Ἀνοιγέσθω σήμερον πᾶν στόμα πρὸς θεολογίαν, καὶ ἀνυμνείτω πᾶς λόγος τὸν ἐξ οὐρανῶν ἐπιλάμψαντα, θεὸν λόγον, πᾶν στόμα λαλείτω, πᾶσα γλῶσσα φθεγγέσθω, πᾶσα ψυχὴ χορευέτω, πᾶσα ἡ γῆ ψαλλέτω. σήμερον λόγοι φωτὸς ἐν ἡμέρᾳ φωτὸς τοὺς υἱοὺς τοῦ φωτὸς καταλάμπουσιν· συμφωνείτω τοῖς ἐπουρανίοις τὰ ἐπίγεια· ὑμνείτω μετὰ τῶν ὑπερκοσμίων δυνάμεων τὰ ἐν τῷ κόσμῳ φαινόμενα. ἀληθείας γὰρ ἐπιφανείσης καὶ βασιλέως ἐπουρανίου πάντας δεῖ συνδραμεῖν εἰς κοινὴν τοῦ δεσπότου τῶν ἁπάντων ὁμολογίαν. Χριστοῦ παρουσία, ἀληθινοῦ φωτὸς ἐπιδημία· Χριστοῦ παρουσία, τῆς οἰκουμένης πάσης εὐεργεσία· Χριστοῦ παρουσία, τοῦ παντὸς κόσμου ἐλευθερία. Χριστὸς ἀνυμνεῖται, καὶ κόσμος ἁγιάζεται. Χριστὸς κηρύττεται, καὶ ἡ οἰκουμένη φωτίζεται. Χριστὸς περιαγγέλλεται, καὶ πᾶσα ψυχὴ τὸν οὐράνιον πόθον ἐνδύεται. ἐγγυᾶταί μου τὸν λόγον ἡ πείρα τῶν πραγμάτων. Ὅρα γάρ μοι τὴν θεοπρεπῆ ταύτην τῆς ἐκκλησίας κατάστασιν· ὅρα τοῦ οὐρανίου πόθου τὴν ἄσβεστον λαμπάδα· ὅρα τοῦ σώματος τὴν φύσιν συνακμάζουσαν τῇ τῶν ἀγγέλων λειτουργίᾳ. ἄνθρωποι ἀπὸ γῆς ὄντες, καὶ γῆν οἰκοῦντες, καὶ ἀποστρεφόμενοι, τοῖς οὐρανίοις συναμιλλῶνται νόμοις. ἠρνήσαντο τοῦ σώματος τὴν φύσιν, ἐδέξαντο τῶν ἀγγέλων τὴν λειτουργίαν. τοιαύτη γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ. πολιτεύεται μὲν ἐπὶ τῆς γῆς, τάξιν δὲ ἔχει οὐρανίων πραγμάτων. τί ἔργον τῶν ἐν οὐρανοῖς ἀγγέλων; τὸ τῷ θεῷ λειτουργεῖν. τί ἔργον τῶν ἐπὶ γῆς ὁσίων; τὸ τὸν θεὸν ἀνυμνεῖν. ὧν τοίνυν ὁμότιμος ἡ λειτουργία, ὁμότιμος καὶ ἠ ἀξία. διὰ τοῦτο ὁ μακάριος Δαβὶδ τὴν πνευματικὴν ἀνακρουόμενος λύραν, καὶ τὸν σωτήριον τῆς θεολογίας ἀνακηρύττων ὕμνον ἔλεγεν, ὡς ἀρτίως ὑπεψάλλομεν· ὁ θεὸς τῶν δυνάμεων ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. Οὐδέπω ἀπήντησεν ὁ βασιλεὺς τῆς δόξης, καὶ οἱ πρόδρομοι τῆς βασιλείας ἐκήρυττον λέγοντες· ὁ ποιμαίνων τόν Ἰσραὴλ πρόσχες. εἰπέ, ὦ προφῆτα, τηλαυγῶς, ὃ λέγεις· σαφήνισον, ὃ κηρύττεις, ὁποῖον ποιμένα λέγεις. πολλοὶ γὰρ ἐποίμαινον· Μωϋσῆς ποιμὴν ἦν, Ἀαρὼν ποιμὴν ἦν. ἐποίμαινες γάρ , φησι, τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. ποιμὴν ἦν καὶ ὁ Δαβίδ. ἐξελέξατο γάρ , φησιν, τὸν δοῦλον αὐτοῦ ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ Ἰσραὴλ, τὴν κληρονομίαν αὐτοῦ. τί τοίνυν τῇ προσηγορίᾳ τοῦ ποιμένος κρύπτεις τὴν ἀξίαν τοῦ καταγγελλομένου; διόρισαι σαφῶς, ὃ λέγεις. εὐκρινεῖ καὶ ἀσυγχύτῳ χρῆσαι τῇ φωνῇ τοῦ κηρύγματος. λέγεις· ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες. ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. ὁ δὲ ποιμὴν οὐδέπω κηρύττει τοῦ μηνυομένου τὴν ἀξίαν διὰ τὴν πρὸς ἄλλους ποιμένας ὁμωνυμίαν. Τί οὖν; οὐδέπω ἐνόησας τὴν ἀξίαν, φησίν, σαφηνίζω σοι τὴν ἀλήθειαν. ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. ὁρᾶς πῶς ἅπασαν ἐγύμνωσεν τοῦ προφητευομένου τὴν ἀξίαν; ὁρᾶς, πῶς τῷ βασιλικῷ καὶ ὑπερκοσμίῳ θρόνῳ τὸν βασιλέα τῆς δόξης ἀπήγγειλεν ἐποχεῖσθαι τὸ νῦν; ὅθεν καὶ ὁ σωτὴρ ἐπιβεβαιῶν τοῦ προφήτου τὴν πρόῤῥησιν βοᾷ διὰ τῆς εὐαγγελικῆς χάριτος· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ἐπειδὴ γὰρ ὡς ἄνθρωποι, φησίν, λογικοὶ τὸν θεὸν οὐκ ἐπέγνωτε, κἂν ὡς ἄλογα πρόβατα τὸν ποιμένα γνωρίσατε. Βουλόμενος δὲ ὁ προφήτης καὶ τὸν καρπὸν ἐπιδεῖξαι τῆς τοῦ ποιμένος ἐπιδημίας, ἐξέγειρον, φησὶν, τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. ἡ γὰρ τοῦ σωτῆρος ἐπιφάνεια πηγὴ πάσης εὐεργεσίας. ἐπεφάνη τοίνυν ὁ λυτρωτὴς πάσης τῆς οἰκουμένης πάντα ἀναλαβὼν εἰς ἑαυτὸν διὰ τὴν αὐτῷ πρέπουσαν ἀγαθότητα. ἐπειδὴ γὰρ εἶδεν πάντα τὰ ἐν ἀνθρώποις διαπεσόντα, καὶ τὴν ἱερωσύνην, ἣν δέδωκεν ἐν τῷ Ἰσραὴλ, καὶ τὴν προφητείαν, καὶ πάντα τὰ ἐξαίρετα, αὐτὸς ἀνακαινίζει δι’ ἑαυτοῦ τὰ ἑαυτοῦ δῶρα. καὶ πῶς; ἄκουε.