Ἐγένετό ποτε μεταξὺ Παύλου καὶ Βαρνάβα φιλονεικία, οὐ τοῦ μὲν ἑνὸς μέρος δικαιοσύνην τιμῶντος, ἑτέρου δὲ τὴν ἀδικίαν, ἀλλ’ ἑκάστου μέρους σκοπῷ εὐσεβείας δουλεύοντος. Ἡ δὲ αἰτία τῆς μικροψυχίας αὐτοῖς ἦν αὕτη. Μάρκος τις τίς ἦν αὐτοῖς συνδραμὼν εἰς τὸν εὐαγγελικὸν λόγον ἀπὸ τῆς Παλαιστίνης μέχρι τῆς Πέργης τῆς Παμφιλίας . Εἶτα τῶν ἀποστόλων εὐτόνῳ κεχρημένων δρόμῳ καὶ ἀκαμπεῖ τῇ ψυχῇ πρὸς τοὺς ἀγῶνας καὶ μάχας καὶ κινδύνους, ἀποταξάμενος τῷ δρόμῳ τῶν ἀποστόλων ἦλθεν εἰς τὴν Παλαιστίνην , οὐ Χριστὸν ἀρνησάμενος, ἀλλὰ τὸν δρόμον τὸν πολύν, ὡς εἴρηται, παραιτησάμενος. Ἐπανῆλθε μετὰ ταῦτα Παῦλος καὶ Βαρνάβας , καρποῖς εὐσεβείας κομῶντες καὶ τῷ τῆς εὐσεβείας κόπῳ στεφόμενοι καὶ εὐαγγελιζόμενοι τὴν ἐν Ἱεροσολύμοις ἐκκλησίαν τῶν ἐθνῶν πάντων τὴν ἐπιστροφήν. Πάντων τῶν τῶν εὐφημούντων τὸν Παῦλον καὶ τὸν Βαρνάβαν ἐν τοῖς κατορθώμασιν, ὁ Μάρκος ἐδήχθη ἐδείχθη . ἐπλήγη τὴν ψυχήν. Κατὰ τοῦτον τὸν λόγον ἐνενόησε πρὸς ἑαυτὸν τὸν ἔκτοτε, λέγων ὅτι εἰ ἤμην κοινωνὸς τῶν πόνων, ἐγινόμην ἄρτι κοινωνὸς τῶν ἐπαίνων . Πολλοὶ γὰρ πολλάκις αὐτὰς τὰς ἀρετὰς διὰ τοὺς πόνους φεύγοντες, διὰ τὴν ἐξ αὐτῶν εὐφημίαν αἱροῦνται αἰροῦνται πονεῖν. Τί οὖν; Μεταμεληθεὶς ὁ Μάρκος ἐβούλεύσατο πάλιν, ἐξιοῦσοιν οἱ ἀπόστολοι συνδραμεῖν. Ὁ βαρνάβας μετανοήσαντα εὐθέως ἐδέξατο αὐτὸν καὶ ὁ Παῦλος ἐφιλονείκει καὶ ἔλεγε· Τὸν μὴ συνελθόντα ἡμῖν εἰς τὸ ἔργον τοῦ κυρίου οὐ δεῖ δέξασθαι. Ἦν οὖν στάσις οὐκ ἀδικίας, ἀλλὰ δικαιοσύνης καὶ φιλίας. Ὁ Παῦλος ἀπῄτει τὸ δίκαιον· ὁ Βαρνάβας ἐτίμα τὸ φιλάνθρωπον. Στασιάζοντες οὖν τῇ γνώμῃ, εἰ καὶ συνεφώνουν τῇ εὐσεβείᾳ, εἰς τοσοῦτον ἦλθον παροξυσμόν, ὡς καὶ χωρισθῆναι ἀπ’ ἀλλήλων ἀπαλλήλων . Οὕτω γὰρ γέγραπται. Ἐχωρίσθησαν ἀπ’ ἀλλήλων. Διεστησαν οὐ πίστει, οὐ διαθέσει, ἀλλ’ ἀνθρωπίνῃ μικροψυχίᾳ. Ἐγένετο δὲ οἰκονομίᾳ ὡς διέστησαν. Ὁ Βαρνάβας τὸν Μάρκον παραλαβὼν ἐξῆλθεν εἰς τὸν δρόμον· Ὁ δὲ Παῦλος τὸν Τιμόθεον παραλαβὼν καὶ αὐτὸς ἐξῆλθεν εἰς τὸν ἴδιον δρόμον. Ὠφέλησε δὲ τὸν Μάρκον ἡ Παύλου ἀκριβεια. Ὡς γὰρ εἶδεν αὑτὸν αὐτὸν οὕτως ἐκβληθέντα διὰ τὴν ῥᾳθυμίαν, ἐπούδασε τῇ προθυμίᾳ καὶ τῷ δευτέρῳ δρόμῳ καλύψαι τὴν προτέρα νωχέλειαν. Συνῆν τοίνυν ὁ Μάρκος τῷ Βαρνάβα , σπουδάζων καὶ τρέχων. Ὁ δὲ Παῦλος ἐν ταῖς ἐκκλησίαις παρήγγειλεν παρήγγελλεν μὴ δεχθῆναι Μάρκον , οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα σπουδαιότερον ἐργάσηται. Ὡς οὖν εἶδεν ὁ ἅγιος Παῦλος προλαμβάνοντα τῇ σπουδῇ τὸν Μάρκον καὶ ἀπολογησάμενον ἀπολογισάμενον τῷ θεῷ τῶν δευτέρων, ἄρχεται αὐτὸν παρατίθεσθαι. Καὶ τί φησιν ἐνταῦθα; Ἓν ῥῆμα· καὶ ἐπι λαμβάνεται τοῦ ἁγίου Βαρνάβα ὅτι τῷ Μάρκῳ ἐχρήσατο ὡς ἀνεψιῷ καὶ ἐσπούδασεν χαρίσασθαι ὡς ἀνεψιῷ τὸ ἁμάρτημα. Τί γὰρ λέγει; Ἀσπάζεται ὑμᾶς Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα , περὶ οὗ ἐλάβετε ἐντολάς. Ἐὰν ἔλθῃ, δέξασθε δέξασθαι αὐτόν.