Καὶ ἵνα, ἀδελφοί, μὴ νομισθῇ Παῦλος ξενίζειν ἐπὶ τῶν δογμάτων τὸν θεὸν εἰσάγων παρακαλοῦντα ἀνθρώπους, λάβε παλαιᾶς μαρτυρίας ἀπόδειξιν. Λέγει Ἡσαΐας ὁ προφήτης πρὸς τὴν Ἱερουσαλήμ· Παρακαλέσει σε ὁ ὀνομάσας σε. Παρακαλεῖ σε ὁ πατήρ, παρακαλεῖ ὁ υἱός. Λέγει γὰρ· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι πάντας τοὺς πενθοῦντας. Ἄλλως τε καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι τοῦ πνεύματος τὴν ὁμότιμον δόξαν φησίν· Ἐπειδὰν ἀπέλθω, ἄλλον παράκλητον πέμψω. Ἄλλος δὲ οὐκ ἂν εἴη, μὴ ἑτέρου προτεταγμένου. Ἐμφαίνεται τοίνυν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει πυρὸς γλωσσῶν. Διὰ τί οὖν γλῶσσαι; Διὰ τὸ τοῦ κηρύγματος χρήσιμον. Ἐπειδὴ γὰρ γλώσσης ἐδέοντο οἱ ἀπόστολοι πρὸς τὸ πληρῶσαι διὰ τοῦ κηρύγματος τὰ πέρατα τῆς οἰκουμένης, ὃ ἔμελλεν ἐνεργεῖν τὸ πνεῦμα τὸ ἅγιον , τοῦτο σχηματίζεται κατὰ τὴν δωρεάν. Ἄλλως τε καὶ δι’ ἀρχαίαν ὑπόθεσιν. Ἐπειδὴ γὰρ τότε οἱ γίγαντες ἐθεομάχουν καὶ πύργον ἐβούλοντο κατασκευάσαι, γλώσσας ὁ θεὸς ἀποστείλας ἐμέρισε τῶν κακῶν τὴν συμφωνίαν, ἀποστέλλει καὶ νῦν ἐνεργείας γλωσσῶν, ἵνα συνάψῃ τὴν διαμερισθεῖσαν οἰκουμένην. Καὶ ἦν πρᾶγμα ξένον. Γλῶσσαι τὴν οἰκουμένην ἔτεμον· γλῶσσαι τὴν οἰκουμένην συνῆψαν, γλῶσσαι διὰ τὸ κήρυγμα. Πυρὸς δὲ διὰ τί; Ἐπειδὴ ὑλομανήσασα ἡ ἀσέβεια, καὶ πάντα τὸν κόσμον συνδήσασα δίκην ἀκάνθης κατεῖχεν, ἀποστέλλει πυρίνας γλώσσας ἀναλίσκουσας τὴν ἄκανθαν τῆς ἀσεβείας. Αὐτὸς γὰρ ἐστιν ὁ λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ οὐκ ἀφανιστικόν. Τὸ γὰρ τοῦ θεοῦ πῦρ οὐ καίει ἀλλ’ ἁγιάζει. Διὰ τοῦτο τῷ Ἡσαΐᾳ ἀπεστάλη ἓν τῶν χερουβὶμ ἔχον ἄνθρακα πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ὡς ἐπέθηκε τοῖς χείλεσιν αὐτοῦ, φησὶ πρὸς αὐτόν· Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου. Ταύτην τοίνυν τὴν ἑορτὴν τῆς τοῦ ἁγίου πνεύματος ἐπιδημίας σεμνῶς ἑορτάζοντες, δόξαν ἀναπέμψωμεν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἁγίῳ πνεύματι. Τίμησον τοῦ πνεύματος τὴν ἐπιφοίτησιν. Τιμᾶται δὲ πνεύματος ἐπιφοίτησις ἐν συγχωρήσει ἁμαρτημάτων. Ὅπου γὰρ πνεῦμα ἅγιον, ἐκεῖ ἄφεσις. Φησὶ γὰρ ὁ κύριος· Λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. Τὸ πνεῦμα τὸ ἅγιον κηρύττει τὸ ἐλευθεροῦν. Οἷον· ἐλευθεροῖ πατήρ, ἐλευθεροῖ υἱός, ἐλευθεροῖ τὸ πνεῦμα τὸ ἅγιον. Δοῦλος δὲ ἐλευθερίαν παρέχειν οὐ δύναται. Ὃ γὰρ μὴ ἔχει οὐ χαρίζεται. Διὰ τοῦτο, ἵνα μάθῃς καινὴν ἐλευθερίαν υἱοῦ καὶ πνεύματος, ὁ σωτὴρ περὶ ἑαυτοῦ λέγει· Ἐὰν μὴ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε. Ἀπέδωκεν ἑαυτῷ τὴν ἐλευθερίαν. Πάλιν ὁ Παῦλος λέγει· Οὕτω κατοπτριζόμεθα, ὡς ἀπὸ κυρίου πνεύματος· ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Ποτὲ μὲν πνεῦμα το ἅγιον λέγεται, ποτὲ δὲ πνεῦμα υἱοῦ, ποτὲ δὲ πνεῦμα πατρός, οὐκ ἐν συγχύσει κηρυττόμενον, ἀλλὰ τὸ ἀδιάσπαστον τῆς θείας οὐσίας ἑρμηνευόμενον. Ὁ υἱὸς καλεῖ αὐτὸ πνεῦμα τοῦ πατρός· Μὴ μεριμνήσητε γάρ φησι τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός. Ὁ υἱὸς λέγει τὸ πνεῦμα τοῦ πατρός. Ὁ Παῦλος λέγει τὸ πνεῦμα τοῦ υἱοῦ. Λέγει γὰρ οὕτως· Ὅτι δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ πατήρ. Ζωοποιεῖ καὶ τὸ πνεῦμα. Λέγει γάρ· Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἶδες πατέρα καὶ υἱὸν ζωοποιοῦντας. Βλέπε δὲ πάλιν τὸν ἀπόστολον, μᾶλλον δὲ αὐτὸν τὸν σωτῆρα δι’ αὐτοῦ λέγοντα· Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐδὲν ὠφελεῖ. Ἔτι δὲ συντομώτερον χρήσομαι τῷ λόγῳ. Αἱ χειροτονίαι τῶν ἐκκλησιῶν ποτὲ μὲν ἐπιγράφονται ὑπὸ τοῦ Παύλου τῷ πατρί, ποτὲ τῷ υἱῷ, ποτὲ δὲ τῷ πνεύματι. Οἷον, ὅταν περὶ τοῦ πατρὸς λέγῃ χειροτονοῦντος τὰ ἐν τῇ ἐκκλησίᾳ ἀξιώματα, φησίν· Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους , καὶ τὰ ἑξῆς. Ἐνταῦθα τῷ πατρὶ ἐπέγραψε τὰς χειροτονίας, ὅτι αὐτός ἐστιν ὁ αὐθεντῶν καὶ καθιστῶν. Ἀλλαχοῦ πάλιν ὁ αὐτὸς Παῦλος τῷ υἱῷ ἐπιγράφει. Λέγει γάρ· Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα· καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους. Βλέπε τὴν αὐθεντίαν διὰ τοῦ ῥήματος. Οὐκ εἶπε· Καὶ αὐτὸς ὑπούργησεν, ἀλλ’ Ἔδωκεν , ἐξ ἰδίας αὐθεντίας, οὐ μεμερισμένης καὶ ἀπεσχισμένης τῆς τοῦ πατρὸς βασιλείας. Ἃ γὰρ βούλεται ὁ πατήρ, βούλεται καὶ ὁ υἱός, καὶ ἃ βούλεται ὁ υἱός, τούτοις συνευδοκεῖ καὶ ὁ πατήρ. Ἃ τοίνυν ἐπέγραψε τῷ πατρὶ καὶ τῷ υἱῷ, ὁ αὐτὸς πάλιν τῷ ἁγίῳ πνεύματι τὰς χειροτονίας ἀνατίθησι, μετακαλούμενος τοὺς Ἐφεσίους πρεσβυτέρους, καὶ λέγων αὐτοῖς – Παῦλος ὁ ταῦτα εἰρηκὼς καὶ ταῦτα φθέγγεται –· Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν. Βλέπε τοῦ ῥήματος τὴν συμφωνίαν. Οὐκ εἶπεν ἐπὶ τοῦ πατρὸς τὸ Ἔθηκεν, ἐπὶ δὲ τοῦ πνεύματος τὸ Ἔταξεν, ἀλλὰ τῇ αὐτῇ λέξει· Ἔθετο ὁ θεὸς καὶ πατὴρ ἐν τῇ ἐκκλησίᾳ, ἔθετο τὸ πνεῦμα ἅγιον ἐν τῇ ἐκκλησίᾳ. Νομοθετεῖ πατὴρ ἐν τῇ ἐκκλησίᾳ. Νομοθετεῖ πατὴρ ὡς βασιλεὺς τῶν αἰώνων, περὶ οὗ φησιν ὁ Δαυίδ · Τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἠβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου. Νομοθετεῖ οὖν πατήρ, νομοθετεῖ υἱός. Ἄκουε Παύλου λέγοντος· Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ . Ἔδειξε τὸν πατέρα νομοθετοῦντα, ἔδειξε τὸν υἱὸν νομοθετοῦντα. Ὁ αὐτὸς καὶ τῷ ἁγίῳ πνεύματι τὸ τῆς νομοθεσίας ἀξίωμα διδούς, μᾶλλον δὲ οὐ διδούς, ἀλλ’ ἀποδιδούς φησιν· Ὁ γὰρ νόμος τοὺς πνεύματος τῆς ζωῆς ἡλευθέρωσέ με ἐν Χριστῷ Ἰησοῦ . Οὐχ ὅτι τρεῖς εἰσι νομοθέται. Εἷς γὰρ νόμος καὶ εἷς νομοθέτης. Εἷς θεός, κἂν ἐν τρισὶ προσώποις κηρύττεται. Καὶ πῶς φησι δύναται πατὴρ λέγεσθαι θεὸς καὶ θεὸς υἱὸς καὶ πνεῦμα ἅγιον θεὸς καὶ οὐ τρεῖς θεοί; Ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὰ καὶ τὰ ὀνόματα τοῦ ἀξιώματος. Οἷον· ὁ θεὸς τὰ εἰς πλήθη διῃρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ. Καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τὸν τῇ οργῇ ὑποκείμενον, ἕνα καλεῖ ἄνθρωπον. Καὶ ὅτε διαλλάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλέγεται. Οἷον· ἐπάγει κατακλυσμὸν διὰ τὰς ἁμαρτίας ὁ θεὸς καὶ λέγει· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. Ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα. Καίτοι γε οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες ἄπειροι. Τῷ δὲ ὀνόματι τῆς φύσεως τοὺς πάντας ὡς ἕνα ἐκάλεσεν, ὡς ἕνα ἄνθρωπον πάντα τὸν κόσμον, διὰ τὸ κοινὸν τῆς οὐσίας. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; , φησὶν ὁ Δαυίδ . Οὐχ ὅτι ἕνα ἐπεσκέψατο. Πᾶσαν γὰρ τὴν οἰκουμένην ἤγειρεν. Ἑνὶ δὲ συντόμῳ χρήσομαι λόγῳ διὰ Μωϋσέως εἰρημένῳ, ὅτι ἐξῆλθε Φαραὼ κατὰ τὴν θάλασσαν καὶ ὑπέσχε τῷ νόμῳ τῷ θείῳ τὴν τιμωρίαν. Φαραὼ πίπτει μετὰ μυρίων ἁρμάτων ἐν τῇ θαλάσσῃ. Καὶ ἦσαν πολλοὶ ἄνθρωποι βυθισθέντες μετ’ ἐκείνου καὶ ἵπποι πολλοί. Ὁ δὲ Μωϋσῆς εἰδὼς ὅτι μία ἐστὶ πάντων ἡ φύσις τῶν ἀνθρώπων λέγει· Ἄισωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. Τὰ πλήθη τῶν ἀνδρῶν ἕνα ἄνθρωπον ἐπιβάτην διὰ τὴν κοινωνίαν τῆς οὐσίας ὠνόμασεν.