Ἀνέτειλε τοίνυν εἰρήνη. Φευγέτω τὰ αἱρετικὰ θηρία. Ἀνέτειλεν εἰρήνη. Δραπετεύετω τὰ τῶν αἱρετικῶν ἀνήμερα συστήματα. Ὥσπερ γὰρ τὰ θηρία ἐν τῇ ἡμέρᾳ παρρησίαν οὐκ ἔχοντα νυκτὸς ἀδείας ἐπιλαμβάνεται, οὕτως ἐκεῖνοι ἐκείνοι μὴ φέροντες τὴν αὐγὴν τὴν εἰρήνης. Ἐπειδὴ μικρά τις νεφέλη μικροψυχίας παραδραμούσης οὐκ ἐξέκοψε τὴν εἰρήνην ἀλλ’ ἔρριψεν, νομίσαντα τὰ θηρία νύκτα εἶναι ἀφεγγῆ προῆλθεν ἐκ τῶν ἰδίων φωλεῶν, τὸν ἴδιον ἰὸν προφέροντα, καὶ ἐπληροῦτο τὸ τοῦ Δαυίδ · Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ· σκύμνοι ὠρυόμενοι ἁρπάσαι ἁρπᾶσαι ψυχὴν ἀπὸ ὀρθοδοξίας εἰς κακοδοξίαν, ἀπὸ πίστεως εἰς ἀπιστίαν, ἀπὸ ἀληθείας εἰς ψεῦδος. Ἀλλ’ ὥσπερ πάλιν – Τῷ γὰρ αὐτῷ κέχρηται ὑποδείγματι. – τὴν ἐν νυκτὶ παρρησίαν λαμβάνοντα τὰ θηρία μόνον ἐὰν ἴδῃ ἡλίου αὐγὴν δραπετεύει καὶ εἰς τοὺς ἰδίους μόχθους ὑποστρέφει, οὕτω καὶ νῦν τὴν φωνὴν τοῦ μακαρίου Δαυίδ · Ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.