1. Corinth. 2. v. 10. χ θὲς ἡμῖν ὁ λόγος εἰς τὴν τοῦ μεγάλου ἀετοῦ θεωρίαν κατέληξεν· ἀετοῦ τοῦ λογ’ α̅ μεγάλου καὶ πνεύματι πνι τὸν οὐρανὸν οὐνὸν καὶ τὰς ὑπερκοσμίους δυνάμεις ὑπερβάντος· καὶ ἁπ’ αὐτῆς τῆς κορυφῆς τῶν ἁπάντων ἀρξαμένου· ἰωάννης γὰρ ἡμῖν προ εκήρυξεν ἀετὸν δεικνὺς ἑαυτὸν ὑψηλότερον πάσης κτίσεως γενόμενον, ὡς περὶ τῆς ἀκτίστου φύσεως φιλοσοφήσαντα· ὃς ὑπερέβη μὲν τὴν κτίσιν ὑπὲρ πᾶσαν ἀετοῦ φύσιν· ὑπερέβη δὲ πάσης βροντῆς μόνος τὴν ὑπερ κόσμιον φιλοσοφίαν· ἡ δὲ βροντὴ φοβεῖ καὶ ἀρδεύει ἀρδεύει μὲν διὰ τῶν νεφῶν φοβεῖ δὲ καὶ καταπλήττει διατῆς φωνῆς· μερίζει τοίνυν καὶ ἡ ἰω άννου φωνὴ ἀρδεύουσα μὲν τὴν ἐκκλησίαν· καταπλήττουσα δὲ τῶν αἱ ρετικῶν τὸ σύστημα· ὅτ’ ἂν γὰρ τὰ μάταια εἴπωσιν· ὅτ’ ἂν γνῶντες τὰ ὄντα μὴ ὡς ὄντα εἰπεῖν τολμήσωσιν· ὅτ’ ἂν τὴν ἀνθρωπίνην διάλεκτον κατὰ τῆς θείας γραφῆς στρατεύσωσι· τότε βοᾶ ἰωάννης τὸ ἦν πρὸ τοῦ οὐκ’ ἦν· ἐν ἀρχῆ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν θν καὶ θεὸς θς ἦν ὁ λόγος· τῇ φωνῇ καταπλήττων τοὺς ἐναντίους ἐπιμαρτυροῦντος τοῦ δαυίδ δαδ καὶ λέγοντος· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνῆς βροντῆς σου δειλιά σωσιν· ἐναρχῆ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν καὶ θεὸς θς ἦν ὁ λόγος· ἐπειδ’ γὰρ ἀπαθὴς ἡ τοῦ λόγου γέννησις λόγον λέγει ἵνα ἀπὸ τῶν κατὰ σὲ τὰ ὑπὲρ σὲ παιδεύση· ὅτι ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πάθει γεννᾶ· οὐ τέμνεται· οὐ ρεῖ· οὐδὲ ἀλλό τι τῶν σωματικῶν ὑφίσταται· οὕτως ἡ ἀ παθὴς γέννησις ἄφραστος καὶ ἀκατάληπτος· οὐ τεμνομένη· οὐ μερι ζομένη· ἀλλ’ ὑπὸ τῶν μὲν αἱρετικῶν τεμνομένη κακῶς, ὑπὸ δὲ τῆς εὐ σεβείας ἑνουμένη καλῶς· διατί τοῦτο παρητήσατο καὶ οὐκ εἶπεν ἐν ἀρ χῆ ἦν ὁ υἱὸς ἵνα μὴ ἡ τοῦ υἱοῦ προσηγορία πάθους γέννησιν εἰσαγάγη· ἀλλὰ λέγει αὐτὸν λόγον ἵνα τὸ ἀπαθὲς παραστήση τῆς γεννήσεως· καὶ ἵνα μὴ προφορικὸν λόγον νομίσης ἐπήγαγε καὶ θεὸς θς ἦν ὁ λόγος· ἵνα ἀπὸ τοῦ μὲν λόγου τὸ ἀπαθὲς ἀπὸ δὲ τοῦ θεοῦ θυ τὴν ἀξίαν νοήσης· εἶτα εἰσηγησάμενος αὐτοῦ τὰ τῆς γεννήσεως εἰσάγει καὶ τὸ δυνατὸν τῆς δημιουργίας ἀξίωμα· πάντα δι’ αὐτοῦ ἐγένετο· πάντα τὰ γενόμενα οὐχ’ ὡς οἱ τῶν αἰρετικῶν παῖδες καὶ τὸ πνεῦμα πνα τὸ προσκυνητὸν τολμῶσι τῆ λέξει ταύτη συμπαραλαβεῖν τῆ λέγοντες· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ, γέγονεν ἐν αὐτῷ· εἴτι οὖν γέγονεν ἐν αὐτῷ οὐχ’ ὴ ἄκτιστος φύσις τοῦ πνεύματος πνς · ἀλλ’ εἴρηται φησὶ πάντα· ἀ λλ’ ὴ τὰ πάντα φωνὴ οὐ περιλαμβάνει τὴν ἄκτιστον φύσιν μετὰ τῆς κτισῆς· εἰδὲ τῆ πάντα φωνῆ προσέχων κατετόλμησας τῆς ἁγίας φύ σεως; ἐὰν ἀκούσης τοῦ κυρίου κυ λέγοντος· πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέ πται ἦσαν καὶ λησταὶ, τί ἂν εἴποις· μωϋσῆν ἐὰν ληστὴν ὀνομάζης; καὶ τοὺς προφήτας κλέπτας προσαγορεύεις; πάντες γὰρ ὅσοι πρὸ ἐμοῦ ἦλθον φησὶν· ἡ δὲ ἔννοια μερίζει καὶ περὶ τίνων ὁ λόγος καὶ πρὸς τίνας καὶ τὰ νῦν δημιουργίας ὁ λό γος· καὶ τὴν δημιουργίαν λέγει δι’ αὐτοῦ γεγενῆσθαι· οὐ τὴν τοῦ πνεύματος πνς οὐσίαν τὴν οὕτως γνωρίζουσαν τὰ τοῦ θεοῦ θυ ὡς τὸ τοῦ ἀνθρώπου ἀνου πνεῦμα πνα τὰ ἐν αὐτῷ· κα θῶς λέγει παῦλος· οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου ἀνου εἰ μὴ τὸ πνεῦμα πνα τοῦ ἀνθρώπου ἀνου τὸ ἐν αυτῷ· εἰ οὐν τὸ πνεῦμα πνα τὸ ἐμὸν ἀλλότριον τῆς ἐμῆς φύσεως· καὶ τὸ πνεῦμα πνα τοῦ θεοῦ θυ ἀλλότριον τῆς τοῦ θεοῦ θυ φύσεως· τὸ γὰρ πνεῦμα πνα φησὶ πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ θυ · ἀλλ’ ὁ αἱρετικὸς μὲν τὸ ἐρευνᾶ ἀκούει τὴν δὲ ἔννοιαν κακῶς ἐκλαμβάνει· εἰ γὰρ ἤδη φησὶ τὸ πνεῦμα πνα τὰ ἐν τῷ θεῷ θῷ οὐκ ἂν ἠρεύνα· μαρ τυρεῖ γὰρ αὐτοῦ τῆ ἐννοία ἡ ἔρευνα· εἰ τοίνυν τὸ ἐρευνᾶν τὸ πνεῦμα πνα τὸ ἅ γιον τὰ βάθη τοῦ θεοῦ θυ ἀγνοίας κατηγορίαν αὐτῷ ἐπάγη· ὅτ’ ἂν εἴδης τὸν θεὸν θν ἐρευνῶντα τὰς καρδίας τῶν ἀνθρώπων ἀνων ἀγνοίας αὐτοῦ καταψηφί ζη; ἄκουε γοῦν τοῦ παύλου λέγοντος ὂς περὶ τοῦ πνεύματος πνς εἶπε· τὸ πνεῦμα πνα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ θυ · οὕτως καὶ περὶ τοῦ θεοῦ θυ φιλοσοφῶν ὁ παῦλος φησὶν· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος πνς · εἰ οὖν θεὸς θς ἐρευνᾶ ἀγνοῶν· καὶ τὸ πνεῦμα πνα ἀγνοῶν ἐρευνᾶ αλλ’ ἵ να μάθης ὅτι τὸ ἐρευνᾶν οὐκ ἀγνοοῦντος ἐστὶν ἀλλ’ εἰδότος, ἐπήγαγεν· οὕτω καὶ τὰ τοῦ θεοῦ θυ οὐδεὶς ἔγνω εἰ μὴ τὸ πνεῦμα πνα τοῦ θεοῦ θυ · καὶ γνῶσιν ἐπιγράφει τῶ πνεύματι πνι οὐ τὴν ἐκ τῆς φύσεως κατάληψιν ἀλλὰ τὴν ἐκ τῆς φύσεως ἐ πίγνωσιν· τοιγαροῦν μὴ μέριζε τὴν ἀμέριστον φύσιν· μὴ τέμνε τὴν ἀ διαίρετον οὐσίαν· γνώριζε τὴν δύναμιν, ἧς κέκληται ὁ πατὴρ πὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον· περὶ μὲν γὰρ τοῦ πατρὸς πρς λέγει ὁ υἱὸς· ὅτ’ ἂν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως· καὶ δύναμιν εἰρηκὼς ἔστησε τὴν δόξαν ἵνα θαυμάσης τὴν ἔννοιαν· αὐτὸν τὸν θεὸν θν καλέσας δύναμιν πρὸς καϊάφαν διαλεγόμενος· ὅτ ἂν ἴδητε τὸν υἱὸν τοῦ ἀν θρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως· δύναμις οὖν ὁ πατὴρ πὴρ · δύναμις δὲ καὶ ὁ υἱὸς· χριστὸς χς θεοῦ θυ δύναμις καὶ θεοῦ θυ σοφία· δύναμις καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον· λέγει οὖν ὁ σωτὴρ σὴρ τοῖς μαθηταῖς μείνατε ἐν ἰερουσαλήμ ἕως οὓ ἐνδύσησθε δύναμιν ἐξ ὕψους· εἰδὼς οὖν τὴν ὁμόνοιαν ταύτην δύ ναμιν ἔχε τὴν πίστιν ἀσάλευτον· μὴ μερίσης τὴν δόξαν τὴν ἀκατά ληπτον· ἐπίγνωθι τὰς συνθήκας τοῦ φωτίσματος· βλέπε τοὺς υἱοὺς τῆς χάριτος διὰ τοῦ μεγάλου ἀρχιερέως ἀνθήσαντας· βλέπε τὰ τέκνα τοῦ φωτὸς δραμόντα πρὸς τοὺς κήρυκας τοῦ φωτὸς· δεῖ γὰρ τοὺς ἀπὸ τοῦ φωτίσματος ἀναγεννηθέντας δραμεῖν πρὸς τοὺς τὴν οἰκουμένην ἀναγεννήσαντας· εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ προφήτου καὶ τῶν ἀπο στόλων· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ζῶ ἐγὼ λέγει κύριος κς , ὅτι πάντας αὐτοὺς ἐνδύσω ὡς κόσμον νύμφης· ἔστηκεν ἡσαΐας σήμερον λέγων πρὸς τὰ τῶν φωτισθέντων πλήθη· τοὺς γεννηθέντας ἐκ πνεύματος πνς ἁγίου· τοὺς ἀθρόον ἀνακαινισθέντας· τοὺς ἐν μιᾶ ῥοπῆ μεταβληθέντας· τοὺς ἀπογηΐνης καταστάσεως εἰς οὐράνιον οὐνιον εἰκόνα μεταποιηθέντας· ἐκπλήττεται γὰρ ἡσαΐας λέγων· τίς ἴδε τίς ἤκουσε τοιαῦτα ὅτι ἔτεκεν ἡ γῆ τὰ τέκνα αὐτῆς ἐν ἡμέρα μιᾶ· ἔτεκεν ἡ γῆ παιδία αὐτῆς ἐν ἡμέρα μιᾶ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ· ταχεῖα γὰρ τοῦ πνεύματος πνς ἡ ἀναγένησις· οὐκ ἀναμένει χρόνον· οὐ δουλεύει καῖροις καὶ γενεαῖς· ἀλλ’ ἅμα βούλεται ἅμα τίκτεται τὸ ἀναγεννώμενον· ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς ἅπασαν τὴν ἀγορὰν πομπεύειν καὶ ἀναφωνεῖν ἐκεῖνον τὸν δι’ αὐτοὺς ἐλθόντα κάτω ἵνα ἅπασαν τὴν οἰκουμένην ἀναγάγη πρὸς αὐτὸν ἄνω· χριστὸς χς κατῆλθεν ἐκ τῶν οὐρανῶν οὐνῶν κατῆλθεν οὐ μεταστὰς τῶν οὐρανῶν οὐνῶν ἀνῆλθεν οὐ μετα στὰς τῆς γῆς· οὔτε γὰρ κατελθὼν τοὺς οὐρανοὺς οὐνοὺς ἐρήμους κατέλιπεν, οὔτε ἀνελθὼν ἔρημον τὴν γῆν τῆς ἑαυτοῦ ἐπιστασίας ἀπέλιπεν· ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς τὴν λαμπάδα τοῦ λόγου περιφέρειν ἐν ταῖς ἀγοραῖς· οὐχ’ ὑβρίζετο τὸ μυστήριον οὐκ ἀτιμάζετο τῶν νεο φωτίστων ὁ χαρακτὴρ τῆς ἀληθείας· ἔπρεπε καὶ αὐτοῖς ἐν πλατεί αις ὑμνεῖν· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρη σίαν ἄγει ἐπ’ ἄκρων δὲ τειχέων κηρύττεται· καθάρωμεν τὸν ἀέρα ὃν ἐμίανε τὰ πορνικὰ ἄσματα λέγοντες· καὶ ἔχρανον δὲ ποτὲ βοαὶ ἀ σεβῶν καὶ ὁλολυγμοὶ τῶν ἐπιτελοῦντων τὰ τῶν δαιμόνων μιάσματ’· ἐκαθαρίσθησαν τῷ λόγω τοῦ φωτὸς καὶ ὁ ἀὴρ καὶ ἡ γῆ καὶ ὁ οὐρανὸς οὐνὸς · ὥσπερ γὰρ στενάζει καὶ ὁ οὐρανὸς οὐνὸς καὶ ἡ γῆ ἐπὶ τῇ κακίᾳ τῶν ἀσεβῶν, οὕτως εὐφραί νεται πάλιν ἐπὶ τῆ δικαιοσύνη τῶν κατορθοῦντων· ὅτ’ ἂν μὲν γὰρ ἁμαρ τάνη ἄνθρωπος ἄνος · ἀγανακτεῖ ὁ οὐρανὸς οὐνὸς ἀγανακτεῖ δὲ καὶ ἡ γῆ ὡς φησὶν ἱερεμίας· ἐξέστη ὁ οὐρανὸς οὐνὸς ἐπὶ τοῦτο καὶ ἔφριξεν ἡ γῆ ὅτι δύο καὶ πονηρᾶ ἐποίησεν ὁ λαὸς· ὁρᾶς πῶς φρίττει ὁ οὐρανὸς οὐνὸς καὶ ἡ γῆ ἁμαρτανόντων τῶν ἀνθρώπων ἀνων με ταποιούντων δὲ ἑαυτοὺς εἰς εὐσέβειαν· ἄκουε τοῦ προφήτου λέγοντος· εὐφραινέσθωσαν οἱ οὐρανοὶ οὐνοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· ῥηξάτω τὰ ὄρη εὐφρο σύνην, ὅτι ἠλέησεν ὁ θεὸς θς τὸν λαὸν αὐτοῦ· λεγέτω καὶ ἡ ἐκκλησία ἡ τοσούτῳ ὄχλω καὶ λαῶ κομῶσα· ἐγὼ κατελήφθην ποτὲ μόνη οὗτοι δέ μοι ποῦ ἦσαν· ἐγὼ ἄτεκνος καὶ χήρα τούτους δέ μοι τίς ἐγέννησε· λεγέτω καὶ τὰ τέκνα τῆς ἐκκλησίας τὰ συνεχόμενα τῶ πλήθει πρὸς τὸν θεὸν θν τὴν φωνὴν τῶν προφητῶν· στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω· ὅτε γὰρ ἤκμαζε τὰ τῆς αἱρέσεως· ὅτε ἐπενέμετο τὴν πόλιν ταύτην ἡ νομὴ τῆς αἱρέσεως, ἀνείλωτο τὰ τέκνα τῆς ἐκκλησίας· καὶ ὥσπερ ἀκρὶς ἐπελθοῦσα τῆ ὑπ’ οὐρανὸν οὐνὸν ἀναλίσκει τοὺς καρποὺς αὐτοὺς, οὕτως ἡ φθοροποιὸς διδασκαλία τοὺς καρποὺς τῆς ὄντως διδασκαλίας ἀνήλισκε καὶ τῆς εὐσεβείας· ἀλλὰ σήμερον ἐξεβλήθη ἡ φθοροποιὸς διδασκαλία καὶ εἰσῆλθεν ἡ σωτήριος σριος χάρις ἀναγεννῶ σα τὸν λαὸν καὶ λέγουσα πρὸς αὐτόν· νῦν ἀνταποδώσω ἀντὶ τῶν γόνων ὧν κατέφαγεν ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ ἡ ἐρυσίβη· τί φιλονεικεῖς αἰ ρετικὲ μετὰ ἰουδαίων κρύψαι τὴν δόξαν τοῦ μονογενοῦς· ἐκεῖνοι μὲν ἔκρυψαν τὴν ἀνάστασιν ὅσον ἐπ’ αὐτοῖς σὺ δὲ κρύπτεις τὴν θεότητα ὅσον ἐπὶ σοῦ· ἀλλ’ οὔτε ἐκεῖνοι ἐπιγράφουσι τὴν ἀλήθειαν οὔτε σὺ συνῆκας τὴν εὐσέβειαν· ἄκουε γοῦν τοῦ προφήτου λέγοντος· ἐκάλυψεν οὐρανοὺς οὐνοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρις ἡ γή· τῆς αἰνέσεως οὐ τῆς καταλήψεως· πίστεως οὐκ ἐξετάσεως· ἀγάπης οὐ ζητήσεως· οὐ ζητεῖν ἐδιδάχθημεν ἀλλὰ πιστεύειν ἐπαιδεύθημεν· πιστεύοντες φωτιζόμεθα οὐ πολυπραγμονοῦντες βαπτιζόμεθα· μὴ ἀπατά τω σε τῶν αἱρετικῶν τὰ συστήματα βάπτισμα γὰρ ἔχουσιν οὐ φώτισ μα· καὶ βαπτίζονται μὲν σώματι, ψυχὴ δὲ οὐ φωτίζονται· ὥσπερ γὰρ καὶ σίμων ἐβαπτίσθη ἀλλ’ οὐκ ἐφωτίσθη οὕτως καὶ αὐτοὶ ἀκολούθως εὑ ρίσκονται· ἀγαλλιάσθω τοίνυν τὰ πνεύματα πνατα τῶν ἀποστόλων· τὰ τῆ πνευματι πνι κῆ σαγίνη τὸν πολὺν τοῦτον λαὸν σαγινεύσαντα διὰ τοῦ ἁγίου πνεύματος πνς · νῦν πεπλήρωται ἐν ὀφθαλμοῖς ἡμῶν ἡ προφητικὴ φωνή· ἐν ταῖς ἐσχά ταις ἡμέραις λέγει ὁ θεὸς θς · οὐκέτι μὴ εἴπωσιν ἰδοὺ ἡ κιβωτὸς διαθήκης ἁγίου ἰσραὴλ ἰὴλ ἀντὶ τοῦ ἡ παλαιὰ λατρεία· οὐδὲ μὴ ἀναβήσεται εἰς τὴν καρ δίαν αὐτῶν ἡ διαθήκη τῆς κιβωτοῦ· διατί, ὅτι ἰδοὺ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευοντὰς καὶ ἁλιεῖς· περιέγραψε τὴν κιβωτὸν τὴν παλαιὰν καὶ εἰσήγαγε τὴν κιβωτὸν τῆς ἐκκλησίας τὴν μὴ ἀπολλυμένην· ἀπο στέλλω πολλοὺς θηρευτὰς καὶ ἀλιεῖς· ὦ ξένης ἀλείας ὁ χθὲς ἀλιευθεὶς σήμερον ἀλιεύει· ἐπληρώθη γὰρ ἡ γῆ τῆς δόξης τοῦ χριστοῦ χυ καὶ πεπλή ρωται τῆς πίστεως τῆς οἰκουμένης τὰ πέρατα· μὴ οὖν ὕβριζε τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν· παρὰ ἰουδαίοις ἐξῆλθεν ὁ λόγος ὅτι ἐπράθη ἡ ἀνάστασις· καὶ ἐξῆλθεν ὁ λόγος ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν· ἐκεῖνοι μὲν οὖν ἀπεφήναντο θάνατον κατὰ τοῦ σώ ματος· οἱ δὲ τὴν θεολογίαν ὅσον ἐπ’ αὐτοῖς ἐνηχοῦσαν· ἀλλὰ πα ρ’ ἐκείνοις μὲν ἡ πλάνη πολιτεύεται παρὰ δὲ τῆ ἐκκλησία ζωὴ κηρύ ττεται· καὶ ἔχεις εἰκόνα παλαιὰν· ὥσπερ γὰρ ὅτε ἐπεβούλευσαν τῶ ἰωσὴφ οἱ ἀδελφοὶ ἰακὼβ καὶ ὁ οἶκος αὐτοῦ ἐπένθει αὐτὸν σφόδρα ἀλλ’ ἡ αἴγυπτος εἶχεν αὐτὸν ζῶντα καὶ βασιλεύοντα· οὗτος παρὰ τῶ ἰα κὼβ νεκρὸς ἐπενθεῖτο ἐν δὲ τῇ αἰγύπτῳ ζῶν ἐβασίλευεν, οὕτως καὶ νῦν· παρὰ μὲν τῆ συναγωγῆ καὶ τῆ τῶν αἱρετικῶν μανία νεκρός· νε κροῦσιν γὰρ τὴν θεολογίαν οἱ πίστιν ἀναιροῦντες καὶ ζήτησιν εἰσάγοντες· παρ’ ἡμῖν δὲ βασιλεύει ζῶν καὶ ἀξίως προσκυνούμενος· ἀλλ’ ἰσχυρὸς ὁ τοῦ θεοῦ θυ λόγος ἀήττητος ἡ τῶν ἀποστόλων διδασκαλία· ὥστε οὐκ εἰ κῆ κάμνει παύλου ἡ φωνὴ συνηγορήσαντος· εἰπὲ παῦλε ὑπὲρ τῆς ἀληθείας κινούμενος· ἀγανάκτησον ὑπὲρ τῆς πίστεως· ἀγανακτῶν εἰπὲ τοῖς αἱρετικοῖς· πόθεν ἐδιδάχθητε τὰ ἀριστοτελικά· τίς τὸν πλάτωνα προετίμησε τῶν εὐαγγελίων· τίς ἐξέβαλε τὸ κήρυγμα τῆς πίστεως καἰ εἰσήγαγε τὴν ἄπιστον ζήτησιν· ποῦ ἔγνως τὸ ἀγέννητος καὶ τὸ γεννητὸς· κατέλιπες πατέρα πρα · διέπτυσας τοῦ υἱοῦ τὴν προσηγορίαν· ἀναξίαν ἐνόμισας τὴν τοῦ πνεύματος πνς ἀξίαν· καὶ εἰς ἀνθρώπινα ῥήματα τρέ πη; καλῶς ἔλεγεν ἱερεμίας· ἀπώλετο πίστις ἐκ τοῦ στόματος αὐτῶν· τί εἶπε πέτρος καὶ ἐμακαρίσθη· σὺ εἶ ὁ χριστὸς χς ὁ υἱὸς τοῦ θεοῦ θυ · οὐκ εἶπε σὺ εἶ τὸ γέννημα τοῦ ἀγεννήτου καὶ γεννητοῦ· ὅτε ἀπεκάλυπτεν ὁ πατὴρ πὴρ τὴν σοφίαν οὐκ ἤδει καταλαβεῖν· ὅτε ἐκέλευσε βαπτίζειν ὁ ἰησοῦς ἰς , οὐκ ἠδύ νατο εἰπεῖν πορευθέντες βαπτίσατε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ ἀγεννή του καὶ γεννητοῦ· ἀλλ’ ὄνομα εὗρες σοφώτερον τῶν μυστικῶν παραδό σεων· περιγράφεις τὰ θεῖα; ἀναιρεῖς τὴν πίστιν καὶ εἰσάγεις ζήτησιν; ἀλλὰ φοβήθητι ἐχθρὲ πέτρος κατέχει τὰς κλεῖς· ἐπειδὴ εἶπεν σὺ εἶ ὁ χριστὸς χς ὁ υἱὸς τοῦ θεοῦ θυ κλεῖς ἔλαβεν· οὓς δ’ ἂν βλέπη πέτρος υἱὸν λέγοντες τούτοις ἀνοίγει τὴν θύραν τῆς βασιλείας· ὅσους δὲ ἐὰν εὕρη κτίσμα λέγοντας καὶ βλασφημοῦντας, τούτοις ἀποκλείησι τὴν θύραν τῆς ἐκκλησίας· οὐ πρότερον γὰρ ἔλαβε τὰς κλεῖς ἕως εἶπε σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ θυ · καὶ ἀκούει· μακάριος εἶ σίμων βὰρ ἰωνᾶ· σοὶ δώ σω τὰς κλεῖς τῆς βασιλείας· μετὰ τὴν ὁμολογίαν ἡ ἐξουσία· μετὰ τὴν πίστιν ἡ παράδοσις τῆς ἐκκλησίας καὶ τῆς βασιλείας· ἀλλ’ οἱ μὲν κατὰ τοῦ υἱοῦ στρατεύονται, οἱ δὲ κατὰ τοῦ πνεύματος πνς ταράττονται· οὐδὲν δὲ ὄφελος τὸν χριστὸν χν μὲν ὁμολογοῦντας, καὶ πνεῦμα πνα ἅγιον ἀθετοῦντας· ὥσπερ οὐδὲν ὄφελος τῶν τὸ πνεῦμα πνα ὁμολογούντων καὶ υἱὸν ἀθετούντων· ὁμολογοῦσι γὰρ καὶ ἱουδαῖοι τὸν πατέρα πρα τὸν υἱὸν ἀρνούμενοι καὶ οὐκ ἔ χουσι ζωὴν αἰώνιον· ὁ παρορῶν τοῦ υἱοῦ τὴν δόξαν οὐ δεκτέος παρὰ τῶ πατρὶ πρὶ · πρόσεχε ἀκριβῶς· καὶ γὰρ οἱ φίλοι τοῦ ἰὼβ τῷ θεῷ θῷ μὲν συνῆλθον τὸν δὲ ἰὼβ κατέκριναν· ὁ δὲ θεὸς θς οὐδὲ τοὺς συνηγορήσαντας αὐτῶ ἀπεδέξατο· ἀλλὰ λέγει· διατί κατελαλήσατε κατὰ τοῦ θεράπον τός μου ἰὼβ· εἰ κατὰ τοῦ ἰὼβ εἰρηκότας τοὺς φίλους καὶ αὐτὸν δο ξάσαντας οὐκ ἐδέξατο, τοὺς τὸν υἱὸν ἀθετοῦντας καὶ αὐτὸν ὁμολο γοῦντας δέξηταί ποτε; οὐδαμῶς· ὁ γὰρ φησὶ μισῶν ἐμὲ καὶ τὸν πατέρα πρα μου μισεῖ· ὁμοίως ὥσπερ οὐ δέχεται πατὴρ πὴρ τὴν εἰς αὐτὸν τιμὴν τοῦ υἱοῦ ἀθετουμένου οὕτως οὐδὲ πατὴρ πὴρ καὶ υἱὸς ἀθετουμένου τοῦ ἁγίου πνεύματος πνς · παῦλος γοῦν εὗρε πρὸς τὰ αἱρετικὰ ζιζάνια ἀρχὴν μὲν λαβόντα, οὐδέποτε δὲ παρρησίαν δεξάμενα· ἐν ἐφέσω γὰρ τῆς ἀσίας εὑρίσκει τινὰς βαπτισθέντας καὶ λέγει αὐτοῖς· εἰ πνεῦμα πνα ἅγιον ἐλάβετε πιστεύσαντες, οἱ δὲ ἔφησαν· οὐδὲ εἴ ἐστι πνεῦμα πνα ἅγιον ἠκού σαμεν· εἶτα ἡ γενναία φωνὴ· εἰς τί οὖν ἐβαπτίσθητε· παιδευσά τω πέτρος τὴν ἐκκλησίαν καὶ παῦλος μὴ αἱρετικὰ πλέκειν συζητή ματα· πόθεν ἡ δυσσόνυμος εὐνομίου προσηγορία· πόθεν τὰ αἱ ρετικὰ σπέρματα· ἀπώλετο ἡ ἀλήθεια παρὰ τοῖς ἀσεβέσι καὶ ἐκρά τησεν ἀριστοτελικὰς διδασκαλίας· τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως λαμβάνεις ἐπὶ τῆς θείας καὶ ἀγεννήτου; γεννητὸν λέ γεις; σὺ δέ φησι τί λέγεις τὸν πατέρα πρα , ἀγέννητον λέγω, ἀλλ’ οὐχ’ ὡς σὺ· λέγω ἀγέννητον τὸν πατέρα πρα , ἐπεὶ μὴ ἐγεννήθη· ἀλλὰ καὶ τὸν ἀδὰμ λέγω ἀγέννητον ἐπειδὴ μὴ ἐγεννήθη ἀλλ’ ἐπλάσθη· μὴ ξένιζε τοὺς ἀ κροατὰς· ταῦτα πλάσματα· ἀγέννητος ὁ πατὴρ πὴρ καὶ πολλὰ ἕτερα ἀγέν νητα· λέγεται μὲν οὖν ἀγέννητον πᾶν τὸ μὴ γεννώμενον· λέγεται ἀγέν νητον καὶ πᾶν τὸ γιγνόμενον, μηδέπω γενόμενον· ἡ ἀνάστασις τῶν νε κρῶν ἀγέννητος νῦν· γίνεται γὰρ ἀλλ’ οὔπω γέγονε καὶ ἔστιν ἀκατασκεύα στος μηδέπω γεναμένη· λέγεται ἀγέννητον καὶ τὸ μηδέποτε μήτε γι νόμενον μήτε γενέσθαι ὀφεῖλον οἷον πολλὰ ἀγέννητα· ἐπεὶ οὖν οἱ προφῆται καὶ δανιὴλ μὲν λέγει· ἐθεώρουν τέσσαρα θηρία ἐξερχόμενα ἐκ τῆς θαλάσσης· καὶ ἦν τὸ πρῶτον θηρίον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτοῦ ὡς ἀετοῦ· καὶ ποῦ ἐθεάσω θηρίον λεαίνης οὕτως διεσκευασμένην ἔ χων τὴν κατάστασιν· ποῦ εἶδες θηρίον ἔχων ὄνυχας σιδηροὺς καὶ ὁ δόντας χαλκούς· ταῦτα δὲ εἰς θεωρίαν ἀνέπλαττεν ὁ προφήτης· οὐ μὴν ἐγένετο οὐδὲ γίνεται· ἀλλ’ ἔστιν τὸ θηρίον ἐκεῖνο ἀγέννητον μηδεπώ ποτε γενόμενον ἀλλ’ ὠνομάσθη μόνον· ποῖαι γυναῖκες ἐγένοντο πτερὰ ἔχουσαι οἷας οἶδε ζαχαρίας πτερὰ φερούσας· ποῦ ἐθεάσω πάρδαλιν ἔχουσαν πτερὰ· ταῦτα δὲ πάντα ἐξηγεῖται ὁ μακάριος δα νιὴλ· ἢ ποῦ ἐθεάσω ἀνδριάντα ἀπὸ χρυσοῦ· καὶ ἀργύρου· καὶ χαλκοῦ· καὶ σιδήρου· καὶ ὀστράκου· οἷον εἶδε δανιὴλ· ἕκαστον δὲ τούτων ἀγέννητον· οὐ γὰρ ἐγένετο· ἀνεγράφη δὲ ὡς πλάσμα καὶ θεωρία· μὴ τοίνυν νο μίσης μέγα τι τῶ πατρὶ πρὶ χαρίζεσθαι τὸ λέγειν αὐτὸν ἀγέννητον διὰ τὸ πολλὰ καὶ ἕτερα μὴ γεγεννημένα λέγεσθαι ἀγεννητα· οἶδα ὄτι βα θὺς ὁ λόγος· ἀλλ’ ἵνα ἐλέξω τὴν αἱρετικὴν κακίαν εἰς τούσδε τοὺς τόπους ἐλήλυθα· λέγεται καὶ ἄνθρωπος ἀγέννητος ὁ μὴ γεννηθεὶς· καὶ εἰ μὴ ἐ γεννήθη φησὶ πῶς λέγεται· δείκνυμί σοι ἄνθρωπον ἄνον μὴ γεννηθέντα· λέγει οὖν ὁ σωτὴρ σὴρ περὶ ἱοῦδα τοῦ προδότου· οὐαὶ τῷ ἀνθρώπω ἀνω ἐκείνῳ δι’ οὗ παρα δίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου ἀνου · συνέφερεν αὐτῷ μὴ ἐγεννήθη· καὶ πῶς αὐτῷ συνέφερε· τῶ γὰρ μὴ ὄντι οὐδὲν οὔτε συμφέρει, οὔτε ζημίαν φέ ρει· καὶ σολομῶν δὲ μακαρίζει ἄνθρωπον ἄνον τὸν μὴ γεννηθέντα, τάδε λέγων· μακάριος ὁ τεθνηκὼς μᾶλλον ἢ ζῶν· καὶ ὑπὲρ τοὺς δύο ὁ μὴ γεννηθεὶς καὶ εἰ μὴ ἐγεννήθη πῶς μακάριος· βλέπε ὀνόματα ἀγέννητα φύσεως· εἶπεν ἄνθρωπον ἄνον τὸν μὴ γεννηθέντα μηδὲ πλασθέντα μακάριον· ὥσ τε ἡ τοῦ ἀγεννήτου προσηγορία οὐ φύσιν θείαν ἑρμηνεύει οὐδὲ ὡς σὺ ἀγέννητον οὐσίαν σημαίνει· οὐ τιμὴν τῶ πατρὶ πρὶ φέρει ὄντων καὶ ἑ τέρων παρὰ τῷ προφήτῃ ὁνομάτων ἀγεννήτων τε καὶ γεννητῶν καθὰ προαποδέδεικται· ἀλλὰ τὸ μὴ γεγονὸς δείκνυσι· ἀλλ’ εἴπωμεν πρὸς αὐτοὺς μετὰ τοῦ δαυὶδ δαδ · διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀ λλ’ οὐχ’ ὡς ὁ νόμος σου κύριε κε · τὴν πέτρου δέξαι φωνήν· τὴν παύλου διδασκαλίαν· χριστὸς χς κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς θς εὐλογητός· τὸ πνεῦμα πνα τὸ ἅγιον προσκυνείτω· ἀνυμνείτω· ἐκ τῶν θείων γραφῶν θεολογοῦμεν κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μὴ· μαρτυρήσει δέ μοι καὶ παῦ λος λέγων· οὐκ οἴδατε ὅτι ναὸς θεοῦ θυ ἐστὲ, καὶ τίς ὁ κατοικῶν· καὶ πνεῦμα πνα θεοῦ θυ οἰκεῖ ἐν ὑμῖν· ἄλλο οὖν ναὸς· καὶ ἄλλος ὁ ἐν οἰκῶν· οὐκ ἤκουσας πέτρου λέγοντος· ἀνανία ἵνα τί ἐπείρασεν ὁ σατανᾶς τὴν καρδί αν σου ψεύσασθαί σε τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ ἐπήγαγεν· οὐκ ἐψεύσω ἀν θρώποις ἀλλὰ τῷ θεῷ θῷ · ἀλλὰ φασὶν οἱ αἱρετικοὶ· οὐ τὸ πνεῦμα πνα ἐκάλε σε θεὸν θν · ἀλλ’ ἐπειδὴ τὸ πνεῦμα πνα ἐκ τοῦ θεοῦ θυ ἀπεστάλη ὁ ὑβρίζων φησὶ τὸ πνεῦμα πνα τὸν θεὸν θν ὑβρίζει τὸν ἀποστείλαντα τὸ πνεῦμα πνα · ἀλλ’ ἄφρον καὶ ἀ λόγιστε· οὐδεμία γὰρ ἄλλη πρέπουσα τῷ ἀθέῳ προσηγορία εἰ μὴ ἡ τοῦ ἄφρονος· εἶπε γὰρ ἄφρων ἐν καρδία αὐτοῦ οὐκ ἔστι θεός θς · οὐ κ εἶπεν ὡς σὺ ἐνόησας· εἰ γὰρ ἡ τοῦ πνεύματος πνς ὕβρις εἰς θεὸν θν ἀνέτρεχεν ὡς ἀποστείλαντα ἐχρῆν εἰπεῖν οὐκ ἐψεύσω τῶ πνεύματι πνι ἀλλὰ τῶ θεῷ θῷ · ἀ λλὰ ταῦτα μὲν εἰς τοσοῦτον· δεῖ γὰρ τῆ ἀποστολικῆ χορεία παραχω ρῆσαι τὴν ἁγίαν τριάδα, ἣν ὁ πατὴρ πὴρ καταγγέλλει· τριὰς ἀποστόλων μάρτυς τῆς οὐρανίου οὐνίου τριάδος· χορεύσωμεν εἱλικρινῶς· εἴπωμεν πο λλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· ἡ πᾶσα αἵρεσις ἡ ἄνθρωπον ἄνον ἔχουσα διδάσκαλον καὶ οὐ θεόν θν · γένοιτο δὲ εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρὸς πρς καὶ διδασκάλου ἀποστόλοις ἡμᾶς καὶ μάρτυσ’· ἐν ὀρθοδόξω πίστει συναυλίζεσθαι· ὦ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰων’ ἀμήν:—