Πᾶσα μὲν ἡμέρα φαιδρὰ τὴν ἡλιακὴν ἀκτῖνα φέρουσα καὶ τὸ κοινὸν κατεστολισμένη φῶς. Οὕτω γὰρ καὶ ὁ δεσπότης καλλωπίσας τὴν κτίσιν, παρήγαγεν εἰς μέσον. Ἔχει δὲ πλέον εἰς εὐφροσύνην ἡμέρα ἑορτῆς πανηγυρικὴ καὶ πανέορτος λόγῳ καὶ λατρείᾳ θεοῦ τετιμημένη. Διπλῆν ἐπιδείκνυσι τὴν εὐπρέπειαν, τό τε τῆς φύσεως ἄνθος φέρουσα καὶ τὸ τῆς εὐσεβείας κάλλος ἐπιδεικνύουσα. Τοιαύτη καὶ ἡ σήμερον ἑορτή, τὸν μὲν αἰσθητὸν τοῦ σώματος ὀφθαλμὸν καταλάμπουσα, τὸ δὲ νοερὸν ὄμμα τῆς διανοίας ταῖς ἀκτῖσι τοῦ λόγου φωτίζουσα. Ἔστι γὰρ σήμερον μία τῶν τριῶν τῶν ἐπισήμων καὶ τῶν ἐν νόμῳ κηρυττομένων καὶ διὰ τῆς εὐαγγελικῆς χάριτος ᾀδομένων. Ἐν ταύτῃ τῇ ἡμέρᾳ κατὰ τὴν παλαιὰν διαθήκην ἐδόθη νόμος. Ἐν ταύτῃ κατὰ τὴν νέαν χάριν ἐδόθη τοῦ πνεύματος ἡ ἐπιφοίτησις· Ἐν ταύτῃ τῇ ἡμέρᾳ Μωϋσῆς τοῦ νόμου τὰς πλάκας ἐδέξατο. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ χορὸς τῶν ἀποστόλων ἐδέξατο τοῦ πνεύματος τὴν κάθοδον ἀντὶ τῶν πλακῶν τῶν δοθεισῶν διὰ Μωϋσέως . Λέγει γὰρ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γράφων ὁ μακάριος Παῦλος · Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Ζητεῖτε δὲ εἰ ἀληθῶς κατὰ ταύτην τὴν ἡμέραν ἐδόθη ὁ νόμος. Οὐ γὰρ ῥητῶς ἐγγέγραπται ἐν τῇ παλαιᾷ διαθήκῃ ὅτι τῇ πεντηκοστῇ ἐδόθη νόμος· Ἀλλὰ τοῖς ἐρευνῶσι τὰ θεῖα γράμματα ἀνακύπτει θησαυρὸς τῆς γνώσεως. Ἴδωμεν οὖν ποία ἡμέρα καθ’ ἣν ἐδόθη νόμος. Λέγει γὰρ ὁ μακάριος Μωϋσῆς – διὸ προσέχετε ἀκριβῶς –· Τῷ τρίτῳ μηνὶ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου , εἶπε κύριος τῷ Μωϋσῇ · Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγνίσουσιν ἑαυτοὺς σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ ὀφθήσομαι. Προσέχετε ἀκριβῶς. Τῷ πρώτῳ μηνὶ ἔξοδος Αἰγύπτου · Τεσσαρεσκαιδεκάτη δὲ ἦν τοῦ πρώτου μηνός. Τίθει τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν, μετ’ ἐκείνην καὶ τὰς ἡμέρας πληρούσας τὸ μῆνα, τουτέστι, δεκαεπτά, καὶ τὰς τριάκοντα τοῦ δευτέρου. Καὶ ἐν τῇ τεσαρακοστῇ ὀγδόῃ ἡμέρᾳ τοῦ δευτέρου μηνὸς ἔλεγεν ὁ θεός· Διαμάρτυραι τῷ λαῷ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ τοῦ μηνὸς ὀφθήσομαι. Τριάκοντα οὖν τοῦ δευτέρου, δεκαεπτὰ δὲ τοῦ πρώτου καὶ τρεῖς τοῦ τρίτου. Καὶ βλέπε τῶν πραγμάτων τὴν συμφωνίαν. Ὅτε ὤφθη ὁ θεὸς ἐν τῷ ὄρει Σινᾶ , ὤφθη ὡς πῦρ καιόμενον. Ὅτε ἐπεφάνη τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις, ἐπεφάνη ἐν εἴδει πυρός· Ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν. Καὶ ὥσπερ, ἀδελφοί, ἐπιφαινομένου τοῦ θεοῦ κατὰ τὴν παλαιὰν διαθήκην πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα. Καὶ γὰρ καὶ γνόφος καὶ θύελλα καὶ σάλπιγξ καὶ βροντὴ περιεῖχε τὸ ὄρος, ἵνα παρασκευάσῃ τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου. Οὕτω καὶ τοῦ ἁγίου πνεύματος μέλλοντος ἐπιφοιτᾶν, ἵνα μὴ τὸ αὔθωρον τῆς παρουσίας εἰς ῥᾳθυμίαν ἐνέγκῃ τοὺς δεχομένους, ἀλλὰ μάθωσι τοῦ πνεύματος τὴν ἀξίαν ἐπιφοιτῶσαν, ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα προέδραμεν, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος ἐγένετο. Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐγένετο ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας. Καὶ τότε ὤφθη τὸ πνεῦμα τὸ ἅγιον καὶ συνέσεισε τὸν οἶκον, μεριζόμενον οὐ τὴν φύσιν, ἀλλὰ τὰς ἐνεργείας μερίζον. Οὐ γὰρ διαιρεῖται τὸ πνεῦμα, ἀλλὰ διαιρεῖ τὰ χαρίσματα, ὡς μαρτυρεῖ Παῦλος · Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται , διαιροῦν, οὐ διαιρούμενον, μερίζον, οὐ μεριζόμενον, αὐθεντοῦν, οὐκ αὐθεντίᾳ ὑποκείμενον. Καὶ ἣν ἔδωκε τῷ πατρὶ τιμὴν τῆς αὐθεντίας Παῦλος λέγων· Ὁ δὲ θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν , τὴν αὐτὴν φωνὴν εἶπε καὶ ἐπὶ τοῦ πνεύματος λέγων· Ταῦτα δὲ πάντα, φησίν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. Ἀλλ’ ἐκλήθη τὸ ἅγιον πνεῦμα παράκλητον. Διὰ τὶ ἀλλ’ ἢ διὰ τὸ παρακαλεῖν ἀνθρώπους, τουτέστι, παραμυθεῖσθαι; Ἐπὶ δὲ τῆς γραφῆς τὸ ἰδίωμα τοῦτο εὑρήσεις. Παράκλησιν λέγει ὁ ἀπόστολος τὴν παραμυθίαν. Παρακαλεῖ δὲ οὐχ ὡς δεύτερον θεοῦ, ἀλλ’ ὡς θεός. Καὶ γὰρ θεοῦ ἴδιον τὸ παρακαλεῖν. Λέγει γὰρ ὁ ἀπόστολος , ἵνα μὴ τοῦ παρακλήτου προσηγορίαν ὑβρίσῃς· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν.