Ὅτε ἡμῖν, ἀδελφοί, ὁ τῆς ἐλεημοσύνης ἐκηρύττετο νόμος, ὅτε περὶ τῆς φιλοπτωχίας καὶ φιλοξενίας ἐγυμνάζετο λόγος, ἰδὼν εἶδον πάντων ὑμῶν τὸν πόθον, καὶ ἐπῄνεσα τὸν ζῆλον καὶ ἐμακάρισα τὴν προθυμίαν. Οἷα γάρ τις γῆ διψῶσα, τὸν οὐράνιον ἡρπάζετε λόγον, τοῦτο εἰδότες ὅτι ὅπερ ἐστὶν ὄμβρος τῇ γῇ, τοῦτο τῇ ψυχῇ ὁ τοῦ θεοῦ λόγος, καὶ ὥσπερ ἐκείνην ὁ ὄμβρος κινεῖ πρὸς τὰ βλαστήματα, οὕτως ὁ τοῦ θεοῦ λόγος τὰς ψυχὰς διεγείρει πρὸς τὸ καρποφορεῖν τῆς ἐνθέου φιλοσοφίας τὸν καρπόν. Ὅθεν, οἶμαι, καὶ ὁ μακάριος Μωϋσῆς ἐπιμαρτυρῶν τῇ εὐθαλεῖ καὶ γονίμῳ δυνάμει τῆς θείας διδασκαλίας ἔλεγεν διὰ τῆς ἁγίας ἐκείνης καὶ μεγάλης ᾠδῆς· Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου. Καὶ ἵνα μὴ ἑαυτῷ δόξῃ τὴν αὐθεντίαν ἐπιγράφειν τῆς τοσαύτης θεολογίας ἐπήγαγεν εὐθέως· Ὅτι ὄνομα κυρίου ἐκάλεσα. Ἐπαινῶ δὲ ὑμᾶς, ἀ δελφοί, ὅτι οὐ περὶ λέξιν ἐπτόησθε, ἀλλὰ τὰ κάλλη τῶν νοημάτων ἁρπάζετε καὶ κατὰ τὴν σοφὴν μέλισσαν εἰσιόντες εἰς τὸν ἀκήρατον τουτονὶ καὶ πνευματικὸν τῶν ἁγίων γραφῶν λειμῶνα καὶ ἀπανθιζόμενοι τὰ κάλλη τῆς εὐσεβείας ἕκαστος ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ κηροπλαστεῖ τὰ θεῖα λόγια. Ὥσπερ γὰρ τὸ μέλι καὶ τὸ κηρίον τὴν μὲν φύσιν καὶ τὴν δύναμιν ἐν τοῖς ἄνθεσιν ἔχει, τὴν δὲ χρῆσιν καὶ τὴν ἀπόλαυσιν ἐν ταῖς τῶν μελισσῶν φιλοπονίαις, οὕτως, οἶμαι, καὶ ταύτης εὐσεβείας τὰ μὲν ἄνθη καὶ ἡ δύναμις αὐτῆς παρὰ τῇ θείᾳ γραφῇ, ἡ δὲ τῆς θείας εὐσεβείας ἀπόλαυσις παρὰ ταῖς τῶν ἐναρέτων φιλοπονίαις. Ταῦτα παρ’ ἑαυτῷ κηροπλαστήσας τὰ θεῖα λόγια καὶ ὁ μακάριος Δαυὶδ καὶ τῇ πείρᾳ διδασκάλῳ χρησάμενος, ὅσον ἀγαθὸν ἡ εὐσέβεια ὧδέ πη ψάλλων ἐβόα· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Ἀλλ’ οὐ τοσοῦτον ὑμῶν ἐπαινῶ τὴν προθυμίαν ὅσον τοῦ πατρὸς θαυμάζω τὴν ἀφθονίαν τῆς ἀγάπης, θείᾳ κομῶσαν σοφίᾳ καὶ οὐρανίῳ χάριτι στίλβουσαν. Ποταμὸς γὰρ ὢν τοσοῦτος καὶ τοσαύτην ἀρδεύων ἐκκλησίαν καὶ εὐφραίνων τηλικαύτην πόλιν τοῦ θεοῦ – Τοῦ γὰρ πο ταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. – καθαρὰ καὶ διειδῆ τὰ νάματα βρύων, τὰς λιβάδας ἀποδέχεται τῶν ἡμετέρων λόγων· καὶ νεφέλη τοσαύτη οὐρανίοις ὄμβροις κομῶσα οὐκ ἀποσείεται τὴν ψεκάδα τῆς ἡμετέρας γλώσσης, ἀλλ’ ἐπαινεῖ μεθ’ ὑμῶν ὁ πρὸ ὑμῶν χορηγῶν διὰ τῆς πρεσβείας τῷ λέγοντι τὰ λεγόμενα, καὶ ἐπαινεῖ τὰ ἴδια ὡς ξένα. Μιμεῖται γὰρ τὸν ἑαυτοῦ δεσπότην Χριστόν· ὅς, διὰ πάντων τῶν προφητῶν φθεγξάμενος, ἐπαινεῖ τὰ παρὰ τῶν προφητῶν κηρυττόμενα. Αὐτὸς ἐφθέγξατο διὰ Ἡσαΐου τοῦ προφήτου, αὐτὸς ἐνήχησε τοῦ πνεύματος τὴν εὐεργεσίαν, καὶ αὐτὸς ἀποδέχεται τὰ παρ’ ἐκείνου, λέγων τοῖς Ἰουδαίοις · Ὑποκριταί, καλῶς εἶπεν περὶ ὑμῶν Ἡσαΐας . Καλῶς Ἡσαΐας οὐκ εἶπεν, ἀλλὰ καλῶς σὺ διὰ Ἡσαΐου καὶ διά πάντων τῶν προφητῶν· ὥστε μαρτυρεῖ ὁ μακάριος Ζαχαρίας λέγων· Καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων προφητῶν ἐξ αἰῶνος. Οὐ γὰρ ἦν τῶν προφητῶν τὰ ῥήματα ἀλλὰ τοῦ πνεύματος ἡ ἐνέργεια. Ὥσπερ γὰρ κάλαμος οὐχ ἃ θέλει γράφει ἀλλὰ κελεύεται ὑπὸ τῆς χειρός, οὕτως ἡ τῶν προφητῶν γλῶσσα οὐχ ἃ βούλεται φθέγγεται, ἀλλὰ κελεύεται παρὰ τῆς τοῦ ἁγίου πνεύματος αὐθεντίας διατασσομένη. Διὰ τοῦτο καλῶς, οἶμαι, καὶ ὁ μακάριος Δαυὶδ βοᾷ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὁ τοίνυν θαυμάσιος οὗτος πατήρ, διὰ τῶν ἁγίων αὐτοῦ προσευχῶν χαριζόμενος ἡμῖν τοῦ λόγου τὴν ἀφθονίαν, ἃ προσευχόμενος χορηγεῖ, ταῦτα ἀκούων ἐπαινεῖ. Ἐπεὶ οὖν τοσοῦτον καὶ τηλικοῦτον ἔχομεν πατέρα καὶ πανηγυριάρχην ἄριστον, οὐ νόμῳ κρίνοντα ἀλλὰ ἀγάπῃ βραβεύοντα, φέρε, ταῖς ἁγίαις αὐτοῦ προσευχαῖς πτερωθέντες, πρὸς τὸ ὕψος τῆς δόξης τοῦ μονογενοῦς μετεωρίσωμεν τὴν διάνοιαν, οὐχ ἵνα τῆς ἀξίας ἐφικώμεθα. Οὐδὲν γὰρ φθάνει τοῦ μονογενοῦς τὴν ἀξίαν, οὐ λόγου πλάτος, οὐ διανοίας βάθος. Ὑπερέχει γὰρ πάντα νοῦν καὶ πᾶσαν ἔννοιαν. Καὶ τοῦτο αἰνιττόμενος ὁ Δαυίδ φησιν· Προσελεύσεται ἄνθρωπος καὶ καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ θεός . Ὅσον γὰρ ἐάν τις βαθύνῃ τοῖς περὶ θεοῦ λόγοις, ὑψηλοτέραν εὑρίσκει τὴν τῆς ἀληθείας γνῶσιν. Εἴπωμεν τοίνυν τοῦ μονογενοῦς τὴν ἀγαθότητα ἐκ τῶν ἀρτίως ὑπανεγνωσμένων. Κέχρηται παραβολαῖς ἡ πηγὴ τῆς σοφίας, κέχρηται παραβολαῖς ὁ διὰ τοῦ Δαυὶδ λέγων· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου , καὶ ὑποτίθεται εἰκόνα τινά, πολλῆς μὲν δυνάμεως γέμουσαν, δοκοῦσαν δὲ ὅσον ἀπὸ τῆς λέξεως ἀνόμοιον εἶναι τῇ ἑαυτοῦ ἀγαθότητι. Τίς γὰρ ἐξ ὑμῶν φησιν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι ἐξ ὁδοῦ παρεγένετο καὶ τί αὐτῷ παραθῶ οὐκ ἔχω. Ὁ δὲ ἀποκριθεὶς λέγει· Ἡ θύρα κέκλεισται, τὰ παιδία μου μετ’ ἐμοῦ ἐν τῇ κοίτῃ· μή μοι κόπους πάρεχε· οὐ δύναμαι ἀναστὰς δοῦναι . Εἶτα τί ἐπάγει; Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Εἰ καὶ διὰ τὴν φιλίαν οὐ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὑπὲρ ὃ θέλει. Καὶ ὑμῖν λέγω· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. Ποίαν ὁμοιότητα φέρει πρὸς τὴν ἀφθονίαν τοῦ χορηγεῖν ἡ παραβολή; Ὁ μὲν γὰρ ἄυπνος τὴν φύσιν, ὁ δὲ ἐν τῇ κοίτῃ κατάκειται· καὶ ὁ μὲν ὄκνῳ οὐ κατέχεται, ὁ δὲ ὄκνῳ καὶ ὕπνῳ δουλεύει. Τί οὖν βούλεται τὸ ἄνισον τῆς παραβολῆς; Ἐπήγαγεν γάρ· Καὶ ὑμῖν λέγω· αἰτεῖτε , καθὼς ἐκεῖνος ᾔτησεν τὸν καθεύδοντα. Μὴ γὰρ οὐ καθεύδεις; Οὐκ ἄυπνον ἔχεις τὴν φύσιν; Οὐ περὶ σοῦ βοῶσιν οἱ προφῆται· Ἰδού, οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ . Τί οὖν βούλεται τὸ ἄνισον τῆς παραβολῆς; Πέφυκεν ὁ λόγος ἀεὶ τοῦ σωτῆρος καὶ διὰ τῶν ὁμοίων τὰ ὅμοια παριστᾶν, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία δεικνύναι. Τοῦτο ποιεῖ καὶ δι’ ἑτέρας παραβολῆς. Ποτὲ γοῦν παραστῆσαι βουληθεὶς ἐκ τοῦ ἐναντίου τὴν παρ’ αὐτοῦ βρύουσαν ἀγαθότητα, τὴν ἄφθονον χάριν καὶ μηδέποτε δαπανωμένην εὐεργεσίαν, τοιαύτην παρήγαγεν εἰκόνα οἵαν καὶ νῦν ἀκηκόαμεν. Ἀλλ’ αὕτη πρῶτον ἐξετάσθω καὶ τί βούλεται δεικνύναι δηλούσθω. Ἡ μὲν γὰρ εἰκὼν ἀνόμοιος. Ὁ δὲ σωτὴρ ἐκεῖνο βούλεται λέγειν ὅτι εἰ τὸν ὕπνῳ δουλεύοντα, εἰ τὸν ὄκνῳ κατεχόμενον, εἰ τὸν θύρᾳ κλεισθέντα ἤγειρεν ἡ παραμονὴ τοῦ προσεδρεύσαντος καὶ τῇ εὐπονίᾳ τὸν ὄκνον νικήσαντα, τὴν ἄυλον φύσιν, τὸν θεὸν λέγω, τὸν ὄκνῳ μὴ κατεχόμενον, τὸν ὕπνῳ μὴ δουλεύοντα, οὐκ ἐγερεῖ ἡ παραμονὴ τῶν προσεδρευόντων ἐν ἀληθείᾳ; Καὶ τίς ὁ ταύτῃ τῇ ἐννοίᾳ μαχόμενος; Ἵνα δὲ μάθῃς ἀκριβῶς πῶς ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον ἔδειξεν, μικρὸν ὑποβάς, τῇ αὐτῇ ἐχρήσατο πάλιν εἰκόνι, τῇ διὰ τοῦ ἐναντίου τὸ ἐναντίον δεικνυούσῃ· Τίνα γὰρ ἐξ ὑμῶν αἰτήσας φησὶν ὁ υἱὸς ἄρτον, μὴ λίθον δώσει αὐτῷ; ἢ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν; ἢ ᾠόν, μὴ ἀντὶ ᾠοῦ σκορπίον;. Εἶτα ἐκ παραθέσεως τοῦ ἀνθρωπίνου τὸ κρεῖττον ὑποθέμενός φησιν· Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;. Ὁρᾷς πῶς ἐκ παραθέσεως τοῦ ἐναντίου τὸ ἐναντίον ἔδειξεν; Τοιαύτῃ κέχρηται καὶ ἀλλαχοῦ τῇ παραβολῇ, καθὼς ἔφθην εἰπών. Τίς δὲ αὕτη καὶ τίνα δύναμιν ἔχει, καλὸν οἶμαι καὶ ἀναγκαῖον εἰπεῖν. Κριτής φησιν τις ἦν ἐν τῇ πόλει, τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα τούτῳ παρηνώχλει ἐπιμένουσα, καὶ πλέον ἤνυεν οὐδέν. Ἡ γὰρ ἀθεΐα καὶ ἡ ἀποτομία οὐκ ἐδυσωπεῖτο τῇ ἱκεσίᾳ. Ἀλλ’ ὅμως ἐνίκησεν ἡ παραμονὴ τὴν ἀνήμερον αὐστηρότητα· Καί φησιν πρὸς ἑαυτὸν ὁ κριτὴς ἐκεῖνος τῆς ἀδικίας· Εἰ καὶ θεὸν μὴ φοβοῦμαι καὶ ἀνθρώπους μὴ αἰσχύνομαι, ἀλλά γε, διὰ τὸ παρέχειν μοι αὐτὴν κόπους, οὐ μὴ ἐκδικήσω αὐτήν . Ταῦτα ἡ παραβολή. Εἶτα ὁ σωτὴρ βουλόμενος ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάλιν δεῖξαι ἐπήγαγεν εὐθέως· Βλέπετε τί εἶπεν ὁ κριτὴς τῆς ἀδικίας. Ὁ δὲ θεὸς οὐ ποιήσῃ τὴν ἐκδίκησιν τῶν πρὸς αὐτὸν βοώντων;. Εἰ τὸν ἄδικον, φησί, καὶ ἀπηνῆ ἔκαμψεν πρὸς συμπάθειαν ἡ παραμονὴ τῆς χήρας, τὸν ἀγαθὸν θεὸν καὶ φιλόστοργον πατέρα καὶ φιλάνθρωπον δεσπότην ἡ παραμονὴ τῶν προσεδρευόντων οὐκ ἐπισπάσεται πρὸς ἔλεον;