Οἱ ἄγγελοι τὸν οὐράνιον χορὸν συστησάμενοι εὐηγγελίζοντο εὐαγγελίζοντο τοῖς ποιμέσι λέγοντες· Εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. Παρ’ αὐτῶν τοίνυν τῶν ἁγίων ἐκείνων ἀγγέλων καὶ ἡμεῖς δανεισάμενοι φωνὴν εὐαγγελιζόμεθα ὑμῖν σήμερον, ὅτι σήμερον τὰ τῆς ἐκκλησίας ἐν γαλήνῃ καὶ τὰ τῶν αἱρετικῶν ἐν ζάλῃ. Σήμερον τὸ σκάφος τῆς ἐκκλησίας ἐν γαλήνῃ καὶ εἰς τὸν ἀχείμαστον λιμένα τῆς εἰρήνης ὁρμίζεται. Καὶ ἡ τῶν αἱρετικῶν μανία ταῖς ἰδίαις τρικυμίαις χειμάζεται. Σήμερον οἱ ποιμένες ἐν ἀμεριμνίᾳ καὶ ἡ ποίμνη ἐν ἀσφαλείᾳ· οἱ ἐχθροὶ ἐν ἀπορίᾳ, οἱ λύκοι ἐν ἀμηχανίᾳ ἐναμηχανία . Σήμερον ὁ ἀμπελὼν τοῦ σωτῆρος ἐν εὐθηνίᾳ καὶ οἱ ἐργάται τῆς κακίας ἐν ἀκηδίᾳ. Σήμερον ὁ λαὸς τοῦ θεοῦ ἐν ὑψώσει καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ἐν ταπεινώσει. Σήμερον Χριστὸς ἐν ἀγαλλιάσει καὶ διάβολος ἐν πένθει. Σήμερον ἄγγελοι μετ’ εὐφροσύνης χαίρουσιν καὶ δαίμονες μετ’ αἰσχύνης δραπετεύουσιν. Καὶ τί δεῖ πολλὰ λέγειν; Σήμερον μετὰ τῆς ἑαυτοῦ εἰρήνης προῆλθεν Χριστὸς ὁ βασιλεὺς τῆς εἰρήνης καὶ πᾶσαν ἔχθραν καὶ πᾶσαν λύπην καὶ πᾶσαν μικροψυχίαν ἐξώρισεν. Οὐρανῷ μὲν ἥλιος ἐπιλάμπει· ἐκκλησίαν δὲ Χριστοῦ εἰρήνη φωτίζει. Εἰρήνη τὸ ποθεινὸν ὄνομα· εἰρήνη τὸ φαιδρὸν τῆς εὐσεβείας ἐπάγγελμα· εἰρήνη τὸ καθαρὸν τῆς ἱερωσύνης βλέμμα· εἰρήνη τὸ διαυγὲς δι’ αὐγὲς τοῦ θυσιαστηρίου κάλλος. Καὶ τί ἐπάξιον δυνάμεθα εἰπεῖν εἰρήνης, ἥτις ἐστὶν τὸ ὄνομα τοῦ Χριστοῦ ; Περὶ γὰρ τοῦ Χριστοῦ ὁ Παῦλος διαλεγόμενός φησιν· Χριστός Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ἀμφότερα ἦν οὐ γνώμῃ μεμερισμένα, οὐ πίστει κατατετμημένα, ἀλλὰ διαβόλου φθόνῳ διῃρημένα διειρημένα . Ἀλλ’ ὥσπερ ἐπὶ βασιλικῆς ἐπιβασιλικῆς προόδου καὶ πλατεῖαι πλατείαι καθαίρονται καὶ στοαὶ διαφόροις κάλλεσι κάλεσι στεφανοῦνται, ἵνα μηδὲν μὴδὲν φανῇ βασιλικῆς ὄψεως ἀνάξιον, οὕτω προερχομένου Χριστοῦ τοῦ βασιλέως τῆς εἰρήνης πάντα τὰ λυπηρὰ ἐκποδὼν ἡμῖν ὑπεχωρεῖτο ὑπεχορεῖτο . Ἐπέλαμψεν ἡ ἀλήθεια καὶ δραπετεύει τὸ ψεῦδος. Ἐπέλαμψεν ἡ ὁμόνοια καὶ ἔφυγεν ἡ διχόνοια διχόνια . Καὶ ὥσπερ πολλάκις ἐπὶ βασιλέων ἐπιβασιλέων ἢ ἀδελφῶν καὶ ἀρχόντων οἱ ἄριστοι τῶν γραφέων βουλόμενοι τῆς ψυχῆς τὴν ἕνωσιν δεῖξαι ἐν σχήματι γυναικὸς ὄπισθεν παραστῶσιν τὴν ὁμόνοιαν, ἀμφοτέραις ταῖς ὠλέναις περιλαμβάνουσαν τοὺς ἡνωμένους – ἵνα δείξῃ ὅτι τὰ σώματα διῃρημένα συνῆπται τῇ γνώμῃ –, οὕτως ἡ τοῦ Χριστοῦ εἰρήνη μεσολαβήσασα τὰ διεστῶτα συνῆψεν, καὶ ἐπληρώθη ἐφ’ ἡμῶν τὸ εἰρημέ νον τοῦ προφήτου· Καὶ ἔσται βουλὴ βουλῆ εἰρήνης ἀναμέσων ἀμφοτέρων. Τῇ μὲν οὖν προτέρᾳ ὁ κοινὸς ἡμῶν πατὴρ τὸ εὐαγγελικὸν προοιμιάσατο, τῆς εἰρήνης τὸ λόγον. Σήμερον δὲ ἡμεῖς τοῦ τῆς εἰρήνης ἡγούμεθα λόγον. Αὐτὸς ἡμᾶς χθὲς ὑπτίαις ταῖς χερσὶν ἠσπάσατο τῷ λόγῳ τῆς ἀληθείας, καὶ ἡμεῖς σήμερον, ὡς εἰπεῖν, πλατείαις ἀγκάλαις τοῖς τῆς εἰρήνης δεξιούμεθα δεξιούμενον δώροις. Καταλέλυται ὁ πόλεμος καὶ λάμπει τὸ τῆς εἰρήνης κάλλος. Νῦν στενάζει διάβολος. Νῦν πενθεῖ τὸ τῶν δαιμόνων σύστη μα. Νῦν ἐν ἀγαλλιάσει τὰ τῆς ποίμνης. Νῦν ἐν εὐφροσύνη τὰ οὐράνια. Εἰρήνη σήμερον χορεύει ἡ τῶν ἐν οὐρανοῖς ἀγγέλων ὁμοδίαιτος καὶ τῶν ἐπὶ γῆς ἁγίων ὁμόσκηνος. Εἰρήνη ὁ τῶν ἀγγέλων ὕμνος, τὸ τῶν ἁγίων ἔργον. Καὶ ὅρα τὸ θαυμαστόν. Καὶ τὰ ἐπουράνια ὑμνεῖ τὴν εἰρήνην καὶ τὰ ἐπίγεια ὑμνεῖ τὴν εἰρήνην. Ἀλλ’ ὅτε μὲν οἱ ἐν οὐρανοῖς ἄγγελοι ὑμνοῦσιν εἰρήνην, τῇ γῇ αὐτὴν προσπέμπουσιν πρὸς πέμπουσιν , καὶ τῇ γῇ τῆς εἰρήνης τὰς ἀκτῖνας ἐπιλάμπουσιν. Ὅταν ὅτ’ ἂν δὲ οἱ ἐπὶ γῆς ἅγιοι αὐτὴν ὑμνοῦσιν, εἰς τὸν οὐρανὸν αὐτῆς τὰς μαρμαρυγὰς ἀναπέμπουσιν. Ὑμνοῦσιν οἱ ἐξ οὐρανῶν ἄγγελοι καὶ λέγουσιν· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ τῆς εἰρήνη. Ὁρᾷς ὅρα πῶς τὰ ἐπουράνια τάγματα ἀλλήλοις ἐπιπέμπουσι τὰ τῆς εἰρήνης δῶρα; Οἱ ἐν οὐρανοῖς ἄγγελοι τῇ γῇ εὐαγγελίζονται τὴν εἰρήνην. Ὅτε γὰρ ὁ χορὸς ἐκεῖνος ὁ εὐσεβὴς τὸν Χριστὸν ὑμνῶν ἔλεγεν· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ , εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου , καὶ τοῦτο προσετέθη· Εἰρήνη ἐν οὐρανοῖς καὶ δόξα ἐν ὑψίστοις. Εἴπωμεν τοίνυν καὶ ἡμεῖς· Δόξα ἐν ὑψίστοις θεῷ , τῷ τὸν διάβολον ταπεινώσαντι καὶ τὸν λαὸν τὸν ἴδιον ὑψώσαντι. Δόξα ἐν ὑψίστοις θεῷ , τῷ ἔχθραν ἐξορίσαντι καὶ εἰρήνην βραβεύσαντι. Εἴπωμεν ὑμῖν τοῦ διαβόλου τὴν τέχνην καὶ πρὸ ἡμῶν οὐκ ἠγνοεῖτε ἀγνοεῖτε τὰ νοήματα. Εἶδεν ὁ σατανᾶς τὴν ἐκκλησίαν πίστεως τετειχισμένην. Εἶδεν δογμάτων εὐσεβείας ἐστεφανωμένην. Εἶδεν καὶ ἰδὼν ἐτάκη· ἰδὼν ἐλύσσησεν· ἰδὼν ἐμάνη. Ἐπειράθη διασκεδάσαι Χριστοῦ δόξαν, αλλ' οὐκ ἴσχυσεν Οὔτε γὰρ Χριστοῦ λύεται δόξα, οὔτε ἱερέων ἀφανίζεται εἰρήνην. Οὐδὲν ὤνησεν ἡ ἐκείνου κακία. Ἡ γὰρ τῶν ἀδελφῶν ὁμόνοια τὸν τῆς εἰρήνης ἡγήσατο λόγον. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. Εἰρήνη Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ἡμῶν. Προσέχετε δὲ μετὰ ἀσφαλείας πῶς ὁ θεὸς τὸ κάλλος τῆς εἰρήνης ἁπλοῖ καὶ δείκνυσιν αὐτὴν καὶ ἐν προφήταις ἀκμάζουσαν καὶ ἐν ἀποστόλοις λάμπουσαν καὶ ἐν μάρτυσι χορεύουσαν. Ἔξω εἰρήνης μηδὲν μὴδὲν δυνατὸν συστῆναι μήτε τῶν ἐν οὐρανῷ, μήτε τῶν ἐπὶ γῆς. Εἰρήνη νόμου στόμα. Εἰρήνη προφητῶν γλῶσσα. Εἰρήνη ἀποστόλων διδασκαλία. Εἰρήνη μαρτύρων καὶ προφητῶν ἐπιθυμία. Τίς ἐπιθυμία τῶν προφητῶν; Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Ἐδέξατο τὴν δέησιν ὁ βασιλεύς. Ἔδει αὐτὸν ὑποσημειώσασθαι τὴν δέησιν καὶ τῇ ἐπιγραφῇ οἰκείως ἀποκριθῆναι πρὸς τὴν δέησιν. Τί θέλετε, φησίν, ἄνθρωποι, εὐσεβείας σύντροφοι; Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Δίδωμι τὴν χάριν, ὑποσημειοῦμαι καὶ ἀντιγράφω. Ὑπεσημειώσατο ὁ βασιλεὺς δι’ ἑαυτοῦ. Πληρῶ ὑμῶν τὴν δέησιν. Τῶν προφητῶν λεγόντων· Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν , τί οὖν διὰ τῆς εὐαγγελικῆς αὐτοῖς ἀποκρίνεται χάριτος; Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Διὰ τί δίδωμι ; διὰ τί ἀφίημι ; Ἐπειδὴ καὶ κατὰ σάρκα καὶ κατὰ θεότητα κατασάρκα καὶ καταθεότητα θεωρεῖται πᾶς ὁ τοῦ Χριστοῦ δοῦλος. Ἀπεδήμει ἀπεδήμη δὲ κατὰ σάρκα, μένων κατὰ θεότητα. Εἶπεν καὶ ἀφίημι καὶ δίδωμι . Ἀφίημι ὡς ἀναλαμβανόμενος· δίδωμι ὡς συμπολιτευόμενος. Εἰρήνη δὲ ὑπογέγραπται σύνθεμα τοῦ δρόμου τῶν ἀποστόλων. Ὡσπερ γὰρ συνθέματα δημόσιου δρόμου, ἐὰν μὴ ᾖ ἧ βασιλικῇ σφραγισθέντα χειρί, ἀβέβαια· οὕτως ὁ δρόμος τῶν ἀποστόλων, εἰ μὴ σύνθεμα σύνθημα ἔλαβεν εἰρήνης, οὐκ ἂν ἴσχυσεν διελθεῖν τὸν κόσμον πολέμου γέμοντα. Οἷον οὖν ἐστι τὸ τῆς εἰρήνης σύνθεμα λεγέτω Ἡσαΐας · Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Εἶδες τὸ τῆς εἰρήνης σύνθεμα; Ἄκουε καὶ τοῦ εὐαγγελικοῦ λόγου τὸ προοίμιον. Εὐαγγελικοῦ λόγου προοίμιον εἰρήνη. Ἄκουε τοῦ σωτῆρος λέγοντος· Εἰς δ’ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ. Εἰρήνη συγκροτεῖ ἱερέως ψυχήν· δίδωσιν ὦτα ἀνεῳγμένα τοῖς ἀκροωμένοις. Πρὸ γὰρ τῶν λόγων εἰρήνη λάμπουσα φωτίζει τῶν ἀκουόντων τὴν διάνοιαν. Διὰ γὰρ τοῦτον τὸν ἀρχαῖον τῆς ἱερωσύνης τρόπον ὁ θεὸς ἐκθείάζων ἔλεγεν· Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μεθ’ ὑμῶν μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας ἀποαδικίας , ὅτι χείλη ἱερέως ἐφύλαξεν γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἄγγελος κυρίου παντοκράτορός ἐστιν. . Εἶδες ἱερωσύνης ἡνίαν καὶ χαλινόν, χαλινὸν τῶν ἡνιοχουμένων εἰρήνην. Θέλεις καὶ ἕτερον ξένον μαθεῖν; Εἰρήνη τὸ πρῶτον καὶ ἀρχαῖον τοῦ θυσιαστηρίου ὄνομα. Ἐν ἀρχῇ γὰρ θυσιαστήριον εἰρήνης ἐκλήθη, ἐπειδὴ πᾶσα μικροψυχία ἐν θυσιαστηρίῳ λύεται καὶ λύπη καὶ ἔχθρα. Ἀπ’ ἀρχῆς ἀπαρχῆς ἔπηξεν ὁ θεὸς ὄνομα τῷ θυσιαστηρίῳ Εἰρήνην. Πόθεν τοῦτο; Καὶ ᾠκοδόμησε Γεδεὼν θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εἰρήνην Εἰρήνης κυρίου. Τί θέλεις εὑρεῖν ὅρους ὄρους εὐσεβείας; Εἰρήνη ἐστὶν ὅριον οἷον ὥσπερ χώρας τινὸς πολλῆς καὶ μεγάλης, διαφόροις δεσποτείαις ὑποβεβλημένης. Οἱ ὅροι διατειχίζοντες δείκνυσι μέχρι τίνος φθάνει ἡ τούτου δεσποτεία καὶ πόθεν ἄρχεται ἡ τοῦ ἑτέρου κληρουχία. Οὕτως, ἐπειδὴ μεταξὺ δαιμόνων καὶ Χριστοῦ βραβεύοντος εἰρήνην, κεῖται τὰ τῶν ἀνθρωπίνων ψυχῶν πταίσματα ἢ κατορθώματα, τῶν μὲν Χριστὸν ἀγαπώντων καὶ τὴν αὐτοῦ εἰρήνην, τῶν δὲ δαίμοσι προστρεχόντων, ὅριον τίθησιν ὁ τῆς ἀληθείας λόγος εἰρήνην, ἵνα μάθῃς ὅτι ἕως ὅτε βλέπεις βλέπῃς εἰρήνην, Χριστοῦ ἐστι δεσποτεία. Τὰ ἔξω εἰρήνης Χριστοῦ ἀλλότρια. Πόθεν τοῦτο; Λεγέτω σοι Δαυὶδ καὶ ὑποδεικνυέτω σοι τὰ ὅρια ὁ ἀρχαῖος τῆς εὐσεβείας γεωμέτρης, ὁ λέγων σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοι ἐστίν. Οὗτος ὑποδεικνὺς ἡμῖν τοὺς ὅρους ὄρους λέγει· Ἐπαίνει Ἱερουσαλὴμ τὸν κύριον· αἴνει τὸν θεόν σου Σιών , ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, ηὐλόγησε τοὺς υἱοὺς ἐν σοί, ὁ τιθεὶς τὰ ὅρια σου εἰρήνην.