Εὐχαριστήσωμεν τῷ Χριστῷ , τῷ καταστείλαντι τὸν κονιορτὸν καὶ ἐπιρράναντι ἐπὶ ράναντι ῥανίδα εἰρήνης καὶ δικαιοσύνης. Ὥσπερ γὰρ κονιορτὸν καταστέλλουσι ῥανίδες, οὕτω καὶ μικροψυχίαν καὶ ἀκηδίαν ἀκηδείαν καταστέλλουσι ῥανίδες δικαιοσύνης. Ὅθεν καὶ ὁ μακάριος Ἡσαΐας ἐπηύχετο λέγων· Εὐφράνθητι ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Μηδένα τὰ προλαβόντα θορυβείτω. Ἐν ἡμέρα ἀγαθῇ ἀμνησία κακῶν. Μή τις ταραττέσθω, μή τις λεγέτω· Ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ εἶναι μικρυψυχίαν; Μὴ γὰρ ἔξω γεγόναμεν τοῦ εἶναι ἄνθρωποι; Οὐ πολλάκις ἀκούοντες ὑποσυρόμεθα ὑπὸ συρόμεθα ; Ἔχεις εἰκόνα δυναμένην σε παραμυθήσασθαι. Οὐ τοὺς ἁγίους ὑβρίζω, μὴ γένοιτο, ἀλλ’ ἐξ ἐκείνων τὰ πάθη δεικνύω.