Ὁ τοίνυν κύριος ἐπὶ τὸν σταυρὸν ἐρχόμενος καὶ τὸ ἐντελὲς τῆς οἰκονομίας προορῶν, ὁ κραταιὸς θεὸς καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων , ὡς πολλοὶ κατὰ τῆς ἀληθείας ἀνακύπτουσιν αἱρετικοὶ παραγραφόμενοι τὸ θεῖον πάθος, ξένον τὸ τῆς οἰκονομίας καταψευδόμενοι δρᾶμα, καὶ μάλιστα οἱ τοῦ τῆς μανίας ἐπωνύμου μαθηταί, τοὺς Μανιχαίους λέγω, οἳ τολμῶσι λέγειν, ὅτι σκιᾷ τινι καὶ φαντασίᾳ Χριστὸς ὑπέστη τὸ πάθος καὶ ὡς οὐδὲ σάρκα ἀνέλαβεν, ἀλλὰ καὶ σταυρὸν σχήματι καὶ σκιᾷ καὶ φαντασίᾳ ἀνεδέξατο. Διὰ ταύτην τὴν αἱρετικὴν πλάνην προλαβὼν ἐμφράττει τῶν αἱρετικῶν τὰ στόματα καὶ ἵνα δείξῃ ὅτι τὸ πολυπαθὲς τοῦτο ἐνεδύσατο σῶμα, τὸ ἀγωνιῶν, τὸ τρέμον τοῦ θανάτου τὴν βίαν, τὸ λυπούμενον καὶ ταραττόμενον πρὸς τὸ τοῦ βίου τέλος, λέγει· Νῦν ἡ ψυχή μου τετάρακται · περίλυπος ἡ ψυχή μου ἕως θανάτου . Πρόσεχε ἀκριβῶς. Περίλυπος ἡ ψυχή μου · πάτερ, εἰ δυνατόν, παρέλθοι . Εἰ σκιὰ καὶ φαντασία τὰ γινόμενα, διὰ τί ταράττεται; Εἰ σχήμα καὶ φαντασία, διὰ τί θορυβεῖται; Τὴν γὰρ σκιὰν οὐδὲν οὐδαμοῦ φοβεῖ. Ὅπου σχῆμά ἐστι καὶ οὐ πρᾶγμα, οὐδὲν ἱκανὸν θόρυβον ἐμποιῆσαι. Καὶ θέλεις, ἐκ διηγήσεως στήσω σοι τοῦ ὅρου τὴν ἀλήθειαν; Εἰσῆλθόν ποτε ἄγγελοι εἰς τὰ Σόδομα , ἄνθρωποι μὲν τὴν ὄψιν, ἄγγελοι δὲ τὴν φύσιν. Ἐπεχείρησαν δὲ οἱ Σοδομῖται ὡς ἄνδρας βιάσασθαι εἰς αἰσχρὰν καὶ ἄμετρον ἀκολασίαν. Τί οὖν οἱ ἄγγελοι; Ἐπειδὰν ᾔδεισαν, ὅτι οὐ σῶμα ἐνδέδυνται τὸ δυνάμενον ὑποστῆναι βίαν, οὐκ ἐταράχθησαν, ἀλλ’ ἔμεινεν ἡ φύσις τῶν ἀγγέλων ἀθόρυβος μηδένα ἐκ τῶν παθῶν ἀπὸ τοῦ σώματος δεχομένη κλύδωνα. Καὶ ὁ μὲν Λὼτ νομίζων ἀληθῶς ἄνδρας εἶναι, θορυβηθείς, μὴ βίαν ὑπομείνωσι, παρακαλεῖ τοὺς μεμηνότας λέγων· Δέομαι ὑμῶν μὴ ἀδικῆσαι τοὺς ἄνδρας, μὴ βίαν ὑπομείνωσιν, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν στέγην τῶν δοκῶν μου. Ἐκδίδωμι τοῦ ἐμαυτοῦ κάλλους· λάβετέ μου τὰς θυγατέρας· Ὢ καλῆς φιλοξενίας τὰ οἰκεῖα πρὸ τῶν ἀλλοτρίων προϊεμένης. Ἀλλ’ ὁ μὲν Λὼτ ὡς ἄνθρωπος ἐθορυβήθη, ἡ δὲ τῶν ἀγγέλων φύσις οὐδένα θόρυβον ὑπομένει· μετὰ πολλῆς γὰρ αὐθεντίας ἐξελθόντες ἐκεῖνοι, τὸν μὲν ὑπομεῖναι δυνάμενον βίαν ἠσπάσαντο, τοὺς δὲ τὴν ἄμετρον ἐκείνην, μᾶλλον δὲ τὴν ἄθεον ὑποστάντας ἀκολασίαν ἐπάταξαν ἀορασίᾳ · καὶ περιῆγον ὅλην τὴν νύκτα ζητοῦντες τὴν θύραν καὶ οὐχ εὕρισκον· οἱ γὰρ κακῶς βλέποντες καλῶς καὶ δικαίως ἐτυφλώθησαν. Πρὸς τί δέ μοι ταῦτα λέγεται; Οὐδὲν γὰρ ἔχει κοινὸν ἡ ἀρχαία ὑπόθεσις πρὸς τὴν παροῦσαν· ἀλλ’ ἵνα δείξω ὅτι ὅπου σχῆμα, οὐδαμοῦ φόβος, ὅπου δὲ ἀλήθεια, καὶ φόβος καὶ λύπη. Ὅλως τε, ἀδελφοί, ἵνα αὐτὸς ὁ σωτὴρ ἀπολογήσηται, τίνος ἦν τὰ ῥήματα, καὶ ἐκκόψῃ τῶν αἱρετικῶν τὰ φρονήματα καὶ πήξῃ τῆς ἀληθείας τὰ δόγματα, λέγει τοῖς ἀποστόλοις· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἶτα αὐτὸς μὲν τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐπιγράφει, σὺ δέ, αἱρετικέ , τῇ αὐθεντίᾳ τῆς θεότητος ἐπιρρίπτεις τὴν εὐτέλειαν. Ἀλλὰ γὰρ μὴ σπουδάζων ἐκβῆναι τὸ ῥῆμα καὶ εὑρεῖν τὸ νόημα εὑρέθης ὑβρίζων ἄμετρα τὸν δεσπότην. Οὐ γάρ, ὡς σὺ νομίζεις, τοῦτο μόνον κατασκευάζεις, ὅτι ηὔξατο τῷ πατρὶ καὶ ὡς ἱκετεύων τοῦ ἱκετευομένου κατώτερος, ἀλλ’ ἐγὼ σαφέστερον δείκνυμι ὡς ἂν ψιλῇ τῇ λέξει δουλεύσῃς, οὐ μόνον τοῦ πατρὸς ποιήσεις αὐτὸν κατώτερον, ἀλλὰ καὶ τῶν αὐτοῦ ἀποστόλων ἐλάττονα. Ὥσπερ γὰρ τοῖς κακῶς ἐκλαμβάνουσι τὸ Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω , ἡ ἀποστολικὴ αὐθεντία προῆλθεν ἐπιστομίσαι τὴν μανίαν Παύλου λέγοντος· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι · καὶ δίδωσιν – Ὢ τὸ πολὺ πικρότερον δόγμα τῆς αἱρέσεως. Εἰ Παύλῳ μὲν ἐξῆν ἄνευ ἐπιταγῆς θεοῦ αὐθεντεῖν, Χριστῷ δὲ οὐκ ἐξῆν ἔξω τι τῶν πατρικῶν ἐντολῶν λαλεῖν –, οὕτω καὶ ἐνταῦθα ἐκ παραθέσεως τῆς ἀποστολικῆς ἀνδρίας ἦν ἀποδεῖξαι τῇ αἱρετικῇ μανίᾳ συναπαγόμενον πολὺ κατωτέραν τῆς ἀποστολικῆς ἀξίας τὴν τοῦ κυρίου φωνήν. Ἀλλ’ ὡς πολλάκις ἔφθην εἰπών, ἐὰν τῇ λέξει δουλεύσωμεν, εἰς βλασφημίαν ἐμπίπτομεν, ἐὰν δὲ τὴν ἔννοιαν ἀποδεξόμεθα, ἄτρωτος μένει ἡ ἀλήθεια, μᾶλλον δὲ ἄτρωτοι μενοῦμεν· ἡ γὰρ ἀλήθεια οὐ τιτρώσκεται. Ἐὰν τοίνυν μὴ τὴν θεωρίαν ἐκλάβῃς, ἀλλὰ τῇ λέξει ἀκολουθήσῃς, εὑρίσκεις τὸν Χριστὸν δειλανδροῦντα καὶ πολὺ καταδεέστερον φθεγγόμενον καὶ τῆς ἑαυτοῦ ἀξίας καὶ τῆς τῶν ἀποστόλων ἀνδρίας. Νῦν ἡ ψυχή μου τετάρακται . Παῦλος ἐπιδημήσας εἰς τὰ κλίματα τῆς Παλαιστίνης ἐλθόντος Ἀγάβου τινὸς προφήτου καὶ λέγοντος τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· ἄνδρα τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν οἱ πρεσβύτεροι καὶ οἱ ἱερεῖς ἐν Ἱερουσαλὴμ καὶ τῶν ἀδελφῶν πάντων Παῦλον παρακαλούντων μὴ ἀνελθεῖν εἰς Ἱεροσόλυμα , ἀποκρίνεται ἡ γενναία φωνή, μᾶλλον δὲ ἡ ἀνδρεία ἐκείνη καὶ γενναία ψυχή, καὶ λέγει τοῖς ἀνατρέπουσι· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ . Εἶτα Παῦλος μετὰ τοσούτου θράσους, μετὰ τοσούτου παραστήματος, μετὰ τοσαύτης φθέγγεται τῆς εὐτολμίας καταπατῶν τὸν θάνατον καὶ τὰ τοῦ θανάτου φόβητρα, Ὁ δὲ Παύλου δεσπότης λέγει· Νῦν ἡ ψυχή μου τετάρακται ; Καὶ τοῦ μὲν Παύλου οὐ θρύπτεται ἡ καρδία, Χριστοῦ δὲ ταράττεται ἡ ψυχή; Καὶ ὁ μὲν Παῦλος λέγει Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι · Παῦλος καυχᾶται ἐν ταῖς θλίψεσι, Χριστὸς δὲ ὁ Παύλου δεσπότης λέγει· Περίλυπός ἐστι ἡ ψυχή μου . Τί ὅμοιον λύπη πρὸς καύχημα; Ἄνθρωπος ἀληθῶς καύχημα ἡγεῖται τὸ πάθος. Ὁ δὲ τοῦτον ἐνισχύων Χριστὸς λύπην ἡγεῖται τὴν οἰκονομίαν; Ἐννόησον τοῦ Παύλου καὶ ἕτερον φρόνημα πολλῆς γέμον ἀνδρίας. Ἀποληφθεὶς ἐν Φιλίπποις ποτὲ τῆς Μακεδονίας πολλῶν αὐτῷ πληγῶν ἐπιτεθεισῶν καὶ θλίψεως πολλῆς ὀδυνώσης αὐτοῦ τὸ σῶμα – Πολλὰς γὰρ αὐτοῖς ἐπιθέντες πληγὰς ἔβαλον εἰς φυλακήν καὶ τοὺς πόδας ἠσφαλίσαντο ἐν τῷ ξύλῳ. – ὁ δὲ γενναῖος ἐκεῖνος τῆς εὐσεβείας ἀγωνιστὴς καὶ ὁ σὺν αὐτῷ Σίλας νικῶν τῇ δυναστείᾳ τὴν συμφοράν, νικῶν τῇ φιλοσοφίᾳ τὰ πάθη. Καὶ τοῦτο αὐτῷ καλῶς ἐπισημειωσάμενος ὁ ἱστοριογράφος φησί· Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας ὕμνουν τὸν θεόν. Πάσχουσι καὶ εὐχαριστοῦσι, τύπτονται καὶ ὑμνοῦσιν. Καὶ ὅρα μοι τὴν ἀκρίβειαν τοῦ ἱστοριογράφου. Οὐκ εἶπε· κατὰ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας ηὔχοντο τῷ θεῷ, ἀλλ’ ὕμνουν · ἡ μὲν γὰρ εὐχὴ πολλάκις ἐκ θλίψεως, ὁ δὲ ὕμνος ἐξ ἀγαλλιάσεως. Οἱ τοίνυν ἀπόστολοι τὴν χάριν ὑποφαίνουσι· Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας ὕμνουν τὸν θεόν · σημεῖον ψυχῆς εὐθυμούσης. Οἱ οὖν ἅγιοι βουλόμενοι παραστῆσαι τῆς ψυχῆς τὴν εὐθυμίαν οὐκ ἔπασχον, φησίν, ὡς θλιβόμενοι, ἀλλ’ ὑμνοῦσιν ὡς ἀγαλλιώμενοι. Εἶτα Παῦλος καὶ Σίλας οἱ κατὰ φύσιν ἄνθρωποι μεγαλοψυχοῦσιν ἐν τοῖς παθήμασι. Χριστῷ δὲ τῷ βασιλεῖ τῶν ἁγίων προσαρμόζεις ῥήματα εὐτελῆ τὰ ῥηθέντα δι’ οἰκονομίαν πρὸς καθαίρεσιν αὐτοῦ τῆς ἀξίας; Ἄπαγε τῆς τοιαύτης ἐννοίας. Μηδεὶς ὑβρι ζέτω τὰ ἅγια, μηδεὶς συκοφαντείτω τὰ θεῖα, μηδεὶς ἀσέβειαν πειράσθω κατασκευάζειν ἀπὸ τῶν ῥημάτων τοῦ σωτῆρος τὴν εὐτέλειαν λογιζόμενος. Ἀλλ’ ἀπαιτεῖ παρ’ ἐμοῦ ὁ ἀκροατὴς ἀκόλουθα. Καλῶς μὲν ἔδειξας, φησίν, ἀληθῶς οἰκονομίας ὄντα τὰ ῥήματα, ἀλλ’ αὐτήν μοι τὴν δύναμιν τῆς οἰκονομίας ἑρμήνευσον. Διὰ τί δὲ ὅλως ἐχρήσατο ῥήμασι τοιούτοις; Διὰ τί εἶπε· Παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον, εἰ δυνατόν ; Τὸ Εἰ δυνατόν , ἀδελφοί, οὔτε εἱμαρμένης ἀνάγκην εἰσάγει οὔτε γενέσεως τῆς μυθευομένης, ἀλλὰ μὴν οὔτε δειλίαν οὔτε ἀνανδρίαν τοῦ εἰρηκότος κατηγορεῖ· ἀλλὰ τὸ Εἰ δυνατόν οἰκονομοῦντος τὸ ἀνθρώπινον σχῆμα καὶ φειδομένου τῶν σκανδαλίζεσθαι μελλόντων. Ἐπειδὴ γὰρ ᾔδει τὸ πάθος σκανδαλίσαι πολλοὺς δυνάμενον καὶ μάλιστα τοὺς τὰ τῆς οἰκονομίας μυσταγωγητὰ οὐκ εἰδότας – Κηρύττομεν γὰρ Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν. – ἀναλαβὼν οὖν τὴν ἀνθρωπίνην εἰκόνα ὁ τὰ πάντα σοφῶς οἰκονομῶν φησιν, εἰ δυνατὸν ἄλλῳ τρόπῳ πληρωθῆναι τὴν οἰκονομίαν καὶ ἐκτὸς θανάτου γενέσθαι, ὥστε μὴ τῷ τοιούτῳ πάθει σκανδαλίζεσθαι τοὺς πολλούς. Εἰ δυνατόν οὖν, παρελθέτω.