Λίβανον καλεῖ ἡ γραφὴ τὴν Ἰερουσαλὴμ τὸ τηνικαῦτα· καὶ μὴ νομίσῃς βεβιασμένον εἶναι τὸν λόγον. Ἰεζεκιὴλ μαρτυρεῖ περὶ τοῦ Ναβουχοδονόσωρ τοῦ βασιλέως. ἔλεγε γάρ· ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἐκτεταμένος ταῖς πτέρυξιν, καὶ πλήρης ὀνύχων ἦλθεν εἰς τὸν Λίβανον καὶ ἔλαβεν τὰ ἐκλεκτὰ τῆς κέδρου τοῦ Λιβάνου. καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. τὰ δὲ ἐκλεκτὰ τίνα ἦν; ἐπειδὴ Σεδεκίαν δήσας ἀπήγαγεν τὸν βασιλέα καὶ τὸν Ἰωακεὶμ καὶ τοὺς ἀρχιερεῖς. ταῦτα ἦν τὰ ἐκλεκτὰ τοῦ Λιβάνου. καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. τί οὖν ἐστιν τὸ καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ ; ἐπειδὴ ἡ ἱερωσύνη τῆς Ἱερουσαλὴμ καὶ ἡ προφητεία πᾶσα μετέβη εἰς τὸν Ἰωάννην καὶ πᾶσα ἡ Ἱεροσόλυμα καταλειποῦσα τὸ θυσιαστήριον ἐξήρχετο ἐπὶ τὸ λαβεῖν τὸ βάπτισμα Ἰωάννου προλαβὼν ὁ προφήτης λέγει περὶ τῆς ἐρήμου τοῦ Ἰορδάνου· ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. καὶ τίς ἡ τιμή; ἄκουε ὡς ἐν παραδρομῇ. Ἡλίας ἦν ὁ προφήτης ἡ τιμὴ τοῦ Καρμήλου. Ἡλίας γὰρ ἦν ἐν τῷ Καρμήλῳ. ἐπεὶ οὖν προῆλθεν Ἰωάννης ἐν πνεύματι καὶ δυνάμει Ἡλιοῦ , διὰ τοῦτό φησιν· ἐδόθη ἡ τιμὴ τοῦ Καρμήλου τῇ ἐρήμῳ, περὶ οὗ φησὶν ὁ σωτήρ· καὶ εἰ θέλετε δέξασθαι, αὑτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. ἐπεὶ οὖν ποτὲ μὲν Ἡλίας ᾤκει τὸν κάρμηλον, νῦν δὲ Ἰωάννης τὴν ἔρημον, εἰκότως φησίν· ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Νῦν δέ, ἀδελφοί, ἡ δόξα ἐκείνη οὐ τὴν ἔρημον μόνην ἐπλήρωσεν, ἀλλὰ καὶ τὴν οἰκουμένην ἅπασαν. σήμερον γὰρ πανταχοῦ τῆς γῆς ὕμνοι καὶ θεολογίαι· ἀπὸ ἑσπέρας μέχρι τῆς δεῦρο ἑστήκασιν ἄνθρωποι καὶ ὕμνοις τὸν ὕπνον ἐνίκησαν καὶ ἡ χάρις ἐδείκνυτο καὶ ἡ φύσις οὐκ ἠλέγχετο. καὶ μάλα εἰκότως· ὥσπερ γὰρ σίδηρος πυρὶ προσομιλήσας ὃ μὲν ἦν οὐκέτι φαίνεται, ὃ δὲ οὐκ ἦν ἐπενδύεται, οὐ τὴν φύσιν ἀποτιθέμενος, ἀλλ’ ἐπὶ τὴν φύσιν τὴν λαμπρότητα δεξάμενος, οὕτως καὶ ἡμεῖς καταξιωθέντες τοῦ ἁγίου πνεῦματος ἠρνησάμεθα τοῦ σώματος τὴν ἀσθένειαν καὶ ἑνεδυσάμεθα τοῦ πνεύματος τὴν ἐνέργειαν. ἔστηκεν ἡ ἐκκλησία διόλου λάμπουσα καὶ πληροῦται ἐπ’ αὐτῇ τὸ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ ἡμέρα μία . οὐκ εἶχεν ἡ νὺξ σκότος τῇ θεολογίᾳ φωτιζόμενος. οὐκ εἶχεν ἡ νὺξ σκότος. τῷ γὰρ θείῳ λόγῳ κατελάμπετο κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Δαβίδ· καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. τοσοῦτον φῶς, τοσοῦτον κάλλος περιαστράπτει τὴν ἐκκλησίαν. γένοιτο δὲ ἡμᾶς, ἀδελφοί, θείᾳ χάριτι πάντοτε καταλαμπομένους τῷ παναγίῳ θεῷ δόξαν ἀναπέμπειν, ᾧ πρέπει δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας. ἀμήν.