Ἀλλ’ ὅρα τὸ θαυμαστόν· ἡ φωνὴ αὕτη τοὺς οὐρανοὺς ἔσχισεν καὶ αἱρετικοὺς οὐκ ἐφόβησεν. οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. ἐπειδὴ προέλαβεν νόμος κηρύττων καὶ προφήται εὐαγγελιζόμενοι, ἵνα μή τις τῇ προτέρᾳ καταστάσει τῆς Ἰουδαϊκῆς λατρείας ἑπόμενος ἀπώσηται τὸν ζυγὸν τῆς εὐαγγελικῆς χάριτος, ἡ θεία φωνὴ διέκρινεν τὸ οἰκετικὸν ἀπὸ τῶν δεσποτικῶν ἀξιωμάτων. αὐτοῦ ἀκούετε , δηλονότι τοῦ Χριστοῦ. πλήρωμα γὰρ νόμου Χριστὸς , πλήρωμα τῶν ἀγαθῶν Χριστός. εἰ γὰρ καὶ προέλαβον ἐν τῷ νόμῳ τῷ Μωσαῖκῷ αἱ εὐλογίαι, ἀλλ’ οὐκ ἦσαν ἐντελεῖς ἐκδεχόμεναι τὸν κύριον ἡμῶν, περὶ οὗ φησὶν ὁ Παῦλος· πλήρωμα νόμου Χριστὸς . καὶ θέλεις, ἐκ πράγματος ἐναργοῦς παραστήσω σοι τὴν ἀλήθειαν ἔγγυον τῶν εἰρημένων. πρόσεχε ἀκριβῶς· κελεύει Μωϋσῆς ὁ νομοθέτης μερισθῆναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ καὶ τὰς μὲν ἓξ φυλὰς ἐπὶ τὸ ὅρος ἀνάγει τὸ Γηβὰλ, τὰς δὲ ἑτέρας ἓξ εἰς τὸ ὅρος τὸ Γαρίζειν, καὶ κελεύει τὰς μὲν εὐλογεῖν, τὰς δὲ καταρᾶσθαι , εὐλογεῖν μὲν τοὺς κατορθοῦντας τὸν νόμον, καταρᾶσθαι δὲ τοὺς παραβαίνοντας. τί οὖν; ἐπὶ μὲν τῶν κατάρων ἁπασῶν ἦν ἐπαγόμενον ἐπισφράγισμα· ἐροῦσι γὰρ οἱ Λευΐται, ἐπικατάρατος ὁ ἐγκαταλιμπάνων τὸν νόμον, καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. ἐπικατάρατος ὁ δου λεύων θεοῖς ἀλλοτρίοις καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. καὶ ἐφ’ ἑκάστῃ ἐντολῇ ἐπίκειται τὸ ἀμὴν τοῖς παραβαίνουσι. ἐπὶ δὲ ταῖς εὐλογίαις ἐροῦσι, φησίν, οἱ λευΐται εὐλογημένος ὁ φυλάσσων τὸν νόμον κυρίου , εὐλογημένος ἐν ἀγρῷ, εὐλογημένος ἐν πόλει , καὶ οὐδαμοῦ τὸ ἀμὴν ἐν οὐδεμιᾷ τῶν εὐλογιῶν. τί οὖν αἱ κατάραι λαμβάνουσι τὸ ἐπισφράγισμα, αἱ δὲ εὐλογίαι οὐ δέχονται τὴν σφραγίδα. τί βούλεται τὸ σύνθημα; τί ἑρμηνεύει τὸ αἴνιγμα; τῶν ἀποφάσεων πληρωτὴς ἦν ὁ νόμος, τῶν δὲ εὐλογιῶν βεβαιωτὴς Ἰησοῦς. ἐπειδὴ δὲ ἔδει τὰ μὲν τοῦ νόμου ἴδια δοθῆναι τῷ νόμῳ, τὸ δὲ τῆς εὐαγγελικῆς χάριτος φυλαχθῆναι τῇ χάριτι, ἔμειναν αἱ εὐλογίαι τὴν τοῦ ἀμὴν προσθήκην τὸ λοιπὸν ἐπιζητοῦσαι. Ἵνα δὲ μὴ δόξῃ τίς βεβιασμένον εἶναι τὸν λόγον, ἀλλὰ μᾶλλον ἐξ αὐτῆς τῆς ἀληθείας μεμαρτυρημένον, ἄκουε Παύλου λέγοντος· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν. ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναὶ καὶ δι’ αὑτοῦ τὸ ἀμὴν πρὸς δόξαν τῷ θεῷ. ἐντεῦθέν ἐστιν νοῆσαι πάλιν τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζωοποίησεν ἐν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ἡμῖν ὑπεναντίον. ποῖον χειρόγραφον; ἔχεις τούτου τὴν ἀπόδειξιν. ὅτε γὰρ ὑπηγόρευσε τὰς κατάρας ὁ νόμος, τὸ ἀμὴν τοῦ λαοῦ, ὑπογραφὴ ἦν τῶν ἀκουόντων. Ἰησοῦς γὰρ ἦν τὸ πλήρωμα τῶν εὐλογιῶν ὁ ἐπὶ τοῦ Ἰορδάνου φανείς, ὁ τὴν προφητείαν Ἡσαΐου εἰς ἑαυτὸν πληρώσας. ἔλεγεν γὰρ Ἡσαΐας, ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου, ὅτι ἡ δόξα Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. τὸ ῥῆμα ἀσαφές, σαφηνίζεται δὲ διὰ τῆς χάριτος.