ἐγένετο προφήτης, ἐπειδὴ ἐνοθεύθη ἠ προφητεία παρὰ τῶν ἀναξίων, καθὼς γέγραπται· προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. γίνεται ἀπόστολος κατὰ τὸ εἰρημένον· κατανοήσατε τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς κλήσεως ἡμῶν Ἰησοῦν. γίνεται καὶ ἱερεὺς, καθά φησιν ὁ ὑμνογράφος· σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. γίνεται καὶ διάκονος, ὥς φησιν ὁ γενναῖος Παῦλος· λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων. διὰ πάσης οὖν ὁδεύει τάξεως, γίνεται πάλιν καὶ ἀναγνώστης. λαβὼν γὰρ τὸν Ἡσαΐαν ἀνεγίνωσκεν , ὡς δείκνυσι τὸ εὐαγγέλιον , ἵνα καὶ τοῦ προφήτου τὰς φωνὰς βεβαιώσῃ, καὶ τῆς ἐκκλησίας τοὺς βαθμοὺς τιμήσῃ. ἐγένετο καὶ βασιλεὺς, ὁ βασιλεὺς τῶν βασιλευόντων , ὥς φησιν ὁ Ναθαναήλ· σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀλλ’ ἐρεῖ τις ἴσως τῶν περιεστώτων· τί οὖν πρὸς ἐμὲ τὸν λαϊκὸν, εἰ προφητείαν καὶ ἀποστολὴν, καί ἀρχιερωσύνην ἐνεδύσατο; τί πρὸς ἐμὲ τὸν ἐν λαϊκῇ τάξει κατηλεγμένον; μάλιστα μὲν διὰ πάντας ἀνθρώπους γέγονεν ἄνθρωπος ὁ φιλάνθρωπος. εἰ δὲ βούλει αὐτὸν καὶ λαϊκοῦ τάξιν ὑπερχόμενον ἰδεῖν διὰ σὲ, ἀνάκρινον παρὰ σὲ αὐτῷ καὶ σκόπησον τὰ ῥηθησόμενα. ὁμολογουμένως ὁ βαπτίζων οὐκ ἐν χώρᾳ ἐστὶν τοῦ ἱερέως, ὁ δὲ βαπτιζόμενος, οὐκ ἐν τάξει τοῦ λαϊκοῦ καθέστηκεν; ὅρα οὖν Ἰωάννην ἐν τάξει ἱερέως βαπτίζοντα, καὶ τὸν Χριστὸν ἐν λαϊκῷ τάγματι βαπτιζόμενον. σήμερον γὰρ, ἀδελφοί, σήμερον τὴν διὰ τῶν ὑδάτων ὑπῆλθεν οἰκονομίαν. οὐκ ἐκ τῶν ὑδάτων ἁγιαζόμενος, ἀλλὰ τοῖς ὕδασιν τὸν ἁγιασμὸν παρεχόμενος. Ἰωάννης ἐπλήρου τὸ σχῆμα τὸ ἱερατικὸν, προσέρχεται ὁ λυτρωτὴς τῆς οἰκουμένης τῷ βαπτίζοντι, ὁ φωτίζων ἐν πνεύματι, ὁ βασιλεὺς τῷ προδρόμῳ, ὁ θεὸς τῷ προφήτῃ. Ἰωάννης, ἀδελφοὶ, οὐκ ἠγνόησεν τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν. οὐκ ἔσφαλεν αὐτὸν τὸ σχῆμα τοῦ σώματος. οὐκ ἠπάτησεν αὐτὸν ἡ φαινομένη σάρξ, ἀλλὰ περιέλαμπεν αὐτὸν ἡ κρυπτομένη δύναμις, ἣν καὶ τοῖς ἀγνοοῦσιν ἐκήρυττεν. λύχνος γὰρ ἦν ἅγιος ὁ θαυμάσιος, λύχνος, περὶ οὗ ἡτοίμασα λύχνον τῷ Χριστῷ μου διὰ τοῦ προφήτου προείρηται . λύχνος δὲ ὁ Ἰωάννης προανηγό ρευται, οὐκ ἐπειδὴ τῳ θεῷ λόγῳ, τῷ φωτὶ τῆς ἀληθείας, χρεία ἦν τῆς ἀπὸ τοῦ λύχνου προσθήκης – ἥλιος γὰρ ἦν δικαιοσύνης –, ἀλλ’ ἐπειδὴ τὸν ἐν σαρκὶ κρυπτόμενον κύριον ἐγνώριζεν, ὡς ἐν νυκτί, τῇ ἰουδαῖκῇ καταστάσει, τὸν λύχνον ἀπαστράπτων τοῦ θείου λόγου, καλεῖται οὖν λύχνος εἰκότως. Καὶ ὁρᾶτε τὸ θαυμαστόν, ἀδελφοί. ὅτε παρῆλθεν ἐπὶ τὴν ἔνσαρκον οἰκονομίαν ὁ πρὸς ἡμᾶς ἐπιδημήσας δεσπότης, ἄνθρωπος διὰ φιλανθρωπίαν γενόμενος, καὶ ἦν ξένον θαῦμα, ὅτι θεὸς ἐν ἀνθρώποις, ἐν δούλοις ὁ δεσπότης, μετὰ τῶν ποιημάτων ὁ ποιητὴς, ὁ ἁγιάζων μετὰ τῶν ἁγιαζομένων, τότε ὁ Ἰωάννης κηρύττει τὴν ἀξίαν, καὶ ἦν ἰδεῖν ξένον θαῦμα. ἦν ἰδεῖν τὸν λύχνον δεχόμενον τὸν ἥλιον τῆς δικαιοσύνης Ἰησοῦν. τὸν γὰρ ἁπάντων λυτρωτὴν κύριον ὁ λυτρώσεως δεόμενος ἄνθρωπος ἐβάπτιζεν, οὐ τόλμῃ προσαχθείς, ἀλλὰ προστάγματι δουλωθείς. τότε δή, τότε συνέδραμον δύο προφητικαὶ φωναί· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ , καὶ φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων . ὁ κῆρυξ τῆς ἀληθείας ἐβόα, καὶ ὁ θεὸς τῆς δόξης ἐβρόντα . καὶ ἦν ἐκεῖ ἡ προσκυνητὴ τριὰς τὴν αὐτῆς δόξαν ἀστράπτουσα· πατὴρ ἄνωθεν τὸν υἱὸν κηρύττων, υἱὸς κάτωθεν τὴν οἰκονομίαν πληρῶν, τὸ πνεῦμα τὸ ἅγιον ἐπισφραγίζον τὴν θεοπρεπῆ μυσταγωγίαν· καὶ φωνὴ τοσαύτη γίνεται μαρτυροῦντος ἄνωθεν τοῦ πατρὸς τῷ ἑαυτοῦ μονογενεῖ ὡς σχισθῆναι ἄνωθεν τοὺς οὐρανούς. ἀναβαίνοντος γάρ, φησι, τοῦ Ἰησοῦ ἀπὸ τοῦ ὕδατος, ἐσχίσθησαν οἱ οὐρανοὶ. οὐ γὰρ ἤνεγκαν τὴν φωνὴν τῆς τοσαύτης μαρτυρίας φρίξαντες τὴν ἔνθεον οἰκονομίαν. Ἀλλ’ ὅρα τὸ θαυμαστόν· ἡ φωνὴ αὕτη τοὺς οὐρανοὺς ἔσχισεν καὶ αἱρετικοὺς οὐκ ἐφόβησεν. οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. ἐπειδὴ προέλαβεν νόμος κηρύττων καὶ προφήται εὐαγγελιζόμενοι, ἵνα μή τις τῇ προτέρᾳ καταστάσει τῆς Ἰουδαϊκῆς λατρείας ἑπόμενος ἀπώσηται τὸν ζυγὸν τῆς εὐαγγελικῆς χάριτος, ἡ θεία φωνὴ διέκρινεν τὸ οἰκετικὸν ἀπὸ τῶν δεσποτικῶν ἀξιωμάτων. αὐτοῦ ἀκούετε , δηλονότι τοῦ Χριστοῦ. πλήρωμα γὰρ νόμου Χριστὸς , πλήρωμα τῶν ἀγαθῶν Χριστός. εἰ γὰρ καὶ προέλαβον ἐν τῷ νόμῳ τῷ Μωσαῖκῷ αἱ εὐλογίαι, ἀλλ’ οὐκ ἦσαν ἐντελεῖς ἐκδεχόμεναι τὸν κύριον ἡμῶν, περὶ οὗ φησὶν ὁ Παῦλος· πλήρωμα νόμου Χριστὸς . καὶ θέλεις, ἐκ πράγματος ἐναργοῦς παραστήσω σοι τὴν ἀλήθειαν ἔγγυον τῶν εἰρημένων. πρόσεχε ἀκριβῶς· κελεύει Μωϋσῆς ὁ νομοθέτης μερισθῆναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ καὶ τὰς μὲν ἓξ φυλὰς ἐπὶ τὸ ὅρος ἀνάγει τὸ Γηβὰλ, τὰς δὲ ἑτέρας ἓξ εἰς τὸ ὅρος τὸ Γαρίζειν, καὶ κελεύει τὰς μὲν εὐλογεῖν, τὰς δὲ καταρᾶσθαι , εὐλογεῖν μὲν τοὺς κατορθοῦντας τὸν νόμον, καταρᾶσθαι δὲ τοὺς παραβαίνοντας. τί οὖν; ἐπὶ μὲν τῶν κατάρων ἁπασῶν ἦν ἐπαγόμενον ἐπισφράγισμα· ἐροῦσι γὰρ οἱ Λευΐται, ἐπικατάρατος ὁ ἐγκαταλιμπάνων τὸν νόμον, καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. ἐπικατάρατος ὁ δου λεύων θεοῖς ἀλλοτρίοις καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. καὶ ἐφ’ ἑκάστῃ ἐντολῇ ἐπίκειται τὸ ἀμὴν τοῖς παραβαίνουσι. ἐπὶ δὲ ταῖς εὐλογίαις ἐροῦσι, φησίν, οἱ λευΐται εὐλογημένος ὁ φυλάσσων τὸν νόμον κυρίου , εὐλογημένος ἐν ἀγρῷ, εὐλογημένος ἐν πόλει , καὶ οὐδαμοῦ τὸ ἀμὴν ἐν οὐδεμιᾷ τῶν εὐλογιῶν. τί οὖν αἱ κατάραι λαμβάνουσι τὸ ἐπισφράγισμα, αἱ δὲ εὐλογίαι οὐ δέχονται τὴν σφραγίδα. τί βούλεται τὸ σύνθημα; τί ἑρμηνεύει τὸ αἴνιγμα; τῶν ἀποφάσεων πληρωτὴς ἦν ὁ νόμος, τῶν δὲ εὐλογιῶν βεβαιωτὴς Ἰησοῦς. ἐπειδὴ δὲ ἔδει τὰ μὲν τοῦ νόμου ἴδια δοθῆναι τῷ νόμῳ, τὸ δὲ τῆς εὐαγγελικῆς χάριτος φυλαχθῆναι τῇ χάριτι, ἔμειναν αἱ εὐλογίαι τὴν τοῦ ἀμὴν προσθήκην τὸ λοιπὸν ἐπιζητοῦσαι. Ἵνα δὲ μὴ δόξῃ τίς βεβιασμένον εἶναι τὸν λόγον, ἀλλὰ μᾶλλον ἐξ αὐτῆς τῆς ἀληθείας μεμαρτυρημένον, ἄκουε Παύλου λέγοντος· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν. ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναὶ καὶ δι’ αὑτοῦ τὸ ἀμὴν πρὸς δόξαν τῷ θεῷ. ἐντεῦθέν ἐστιν νοῆσαι πάλιν τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζωοποίησεν ἐν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ἡμῖν ὑπεναντίον. ποῖον χειρόγραφον; ἔχεις τούτου τὴν ἀπόδειξιν. ὅτε γὰρ ὑπηγόρευσε τὰς κατάρας ὁ νόμος, τὸ ἀμὴν τοῦ λαοῦ, ὑπογραφὴ ἦν τῶν ἀκουόντων. Ἰησοῦς γὰρ ἦν τὸ πλήρωμα τῶν εὐλογιῶν ὁ ἐπὶ τοῦ Ἰορδάνου φανείς, ὁ τὴν προφητείαν Ἡσαΐου εἰς ἑαυτὸν πληρώσας. ἔλεγεν γὰρ Ἡσαΐας, ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου, ὅτι ἡ δόξα Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. τὸ ῥῆμα ἀσαφές, σαφηνίζεται δὲ διὰ τῆς χάριτος.