶ λέγοντος· Φίλε , ἄνοιξον, ζητεῖτε καὶ αἰτεῖτε, καὶ εὑρήσετε. Ἀλλ’ ὅταν αἰτῇς παρὰ θεοῦ, νόησον τίνα ἐστὶν ἃ αἰτεῖς καὶ παρὰ τίνος αἰτεῖς. Πολλοὶ γάρ, ἀδελφοί, διαφόρους περὶ θεοῦ δόξας λαμβάνουσιν ἐν ταῖς προσευχαῖς καὶ βούλονται τὸν θεόν, ὅτε μὲν αὐτοὶ προσεύχονται ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, ἀγαθὸν εἶναι καὶ φιλάνθρωπον· ὅταν δὲ καλῶσιν αὐτὸν εἰς ἐκδίκησιν τῶν ἀδικούντων, αὐστηρὸν εἶναί τινα καὶ δίκαιον καὶ πολλῆς γέμοντα δικαιοκρισίας. Οἷον ὅταν τις ὑπὲρ ἑαυτοῦ καταστὰς εὔχηται, κέχρηται φωναῖς ταῖς πειθούσαις ὁμοῦ καὶ δυσωπούσαις τὸν θεόν· Δέομαι , λέγων, Κύριε, ἐλέησόν με τὸν ἀνάξιον· δέομαι, κύριε, ἀγαθὸς εἶ, φιλάνθρωπος εἶ, παρορᾷς ἁμαρτήματα, ὑπερβαίνεις ἀδικήματα. Ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, τίς ὑποστήσεταί σοι; Ποίησον μετ’ ἐμοῦ κατὰ τὸ ἔλεός σου. Ταῦτα μὲν ἅπαντες λέγουσιν ὅταν ὑπὲρ ἑαυτῶν εὔχονται· ὅταν δέ τις ἔλθῃ κατ’ ἐχθροῦ λυπούμενος, ταύτης ἐπιλανθάνεται τῆς φωνῆς, πρὸς ἑτέραν δὲ ἔννοιαν τρέπει τὴν ἱκεσίαν. Καί τί φησιν ἐνταῦθα; Κύριε, κριτὴς εἶ δίκαιος, οὐκ ἀρέσκει σοι τὰ φαῦλα· ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου· κριτὴς εἶ ἀληθείας· μὴ μακροθυμήσῃς τοῖς ἐχθροῖς μου, ἀλλ’ ὡς κριτὴς ἀληθείας δίκασον τὴν ἀλήθειαν. – Ὅτε σοὶ δικάζω, βούλει με εἶναι ἀγαθὸν; ὅτε τοῖς σοῖς ἐχθροῖς δικάζω, βούλει με εἶναι δίκαιον; Ἐπελάθου σου τῶν προτέρων εὐχῶν; Οὐκ ἀγαθὸν ἐκάλεις; οὐχ ὡς φιλάνθρωπον ἐδυσώπεις; οὐχ ὡς μακρόθυμον παρεκάλεις; Τί οὖν; πρὸς τὰς ὑμετέρας γνώμας ἐμαυτὸν μερίσω; καὶ πρὸς τὰ ὑμῖν ἀρέσκοντα πωλήσω τὸ δίκαιον; Ἀλλ’ οὐχ οἷόν τε ἐστὶ σοὶ μὲν ὑπάρξαι τὰ παρὰ τῆς ἀγαθότητος ἀγαθά, τοῖς δὲ σοῖς ἐχθροῖς τὰ τῆς δικαιοκρισίας ἔννομα. Ὁ γὰρ ἀγαθός, πρὸς πάντας ἀγαθός, καὶ ὁ δίκαιος, πρὸς πάντας φυλάσσει τὸ δίκαιον. Ὅρα οὖν μὴ κατὰ τῶν ἐχθρῶν εὐχόμενος κατὰ σαυτοῦ κινήσῃς τὸν δίκαιον· ὁ γὰρ δίκαιος ἐξετάζει καὶ τὰ σὰ μετὰ τῶν ἄλλων, ὥστε ἐὰν μὲν ὡς δίκαιον κατὰ τῶν ἐχθρῶν καλῇς, ἀνάγκῃ καὶ κατὰ σαυτοῦ τὸν κριτὴν παροξύνεις· ἐὰν δὲ ὡς ἀγαθὸν περὶ σαυτοῦ παρακαλέσῃς, ἀγαθὸς ἔσται πρὸς πάντας κἂν μὴ θέλῃς. Δεῖ οὖν εὐχόμενον τοιαῦτα αἰτεῖν τὰ τῷ θεῷ ἀρέσκοντα, δεῖ εὐχόμενον τοιαῦτα παρακαλεῖν, οἷα εἶτα τὸν θεὸν ἀναπαύοντα. Εἰ γὰρ ὁ σωτὴρ εἰπών· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον ἐπήγαγε· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ , σύ, ἄνθρωπος εὐτελής, τῇ ἑαυτοῦ γνώμῃ δικάζεις, καὶ οὐ τῇ θείᾳ γνώμῃ παραχωρεῖς; Ἀλλὰ γὰρ εἰς αὐτὴν λοιπὸν ἄγω τὴν ὑπόθεσιν τὸν λόγον, ἐπειδήπερ οἶδα τοῦτο παρ’ ὑμῶν ἀπαιτούμενος. Ὁρῶ μὲν οὖν στενοχωρουμένους ὑμᾶς ἅπαντας καὶ τῷ πόνῳ συνεχομένους, ἀλλὰ παραμυθεῖται καὶ παρορμᾷ πρὸς τὴν ἀκρόασιν ἅπαντας καλῶς λέγων ὁ Ἡσαΐας · Μάθετε ἀκούειν στενοχωρούμενοι. Καλῶς εἶπεν μὲν ἐκεῖνος, καλῶς δὲ ὑπηκούσατε πάντες ὑμεῖς, σώματι μὲν στενοχωρούμενοι, πνεύματι δὲ ἀνιέμενοι. Ἡ γὰρ παροῦσα θλῖψις πολλῶν ἀπαλλάττει θλίψεων. Οἱ διὰ θεὸν ἱδρῶτες, πᾶσαν ἁμαρτημάτων λύουσι νόσον. Κρίσις ἱδρῶτος, ἐκ φύσεως τικτομένη, λύει νόσον σώματος· ἱδρῶτες δὲ διὰ θεὸν καὶ τὸν τοῦ θεοῦ λόγον, ὡς ἀπὸ πηγῆς τοῦ πόθου προϊόντες, οὐ λύουσιν ἄρδην τῶν ἁμαρτημάτων τὴν νόσον; Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Οἶδα παρ’ ὑμῖν ἀπαιτούμενος τὸν παραλειφθέντα λόγον. Καὶ πολλοὶ μὲν ὡς φίλοι καὶ ποθοῦσι καὶ ζητοῦσι, πολλοὶ δὲ καὶ ἁπλῶς ῥήσεις θηρῶσι καὶ διαβάλλειν ἐπιχειροῦσιν. Οὐ γὰρ διέλαθε πάντας ὡς πολλοὶ τῶν διαβαλλόντων διεθρύλλησαν ὡς ἆρα ἡμεῖς ἀνεξέταστον δι’ ἀτονίαν καταλελοίπαμεν τὸν λόγον. Ἐγὼ δὲ τῶν τοιούτων θαυμάζω οὐ τὴν κατηγορίαν ἀλλὰ τὴν ἀκαιρίαν. Ἐγκαλεῖς ὡς δανείσας καὶ τὸ δάνειον οὐκ ἀπειληφώς. Μὴ γὰρ ἀπαιτούμενος τὸν λόγον ἔφυγον τὴν λύσιν; μὴ γὰρ ἑτέρου προβαλόντος μοι ζήτησιν ἀπεσεισάμην τὸ ζήτημα; Αὐτὸς ἐπηγγειλάμην, αὐτὸς ἐπελαθόμην. Καί διὰ τί , φησίν, ἐπελάθου; – Οὐκοῦν ἐγκάλει τῷ πάθει τῆς φύσεως, καὶ μὴ μέμφου τὸν λόγον τῆς ἐξηγήσεως . Μάλιστα μέν, εἰ καὶ ὑπερέβαινεν ἡμᾶς ἡ ἐξήγησις, οὐ πάντως τῇ ἀσθενείᾳ τοῦ λόγου συνδιεφθείρετο καὶ ἡ δύναμις τοῦ ζητουμένου Οὐ γὰρ παρὰ τὴν ἐμὴν ἀτονίαν προδίδοται τῆς ἀληθείας τὰ δίκαια. Ἐπὶ δὲ τοῦ προκειμένου ἡ αἰτία τῆς ὑπερθέσεως δήλη. Τῷ γὰρ πλήθει τῶν εἰρημένων, δίκην κυμάτων, ὧδε κἀκεῖσε περισπῶσά μου τὴν διάνοιαν, ἀπέστησε τῆς προτεθείσης ζητήσεως. Ὃ τοίνυν παρέλιπον ἄκων, τοῦτο νῦν ἑκὼν ἀποδίδωμι. Τὸ ὄφλημα καὶ ἀποδιδούς, πάλιν δέδοικα. Καινὴν γάρ τινα καὶ ξένην ἐν ὑμῖν εὑρίσκω, μέθην οὐ λήθην γεννῶσαν, ἀλλὰ μνήμην ἐγείρουσαν, καίτοι μέθης ἔργον ἴσμεν ἅπαντες τὴν μνήμην ἀφανίζειν καὶ λήθην ἀντεισάγειν. Ὑμεῖς δέ, ἀδελφοί, ὅσον μεθύσκεσθε τῷ θείῳ λόγῳ, τοσοῦτον τὴν λήθην ἐξορίζετε καὶ μνήμην ἔνθεον ἐπιδείκνυσθε. Καὶ τὸ θαυμαστόν, ὅτι οἱ μὲν οἰνοχοοῦντες ὑμῖν μεθύσκονται τῇ ὑπερβολῇ τῆς διανοίας βαρούμενοι, ὑμεῖς δὲ τοσούτους τοῦ θείου λόγου κρατῆρας ἐκπιόντες, καὶ μετὰ μέθην διψᾶτε, καὶ ἀπαιτεῖτε τὸ παραλελειμμένον μετὰ πολλῆς τῆς ἀκριβείας. Καί ἐστιν ὡς ἀληθῶς ἰδεῖν πνευματικῶν μεθυστῶν ῥήματα· Τὸ ποτήριον παρέλιπεν , τὸ ποτήριον οὐχ ἡρμήνευσεν , τὸν τοῦ ποτηρίου λόγον οὐκ ἀπέδωκεν . Φιλῶ σε ποθοῦντα τὸ ποτήριον Χριστοῦ . Φιλῶ σε ζητοῦντα τὸ παραλελειμμένον. Φιλῶ σε διὰ τὴν καλλίστην μέθην, μηδὲ ἓν ποτήριον παραχωρεῖν ἐθέλοντα, καὶ μάλα γε εἰκότως. Ἐπὶ μὲν γὰρ τῆς σωματικῆς εὐωχίας, ὁ παραλείπων τὸ ποτήριον διὰ φιλοσοφίαν θαυμαστός· ἐπὶ δὲ τῆς θείας καὶ οὐρανίου τραπέζης, ὁ μηδὲν παραλιμπάνων τῶν εἰς τὴν σωτήριον μέθην φερόντων, ἀλλ’ ὁμοῦ καὶ τρεφόμενος καὶ πεινῶν, καὶ μεθυσκόμενος καὶ διψῶν, οὗτος ἀληθῶς τῆς τοῦ ποτηρίου σωτηρίας ἐμπίπλαται. Μακαρίζω τοίνυν ἐν ἐμοὶ καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας. Τοὺς μὲν ἀκούοντας, ἐπειδὰν διψῶντες ἀκούσωσι. Μακάριοι γάρ , φησίν ὁ σωτήρ, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τοὺς δὲ λέγοντας, ὅτι δεῖ τὴν θείαν διδασκαλίαν εἰς ζώσας ἀκοὰς ἐνηχεῖν. Μακάριος γὰρ ὁ λέγων εἰς ὦτα ἀκουόντων. Τέως ἐάσωμεν. Εἰρήσθω τοίνυν τὸ Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον. Γέμει γὰρ τὸ ῥῆμα τοῦτο πολλῶν ζητημάτων, καὶ πολλὴν τοῖς αἱρετικοῖς φέρει τὴν νόσον· οὐ παρὰ τὸ κακῶς εἰρῆσθαι, ἀλλὰ παρὰ τὸ κακῶς νοεῖσθαι. Τὸ γὰρ εἰ δυνατὸν οἱ μὲν ἀπαράβατόν τι νομίζουσι τῆς λεγομένης εἱμαρμένης καὶ τῆς μυθευομένης γενέσεως ἀνάγκην εἰσάγοντες, οἱ δὲ ἑτέρως τοῦ μονογενοῦς τὴν ἀξίαν ὑβρίζοντες δουλοπρεπῆ τινα κατασκευάζουσιν ὑποταγὴν ἐντεῦθεν τοῦ υἱοῦ πρὸς τὸν πατέρα· ὑποκείμενος γάρ, φησί, τῇ τοῦ πατρὸς ἐξουσίᾳ ταύτῃ κέχρηται τῇ ἱκεσίᾳ. Τίς οὖν ἡμῖν ἁρμόσει λόγος πρὸς τὸ ζητούμενον; Τίς δὲ ἡμῖν τοῦτο τὸ πολυθρύλητον τῶν αἱρετικῶν διαλύσει ζήτημα; Οὐκ ἔστιν ἄλλοθεν, εἰ μὴ ἐξ αὐτῆς αὐτὴν γνωρίσαι τὴν ἀλήθειαν. Φέρε οὖν ἐπ’ αὐτὴν τὴν τοῦ σωτῆρος θεοῦ ἀναδράμωμεν κορυφήν, ἐπ’ αὐτὴν τὴν οἰκονομίαν, ὃς πάντα ποιεῖ καὶ πάντα φθέγγεται οὐ μόνον πρὸς τὴν αὐτῷ πρέπουσαν ἀξίαν, ἀλλὰ καὶ πρὸς τὴν ἡμῖν ἁρμόζουσαν οἰκονομίαν. Καί ἵνα συντέμω – Καλὸν γάρ μοι τὸ συντεμεῖν καὶ τὰ πολλὰ δι’ ὀλίγων ἀναλαμβάνειν. – ὁ σωτὴρ προῄδει μὲν τὸ πάθος ἀναγκαῖον καὶ ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας σταυρὸς πήγνυται καὶ θάνατος ἐλέγχεται καὶ ἀνάστασις οἰκονομεῖται· καὶ οὕτως ᾔδει ὡς καὶ τοῖς μαθηταῖς προλέγειν· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ ἐμπαίξουσιν αὐτῷ καὶ σταυρώσουσιν αὐτὸν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Αὕτη φωνὴ θεοῦ προειδότος τὰ μέλλοντα, θεοῦ προλαβόντος τῇ γνώσει τὴν πεῖραν, θεοῦ οἰκονομοῦντος τὰ ἀνθρώπινα. Ἀντιφθέγγεται αὐτῷ ταῦτα λέγοντι ὁ Πέτρος φειδοῖ τῇ περὶ τὴν σάρκα καί φησιν· Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί οὖν ὁ σωτήρ; Ἀγανακτεῖ πρὸς τὴν ἄκαιρον διάθεσιν καὶ μέμφεται τὴν ἄκαιρον φειδὼ καί φησι πρὸς αὐτόν· Ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἐνταῦθα καλῶς ἅπαντα τὸν λόγον ἐξέτασον καὶ σκόπησον, ὡς ἐὰν ψιλῇ τῇ λέξει δουλεύσῃς, πολλὴν καταφέρεις τοῦ σωτῆρος οὐκ ἀσθένειαν μόνον, ἀλλὰ καὶ λογισμῶν ἀνωμαλίαν. Ἐγκαλεῖς, ὦ κύριε, Πέτρῳ ἀπευχομένῳ σοι τὸν σταυρὸν καὶ τὰ αὐτὰ παρακαλεῖς, οἷς ἐγκαλεῖς; Οὐ θεῷ μόνον ἀνάρμωστον, ἀλλ’ οὐδὲ ἀνθρώπῳ καθεστηκότι πρέπον. Τίς ἐπαινεῖ στρατηγὸν πρὸ μὲν τοῦ πολέμου μετὰ πολλοῦ παραστήματος καὶ πολλοῦ θράσους ἐπαπειλοῦντα τοῖς ἐναντίοις, ἐν αὐτῇ δὲ τῇ ἀκμῇ τοῦ πολέμου φεύγοντα καὶ δειλίαν καὶ ἀνανδρίαν ἐλέγχοντα; Πρὶν ἔλθοι ὁ Χριστὸς ἐπὶ τὸ πάθος, ἔλεγε τῷ ἀπευχομένῳ τὸ πάθος· Ὕπαγε ὀπίσω μου, σατανᾶ· οὐ γὰρ φρονεῖς τὰ τοῦ θεοῦ. Τοῦτο αὐτὸς οἰκειοῦται προσευχόμενος; Ὢ τῆς ἀνοίας, μᾶλλον δὲ τῆς ἀπονοίας τῶν ψιλῇ τῇ λέξει δουλευόντων καὶ πάντα ῥᾳδίως τολμώντων καὶ τὰ θεῖα παρερμηνεύειν ἐπιχειρούντων καὶ οὐδὲ ἐκεῖνο σκοπεῖν ἐθελόντων, ὅτι ἀπὸ τῆς ψιλῆς τῶν λέξεων ἐκδοχῆς οὐ τοῦ πατρὸς μόνον αὐτὸν ὑποδεέστερον δεικνύναι σπουδάζουσιν, ἀλλὰ καὶ σοφῶν πολλῶν καὶ δικαίων ἐλάττω καὶ μηδὲ τὴν κοινὴν ἔχοντα τῶν ἀνθρώπων κατάστασιν. Τίς γὰρ σοφὸς ἢ δίκαιος ἢ τῶν ἄλλων ἁπλῶς ἀνθρώπων τῶν ἐπ’ ἀρετῇ μαρτυρουμένων ἀρνεῖται τὴν οἰκείαν ἀρετὴν καὶ ὑβρίζει τὴν ἐπηγγελμένην παρ’ αὐτοῦ καὶ προαναπεφωνημένην ἀνδρίαν; Τίς οὕτως εὐχερὴς καὶ παλίμβολος ὡς ἐπαγγέλλεσθαι θρασυνόμενος, ἕτερα δὲ φρονεῖν ὑπὸ τῆς πείρας ἐλεγχόμενος; Ὁ θάνατον ἀπειλῶν καὶ τὴν θανάτου κατάλυσιν, ὁ τὴν ἀνάστασιν εὐαγγελιζόμενος παραιτεῖται τὸν σταυρόν; Ταῦτά μοι εἴρηται πρὸς ἔλεγχον τῶν τῇ λέξει δουλευόντων καὶ τὸν κύριον ὑβριζόντων καὶ τὴν ἀλήθειαν καπηλευόντων. Τί οὖν βούλεται ἡ ἐναντιότης τῶν λέξεων αὐτῆς πρὸς ἑαυτὴν πάντοτε συμφωνούσης τῆς ἀληθείας; Τί δὲ ὅλως ἐπινοεῖ ἡ συμφωνία τῆς ἀληθείας πρὸς τὴν μάχην τῶν ῥημάτων; Μάχεται γὰρ ὡς ἀληθῶς τὰ ῥήματα, ἀλλ’ ἐν ὁμονοίᾳ μένει τὰ θεῖα νοή ματα. Τοιγαροῦν τῶν προκειμένων νοημάτων τὴν λύσιν καλῶς ἔχει κἀμοὶ φιλοπόνως εἰπεῖν καὶ ὑμᾶς φιλομαθῶς ἀκοῦσαι.