Ἀλλ’ ἐβιάσω, φησί· δεῖξόν μοι μεμαρτυρημένην τὴν ἀλήθειαν, ὅτι τῆς τῶν ἀνθρώπων ἀσθενείας φειδόμενος ταῦτα εἶπεν. Οὐκοῦν ἄκουε, ὅπως τοῖς ἀποστόλοις διαλεγόμενός φησι κατὰ τὸ αὐτὸ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ πάθους· Προσεύχεσθε. Οἱ δὲ ἐνύσταξαν. Ἔπειτα ὀνειδίζων λέγει· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν ἀγρυπνῆσαι; Προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Οὐκ εἶπεν ἵνα μὴ εἰσέλθω· οὐ γὰρ αὐτὸν τὸ πάθος ἔβλαπτεν, ἀλλὰ τοῖς ἄλλοις ἐσκανδάλιζεν. Προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Οὐκ εἶπεν ἵνα μὴ εἰσέλθω εἰς πειρασμόν, ἀλλ’ ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Ὑμῶν φείδομαι, οὐκ ἐμαυτὸν ἐξαιροῦμαι τοῦ πάθους. Οἶδα τὰ μέλλοντα, οἶδα τὴν μέλλουσαν ἀπὸ τῆς οἰκονομίας ἀνθεῖν ἅπασιν ἀνθρώποις εὐεργεσίαν. Ἀλλ’ ἐπειδὴ πρὸ τῆς ἀποβάσεως ὑμᾶς τὰ ὁρώμενα σκανδαλίζει, βούλομαι, εἰ τῷ ὄντι ἐστί, παρενεχθῆναι τὸ πάθος. Τό οὖν εἰ δυνατόν , οὐχ ὡς πολλοὶ νομίζουσι· δεῖ γὰρ ἐξεργάσασθαι τὸν λόγον, ὅτι οὐκ ἀνάγκην ἔχει ἀπαράβατον ἢ ὅρον ἀπαραίτητον. Καὶ θέλεις μαθεῖν, ἀδελφέ, ὅτι ὁ κλῆρος οὐκ ἀνάγκῃ κατὰ τοῦ σωτῆρος ἄνωθεν ἦν ἐπαγόμενος, ἀλλ’ αὐτοῦ τοῦ κυρίου ἡ πάνσοφος οἰκονομία οἰκείᾳ προθέσει πάντα πληροῖ; Ἄκουε σαφῶς, ὅπως αὐτὸς ὁ κύριος προλαβὼν ἔλυσε τῆς ἀνάγκης τὴν ὑπόνοιαν· ἐγνώρισε δὲ καὶ τῆς αὐτοῦ προθέσεως τὴν αὐθεντίαν. Ἄκουε τί φησιν· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοί · λέγει γάρ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν · καὶ πάλιν· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν . Εἰ τοίνυν ἐξουσίαν ἔχεις, διὰ τί κέχρησαι τῷ ῥήματι τῷ Εἰ δυνατόν ; Δι’ ὑμᾶς τοὺς ἀσθενεῖς, οὐ δι’ ἐμὲ τὸν δυνατὸν καὶ ἰσχυρὸν καὶ πάσης ἀσθενείας ἀνώτερον. Διὰ τί δὲ ὅλως ὀνομάζει πάθος ποτήριον; Ἀνακύπτει γὰρ καὶ ἑτέρα ζήτησις, τὸ πάθος ποτήριον διὰ τί ὀνομάζει. Φίλον ἀεὶ τῇ γραφῇ τὴν παρὰ τοῦ θεοῦ ἐπαγομένην παιδείαν τοῖς ἁμαρτάνουσι ποτήριον ὀνομάζειν. Πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ ἔστω συνετὸς ἀκροατής, μὴ προαρπάζων τὰ ῥήματα, ἀλλ’ ἀναμένων τὰ νοήματα. Ἐνδέχεται γὰρ τὸν κακῶς ἀκούσαντα κακῶς παρερμηνεύειν τὰ λεγόμενα. Πλὴν ὁ ἐν ἐκκλησίᾳ λέγων μὴ ξενιζέσθω, ἄν τινα συκοφαντίαν ὑπομείνῃ παρὰ τῶν ἁπλῶς διαβάλλειν ἐπιχειρούντων· καὶ γὰρ οἱ ἀπόστολοι ἐσυκοφαντήθησαν ὡς εἰρηκότες τινὰ τῶν ἀπειρημένων. Ἄκουε Παύλου τὴν γενομένην κατ’ αὐτοῦ συκοφαντίαν κηρύττοντος· Καί μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρίμα ἔνδικόν ἐστιν , ὅτι ἃ μὴ ἤκουσαν, διαβάλλουσιν ὡς ἀκούσαντες, ὅτι ἃ μὴ ἤκουσαν παρὰ τῶν διδασκάλων, εἰς συκοφαντίαν προφέρουσι τῶν διδασκάλων. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Φίλον ἀεὶ τῇ γραφῇ, ὡς ἔφθην εἰπών, ποτήριον ὀνομάζειν τὰς ἐπαγομένας παρὰ θεοῦ παιδείας ἢ τιμωρίας κατὰ τῶν ἁμαρτωλῶν. Ἀλλὰ μὴ εὐθέως ἐπιλάβηται τοῦ λόγου ὁ ἐχθρὸς καὶ κατάσκοπος μηδὲ λεγέτω· Τί οὖν; Ὁ Χριστὸς ἥμαρτε καὶ τιμωρίαν ἁμαρτιῶν ὑπέστη; Μὴ γένοιτο. Ἀλλ’ αὐτὸς μὲν οὐκ ὤφελε τιμωρίαν, ἀλλ’ ὑμεῖς ὑποκείμεθα τιμωρίᾳ· ὑπὲρ ἡμῶν δὲ τῶν καταδεδικασμένων τῇ ἁμαρτίᾳ καὶ ὑποκειμένων τῇ τιμωρίᾳ τὸν θάνατον ἀνεδέξατο, καθὼς καὶ Ἡσαΐας προαναφωνεῖ λέγων· Ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον . Ἐπεὶ οὖν τὴν κατὰ τῶν ἁμαρτωλῶν ἐδέξατο τιμωρίαν, αὐτὸς εἰς ἑαυτὸν ἀναδεξάμενος, εἰκότως ποτήριον ὀνομάζει. Ἴδε γὰρ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον . Καλεῖται οὖν τὸ πάθος αὐτοῦ ποτήριον κατὰ τὸν προαποδοθέντα λόγον. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυὶδ τὴν κατὰ τῶν ἁμαρτωλῶν δίκην διαγράφων φησί· Ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, πίονται αὐτὸ πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Καὶ πάλιν ὁ κύριος ἀπειλῶν τιμωρίαν κατὰ τῶν ἐθνῶν λέγει τῷ Ἰερεμίᾳ · Λάβε ποτήριον καὶ κέρασον αὐτὸ καὶ πότισον πάντα τὰ ἔθνη καὶ τὴν Ἰερουσαλὴμ καὶ εἰπὲ αὐτοῖς· πίετε καὶ μεθύσθητε καὶ ἔκστητε. Τί ἐστι τὸ Ἔκστητε ; Εἰς ἔκστασιν φέρει πολλοὺς ἡ παρὰ θεοῦ παιδεία· εἰς ἀμηχανίαν γὰρ φέρει πολλοὺς πολλάκις ἡ ἐπαγομένη τιμωρία καὶ μάλιστα ὅταν ἴδωσι δικαίους μετὰ ἀδίκων ληφθέντας. Ὃ νῦν θρυλοῦσιν ἐν ὅλῃ τῇ γῇ· διὰ τί ἱερεῖς ἐσφάγησαν ἐν τοῖς θυσιαστηρίοις; Διὰ τί παρθένοι ἅγιαι παρελήφθησαν; Διὰ τί τοιαῦτα καὶ τηλικαῦτα γέγονεν ἀτοπήματα; Διὰ τί μὴ προέστη ὁ θεὸς τῶν ἰδίων; Ἐπεὶ οὖν τὰ τοιαῦτα πάθη εἰς ἔκστασιν φέρει καὶ λογισμῶν ἀπορίαν, εἰκότως φησί· πίετε καὶ μεθύσθητε καὶ καλέσατε ἠρέμα· ἀνάμεινόν μου τὴν ἀσθένειαν καὶ γυμνώσω σοι τὴν ἀλήθειαν. Πάλιν ὁ σωτὴρ ποτήριον προσαγορεύων τὸ πάθος τὸ ἑαυτοῦ τοῖς περὶ Ἰάκωβον καὶ Ἰωάννην λέγει· Δύνασθε πιεῖν τὸ ποτήριον τοῦτο, ὃ ἐγὼ μέλλω πίνειν , ἀντὶ τοῦ Πάθος ὑφίστασθαι, ὃ μέλλω ὑφεστάναι; Λέγουσι· ναί. Ὁ δὲ μακάριος Δαυὶδ σαφῶς ἐδίδαξεν, ὅτι ποτήριον καλεῖ τὸν ὑπὲρ εὐσεβείας ἐπαγόμενον θάνατον· λέγει γάρ· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;. Ὡς εὐγνώμων οἰκέτης, ἰδὼν τὰς παρακλήσεις βρυούσας τὰς εὐεργεσίας, ζητεῖ καὶ αὐτὸς ἀντιδοῦναί τινα μικρὰν εὐγνωμοσύνην καὶ ὥσπερ πένης πλούσιον προσδεχόμενος ἀπορῶν, τί παρασκευάσῃ τῷ πλουσίῳ πρὸς εὐωχίαν, τί τῆς ὑπεροχῆς ἐπάξιον ἐπὶ τραπέζης ἐνέγκῃ, πρὸς ἑαυτὸν ἀπορεῖ πολλάκις καὶ ἑαυτῷ διαλέγεται· πῶς αὐτὸν ἀξίως ὑποδέξομαι, τί ποιήσω, τί προσενέγκω, πῶς τιμήσω, πῶς ἑστιάσω, οὕτως ὁ μακάριος Δαυὶδ ἀπιδὼν εἰς τὴν πτωχείαν τὴν ἀνθρωπίνην καὶ εἰς τὸν πλοῦτον τῆς θείας εὐεργεσίας καὶ ἰδών, ὡς οὐδὲν ἐπάξιον θεῷ παρὰ ἀνθρώπων προσάγεται, λέγει τῇ διαπορητικῇ κεχρημένος φωνῇ· Τί ἀνταποδώσω τῷ κυρίῳ;. Οὐδὲν εὑρίσκω τῆς εὐεργεσίας ἐπάξιον. Τί ἀνταποδώσω; Τί ποιήσω; Τίς γένωμαι; Ποίοις δώροις τὸν εὐεργέτην ἀμείψωμαι; Ὡς δ’ οὖν πάντων ἠπόρησεν, ἓν εὗρεν, οὐ τῆς τοῦ θεοῦ εὐεργεσίας, ἀλλὰ τῆς αὐτοῦ προθυμίας ἐπάξιον· Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. Εἶτα ἐπειδὴ τὸ λεγόμενον ἀσαφὲς ἦν καὶ συνεσκιασμένον, διὰ τῶν ἐπαγομένων ἡρμήνευσε τὸ ποτήριον. Εἰπὼν γὰρ Τό ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι , ἐπάγει· Τίμιος ἐναντίων κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ .