Εἶδες εἰρήνης ὅρια, ὅρια αἰώνια, ἃ ἔπηξαν προφῆται καὶ ἀπόστολοι; Καὶ ἕτερον γὰρ μάνθανε. Ὑπενοήθησάν ποτε οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ ὡς κατάσκοποι. Ἐκεῖνοι ἐκείνοι μηδεμίαν ἔχοντες ἀπολογίαν τῷ τῆς εἰρήνης προσέδραμον ὅπλῳ· Οὐκ ἐσμὲν κατάσκοποι, εἰρηνικοί ἐσμεν. Ὁ μακάριος πάλιν Δαυὶδ ἐπαίρων εἰς ὕψος τὴν δύναμιν τῆς εὐσεβείας καὶ δεικνὺς τίνα ἐστὶν τὰ νεῦρα καὶ ἡ δύναμις τῆς ἀληθείας, λέγει προσφωνῶν τῇ ἀρχαίᾳ πόλει καὶ τῇ ἁγίᾳ· Γενέσθω δὲ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν τοῖς ἀγαπῶσι σε. Πάλιν ὁ θεὸς βουλόμενος δεῖξαι ὅτι ἐν πολέμῳ ἀναλίσκεται τὰ πλήθη καὶ σκορπίζονται αἱ τῶν ἀνθρώπων εὐθηνίαι, ἐν δὲ τῆς εἰρήνης λόγῳ συνάγονται, λέγει διὰ τοῦ προφήτου Ἱεζεκιήλ Ἰεζεκιήλ · Ἀναστήτω αὐτοῖς φυτὸν εἰρήνης καὶ οὐκέτι ἔσονται ὀλίγοι. Ὥσπερ γὰρ οἱ ἄνθρωποι κατὰ τῶν θηρίων τῶν ἀγρίων ἐξοπλίζονται καὶ ἐξωπλισμένοι φανέντες εὐθὺς φυγαδεύουσι τοὺς θῆρας, οὕτως ὅταν ὅτ’ ἂν φανῇ εἰρήνη σκορπίζεται πόλεμος, σκορπίζονται διαβολικαὶ ἔννοιαι καὶ τῶν δαιμόνων ἡ φάλαγξ διαλύεται. Ὅπου γὰρ εἰρήνη, ἐκεῖ φυγαδεύεται κακία, ὥσπερ τῷ ἁγίῳ τὰ θηρία. Διὰ τοῦτο διατοῦτο ὁ θεὸς λεγει· Διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης καὶ ἀφανίσω τὰ θηρία τὰ ἄγρια. Εἰρήνη γεώργιόν ἐστιν ἀληθείας καὶ ἀμπελὼν δικαιοσύνης καὶ ποταμὸς εὐσεβείας. Εἶδες πῶς ἡ εἰρήνη ἐποίησε τὴν ἐκκλησίαν δίκην ῥευμάτων ποταμίων πληρῶσαι πνευματικήν; Εἶδες πῶς πανταχόθεν ἐπιρρέοντα τὰ πλήθη μιμεῖται τοῦ ποταμοῦ τὰ ὁρμήματα ὀρμήματα εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ. Καὶ ἡ ἀγαλλίασις ὑμῶν ἐπὶ τῇ εἰρήνῃ γενομένη μιμεῖται τὰ τῆς θαλάσσης κύματα, ἐπάλληλα ὄντα τῷ δρόμῳ καὶ ἀλλήλοις ὑποχωροῦντα ὑπὸ χωροῦντα καὶ κατ’ ἀλλήλων ἀθορύβως ἐρχόμενα. Οὐ στασιάζει φιλονεικίᾳ, ἀλλ’ ὁμονοίᾳ ὁμόνοια διαθέσεως. Θέλεις ἀπὸ τῆς ὄψεως καὶ ἀπὸ τῶν γραφῶν τοῦτο μαθεῖν, ὅτι εἰρήνη μιμεῖται ποταμός ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα θαλάσσης . Ἀλλ’ ὡς προεῖπον προέφθασεν ἡμᾶς ἡ θεία σάλπιγξ, ἡ τὸν τῆς εἰρήνης εὐαγγελιζομένη λόγον. Ἑπώμεθα σήμερον καὶ ἡ μεῖς τῷ τῆς εἰρήνης λόγῳ καὶ ὥσπερ διπλαῖς χερσὶν ἀνοίγωμεν αὐτῇ τὰς θύρας καὶ λέγωμεν· Ἄρατε πύλας· εἰσελθέτω λαὸς φυλάττων δικαιοσύνην καὶ φυλάττων εἰρήνην, ἀντιλαμβανόμενος ἀληθείας ἕως αἰῶνος. Ἀλλὰ γὰρ καὶ γόμος ἐστὶν εἰρήνη καὶ κύματα θαλάσσης καὶ ἥλιος ἐκλάμπων. Καὶ τί λέγω ἥλιος; Οὐχ οὕτως ἥλιος ἐκλάμπει ὅσην ἀπαστράπτει λαμπάδα ἡ τοῦ σωτῆρος εἰρήνη. Ἥλιον γὰρ ὁρῶ καὶ μέτρῳ δουλεύοντα δουλεύων . Τέλος ἔχει τοῦ δρόμου τὴν ἑσπέραν. Εἰρήνη δὲ Χριστοῦ φωτὸς γέμουσα καὶ ἐν ἡμέρᾳ λάμπει καὶ ἐν νυκτὶ φωτίζει καὶ δι’ αἰῶνος ἀστράπτει. Ἄκουε. Ὅταν ὅτ’ ἂν φανῇ εἰρήνη, οὐ μόνη φαίνεται, οὐκ ἀνέχεται οὐκανέχεται μόνη προσελθεῖν, ἀλλὰ συμπαραλαμβάνει μεθ’ ἑαυτῆς τὴν ἀδελφὴν αὑτῆς αὐτῆς τὴν δικαιοσύνην. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. Καὶ πάλιν καθ’ ἡμᾶς, ἀλλήλας ἀπολαβούσας εἰσάγων λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Τί γὰρ ἕτερον οὕτω τοῖς κατὰ Χριστὸν ἄρχουσι, τοῖς κατὰ Χριστὸν τὴν ἐπισκοπὴν ἀναδεξαμένοις, ὡς εἰρήνη καὶ δικαιοσύνη; Καὶ τοῦτο, ὦ φιλόχριστοι, προφητικῇ σκορπίζεται φωνῇ. Ἄκουε τοῦ θεοῦ λέγοντος· Δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Ἀνέτειλε τοίνυν εἰρήνη. Φευγέτω τὰ αἱρετικὰ θηρία. Ἀνέτειλεν εἰρήνη. Δραπετεύετω τὰ τῶν αἱρετικῶν ἀνήμερα συστήματα. Ὥσπερ γὰρ τὰ θηρία ἐν τῇ ἡμέρᾳ παρρησίαν οὐκ ἔχοντα νυκτὸς ἀδείας ἐπιλαμβάνεται, οὕτως ἐκεῖνοι ἐκείνοι μὴ φέροντες τὴν αὐγὴν τὴν εἰρήνης. Ἐπειδὴ μικρά τις νεφέλη μικροψυχίας παραδραμούσης οὐκ ἐξέκοψε τὴν εἰρήνην ἀλλ’ ἔρριψεν, νομίσαντα τὰ θηρία νύκτα εἶναι ἀφεγγῆ προῆλθεν ἐκ τῶν ἰδίων φωλεῶν, τὸν ἴδιον ἰὸν προφέροντα, καὶ ἐπληροῦτο τὸ τοῦ Δαυίδ · Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ· σκύμνοι ὠρυόμενοι ἁρπάσαι ἁρπᾶσαι ψυχὴν ἀπὸ ὀρθοδοξίας εἰς κακοδοξίαν, ἀπὸ πίστεως εἰς ἀπιστίαν, ἀπὸ ἀληθείας εἰς ψεῦδος. Ἀλλ’ ὥσπερ πάλιν – Τῷ γὰρ αὐτῷ κέχρηται ὑποδείγματι. – τὴν ἐν νυκτὶ παρρησίαν λαμβάνοντα τὰ θηρία μόνον ἐὰν ἴδῃ ἡλίου αὐγὴν δραπετεύει καὶ εἰς τοὺς ἰδίους μόχθους ὑποστρέφει, οὕτω καὶ νῦν τὴν φωνὴν τοῦ μακαρίου Δαυίδ · Ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Εὐχαριστήσωμεν τῷ Χριστῷ , τῷ καταστείλαντι τὸν κονιορτὸν καὶ ἐπιρράναντι ἐπὶ ράναντι ῥανίδα εἰρήνης καὶ δικαιοσύνης. Ὥσπερ γὰρ κονιορτὸν καταστέλλουσι ῥανίδες, οὕτω καὶ μικροψυχίαν καὶ ἀκηδίαν ἀκηδείαν καταστέλλουσι ῥανίδες δικαιοσύνης. Ὅθεν καὶ ὁ μακάριος Ἡσαΐας ἐπηύχετο λέγων· Εὐφράνθητι ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Μηδένα τὰ προλαβόντα θορυβείτω. Ἐν ἡμέρα ἀγαθῇ ἀμνησία κακῶν. Μή τις ταραττέσθω, μή τις λεγέτω· Ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ εἶναι μικρυψυχίαν; Μὴ γὰρ ἔξω γεγόναμεν τοῦ εἶναι ἄνθρωποι; Οὐ πολλάκις ἀκούοντες ὑποσυρόμεθα ὑπὸ συρόμεθα ; Ἔχεις εἰκόνα δυναμένην σε παραμυθήσασθαι. Οὐ τοὺς ἁγίους ὑβρίζω, μὴ γένοιτο, ἀλλ’ ἐξ ἐκείνων τὰ πάθη δεικνύω. Ἐγένετό ποτε μεταξὺ Παύλου καὶ Βαρνάβα φιλονεικία, οὐ τοῦ μὲν ἑνὸς μέρος δικαιοσύνην τιμῶντος, ἑτέρου δὲ τὴν ἀδικίαν, ἀλλ’ ἑκάστου μέρους σκοπῷ εὐσεβείας δουλεύοντος. Ἡ δὲ αἰτία τῆς μικροψυχίας αὐτοῖς ἦν αὕτη. Μάρκος τις τίς ἦν αὐτοῖς συνδραμὼν εἰς τὸν εὐαγγελικὸν λόγον ἀπὸ τῆς Παλαιστίνης μέχρι τῆς Πέργης τῆς Παμφιλίας . Εἶτα τῶν ἀποστόλων εὐτόνῳ κεχρημένων δρόμῳ καὶ ἀκαμπεῖ τῇ ψυχῇ πρὸς τοὺς ἀγῶνας καὶ μάχας καὶ κινδύνους, ἀποταξάμενος τῷ δρόμῳ τῶν ἀποστόλων ἦλθεν εἰς τὴν Παλαιστίνην , οὐ Χριστὸν ἀρνησάμενος, ἀλλὰ τὸν δρόμον τὸν πολύν, ὡς εἴρηται, παραιτησάμενος. Ἐπανῆλθε μετὰ ταῦτα Παῦλος καὶ Βαρνάβας , καρποῖς εὐσεβείας κομῶντες καὶ τῷ τῆς εὐσεβείας κόπῳ στεφόμενοι καὶ εὐαγγελιζόμενοι τὴν ἐν Ἱεροσολύμοις ἐκκλησίαν τῶν ἐθνῶν πάντων τὴν ἐπιστροφήν. Πάντων τῶν τῶν εὐφημούντων τὸν Παῦλον καὶ τὸν Βαρνάβαν ἐν τοῖς κατορθώμασιν, ὁ Μάρκος ἐδήχθη ἐδείχθη . ἐπλήγη τὴν ψυχήν. Κατὰ τοῦτον τὸν λόγον ἐνενόησε πρὸς ἑαυτὸν τὸν ἔκτοτε, λέγων ὅτι εἰ ἤμην κοινωνὸς τῶν πόνων, ἐγινόμην ἄρτι κοινωνὸς τῶν ἐπαίνων . Πολλοὶ γὰρ πολλάκις αὐτὰς τὰς ἀρετὰς διὰ τοὺς πόνους φεύγοντες, διὰ τὴν ἐξ αὐτῶν εὐφημίαν αἱροῦνται αἰροῦνται πονεῖν. Τί οὖν; Μεταμεληθεὶς ὁ Μάρκος ἐβούλεύσατο πάλιν, ἐξιοῦσοιν οἱ ἀπόστολοι συνδραμεῖν. Ὁ βαρνάβας μετανοήσαντα εὐθέως ἐδέξατο αὐτὸν καὶ ὁ Παῦλος ἐφιλονείκει καὶ ἔλεγε· Τὸν μὴ συνελθόντα ἡμῖν εἰς τὸ ἔργον τοῦ κυρίου οὐ δεῖ δέξασθαι. Ἦν οὖν στάσις οὐκ ἀδικίας, ἀλλὰ δικαιοσύνης καὶ φιλίας. Ὁ Παῦλος ἀπῄτει τὸ δίκαιον· ὁ Βαρνάβας ἐτίμα τὸ φιλάνθρωπον. Στασιάζοντες οὖν τῇ γνώμῃ, εἰ καὶ συνεφώνουν τῇ εὐσεβείᾳ, εἰς τοσοῦτον ἦλθον παροξυσμόν, ὡς καὶ χωρισθῆναι ἀπ’ ἀλλήλων ἀπαλλήλων . Οὕτω γὰρ γέγραπται. Ἐχωρίσθησαν ἀπ’ ἀλλήλων. Διεστησαν οὐ πίστει, οὐ διαθέσει, ἀλλ’ ἀνθρωπίνῃ μικροψυχίᾳ. Ἐγένετο δὲ οἰκονομίᾳ ὡς διέστησαν. Ὁ Βαρνάβας τὸν Μάρκον παραλαβὼν ἐξῆλθεν εἰς τὸν δρόμον· Ὁ δὲ Παῦλος τὸν Τιμόθεον παραλαβὼν καὶ αὐτὸς ἐξῆλθεν εἰς τὸν ἴδιον δρόμον. Ὠφέλησε δὲ τὸν Μάρκον ἡ Παύλου ἀκριβεια. Ὡς γὰρ εἶδεν αὑτὸν αὐτὸν οὕτως ἐκβληθέντα διὰ τὴν ῥᾳθυμίαν, ἐπούδασε τῇ προθυμίᾳ καὶ τῷ δευτέρῳ δρόμῳ καλύψαι τὴν προτέρα νωχέλειαν. Συνῆν τοίνυν ὁ Μάρκος τῷ Βαρνάβα , σπουδάζων καὶ τρέχων. Ὁ δὲ Παῦλος ἐν ταῖς ἐκκλησίαις παρήγγειλεν παρήγγελλεν μὴ δεχθῆναι Μάρκον , οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα σπουδαιότερον ἐργάσηται. Ὡς οὖν εἶδεν ὁ ἅγιος Παῦλος προλαμβάνοντα τῇ σπουδῇ τὸν Μάρκον καὶ ἀπολογησάμενον ἀπολογισάμενον τῷ θεῷ τῶν δευτέρων, ἄρχεται αὐτὸν παρατίθεσθαι. Καὶ τί φησιν ἐνταῦθα; Ἓν ῥῆμα· καὶ ἐπι λαμβάνεται τοῦ ἁγίου Βαρνάβα ὅτι τῷ Μάρκῳ ἐχρήσατο ὡς ἀνεψιῷ καὶ ἐσπούδασεν χαρίσασθαι ὡς ἀνεψιῷ τὸ ἁμάρτημα. Τί γὰρ λέγει; Ἀσπάζεται ὑμᾶς Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα , περὶ οὗ ἐλάβετε ἐντολάς. Ἐὰν ἔλθῃ, δέξασθε δέξασθαι αὐτόν.