tom. 6 p. 235 χθὲς ἡμῖν ὁ λόγος εἰς τὴν τοῦ μεγάλου ἀετοῦ θεωρίαν ἔληξεν. ἀετοῦ τοῦ μεγάλου καὶ πνεύματι πνι τὸν οὐρανὸν οὐνὸν ὑπερβάντος καὶ τὰς ὑπερκοσμίους δυνά μεις ὑπερβάντος· καὶ ἁπ’ αὐτῆς τῆς κορυφῆς τῶν ἁπάντων ἀρξαμένου. ἱωάννης γὰρ ἡμῖν προεκήρυξεν, αὑτὸν δεικνὺς ὑψηλότερον πάσης κτίσεως γινόμενον. καὶ περὶ τῆς ἀκτίστου φύσεως φιλοσοφήσαντα. ὃς ὑπερέβη μὲν τὴν κτίσιν ὑπὲρ πᾶσαν ἀετοῦ φύσιν. ὑπερέβη δὲ καὶ πάσης βροντῆς μόνος τὴν ὑπερκόσμιον φιλοσοφίαν. ἡ δὲ βροντὴ φοβεῖ καὶ ἀρδεύει. ἀρδεύει μὲν διὰ τῶν νεφῶν. φοβεῖ δὲ καὶ κατα πλήττει διὰ τῆς φωνῆς· μερίζει τοίνυν καὶ ἡ ἱωάννου φωνή· ἀρδεύουσα μὲν τὴν ἐκκλησίαν. καταπλήττουσα δὲ τῶν αἱρετικῶν τὸ σύστημα. ὅτ’ ἂν γὰρ τὰ μάταια εἴπωσιν. ὅτ’ ἂν γνῶντες τὰ ὄντα μὴ ὡς ὄντα εἰπεῖν τολμήσωσιν· ὅτ’ ἂν τὴν ἀνθρωπίνην ἀνίνην διάλεκτον κατὰ τῆς θείας γραφῆς στρατεύσωσιν. τότε βοᾷ ἰωάννης τὸ ἦν πρὸ τοῦ οὐκ ἦν. ἐν ἀρχῇ ἦν ὁ λόγος Ioan. 1. 1. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς ἦν ὁ λόγος· τῇ φωνῇ καταπλήττων τοὺς ἐναντίους· ἐπιμαρτυροῦντος τοῦ δαυίδ δαδ καὶ λέγοντος· ἀπὸ ἐπιτιμήσεώς σου, φεύ Psal. 103. 7. ξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν , καὶ θεὸς ἦν ὁ λόγος. ἐπειδὴ γὰρ ἀπαθὴς ἡ τοῦ λό γου γέννησις, λόγον λέγει. ἵνα ἀπὸ τῶν κατὰ σὲ καὶ τὰ ὑπὲρ σὲ παιδεύσει. ὅτι ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πάθει γεννᾷ, οὐ τέμνεται, οὐ ῥεῖ. οὐδ’ ἓν ἄλλό τι τῶν σωματικῶν ὑφίσταται. οὕτως ἡ ἀπαθὴς γέννησις ἄφρα στος καὶ ἀκατάληπτος. οὐ τεμνομένη, οὐ μεριζομένη, ἀλλ’ ὑπὸ τῶν αἱρετικῶν τεμνομένη κακῶς, ὑπὸ δὲ τῆς εὐσεβείας ἑνουμένη καλῶς. διάτοι τοῦτο παρῃτήσατο, καὶ οὐκ εἶπεν, ἐν ἀρχῇ ἦν ὁ λόγος υἱὸς, ἵνα μὴ ἡ τοῦ υἱοῦ προσηγο ρία· πάθους γέννησιν εἰσαγάγη. ἀλλὰ λέγει αὐτὸν λόγον. ἵνα τὸ ἀπαθὲς παραστήσει τῆς γεννήσεως. καὶ ἵνα μὴ προφορικὸν λόγον νομίσῃς, ἐπή γαγεν καὶ θεὸς ἦν ὁ λόγος. ἵνα ἀπὸ τοῦ μὲν λόγου ἀπαθὲς, ἀπὸ δὲ τοῦ θεοῦ θυ τὴν ἀξίαν νοήσεις. εἶτα εἰσηγησάμενος αὐτὸν τὰ τῆς γεννήσεως, εἰσάγει καὶ τὸ δυνατὸν τῆς δημιουργίας ἀξίωμα, πάντα δι’ αὐτοῦ ἐγένετο· πάντα τὰ γενόμενα. οὐχ ὡς οἱ τῶν αἱρετικῶν παῖδες καὶ τὸ πνεῦμα πνα τὸ προσκυνητὸν τολμῶσϊ τῆ λέξει ταύτῃ συμπαραλαμβεῖν τῇ λεγούσῃ· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν ἐν αὐτῷ. εἴτι οὖν γέγονεν ἐν αὐ τῷ, οὐχ ἡ ἄκτιστος φύσις τοῦ πνεύματος πνος . ἀλλ’ εἴρηται φησὶ πάντα. εἰ δὲ ἀλλ’ ἡ τὰ πάντα φωνῆ, οὐ περιλαμβάνει τὴν ἄκτιστον φύσιν μετὰ τῆς θνητῆς κτιστῆς . εἰ δὲ τῇ πάντα φωνῇ προσέχων, κατετόλμησας τῆς ἁγίας φύσεως. ἐὰν δὲ ἀκούσης Ioan. 10. 8. τοῦ κυρίου κυ λέγοντος· πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται ἦσαν καὶ λησταὶ, τί ἂν εἴποις μωυσῆν ἐὰν ληστὴν ὀνομάζῃς, καὶ τοὺς προφήτας κλέπτας προσαγορεύσῃς δὲ πάν τες γὰρ ὅσοι πρὸ ἐμοῦ ἦλθαν φησὶν. ἡ δὲ ἔννοια ν μερίζει καὶ περὶ τίνων ὁ λό γος, καὶ προς τίνας· καὶ νῦν περὶ δημιουργίας ὁ λόγος, καὶ τὴν δημιουργίαν λέγει δι’ αὐτοῦ γεγενῆσθαι, οὐ τὴν τοῦ πνεύματος πνος οὐσίαν, τὴν οὕτως γνωρίζουσαν τὰ τοῦ θεοῦ 1. Cor. 2. 10. ὡς τὸ τοῦ ἀνθρώπου ἀνου τὸ ἐν αὐτῷ. καθῶς λέγει παῦλος. οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου ἀνου εἰ μὴ τὸ πνεῦμα πνα τοῦ ἀνθρώπου ἀνου τὸ ἐν αὐτῷ. εἰ οὖν τὸ πνεῦμα πνα τὸ ἐμὸν ἀλλότριον τῆς ἐμῆς φύσεως καὶ τὸ πνεῦμα πνα τοῦ θεοῦ ἀλλότριον τῆς τοῦ θεοῦ θυ φύσεως· τὸ γὰρ πνεῦμα πνα φησὶν πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ. ἀλλ’ ὁ αἱρετικὸς μὲν τὸ ἐρευνᾷ ἀκούει, τὴν δὲ ἔννοιαν κακῶς ἐκλαμβάνει. εἰ γὰρ ᾔδει φησὶ· τὸ πνεῦμα πνα τὰ ἐν τῷ θεῷ, οὐκ ἂν ἠρεύνα. μαρτυρεῖ γὰρ αὐτοῦ τῇ ἐννοίᾳ ἡ ἔρευνα. εἰ τοίνυν τὸ ἐρευνᾷν τὸ πνεῦμα πνα τὸ ἅγιον τὰ βάθη τοῦ θεοῦ ἀγνοίας κατηγο ρίαν αὐτῷ ἐπάγει, ὅτ’ ἂν εἴδης τὸν θεὸν θν ἐρευνῶντα τὰς καρδίας τῶν ἀνθρώπων ἀνων ἀγνοίας αὐτοῦ καταψηφίζῃ; ἄκουε γοῦν τοῦ παύλου λέγοντος, ὡς περὶ τοῦ πνεύματος πνος εἶπεν, τὸ πνεῦμα πνα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. οὕτως καὶ περὶ τοῦ θεοῦ φιλοσοφῶν ὁ παῦλος φησὶν, ὁ δὲ ἐρευνῶν τὰς καρδίας Rom. 8. 27. οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος πνος . εἰ οὖν θεὸς ἐρευνᾷ ἀγνοῶν, καὶ τὸ πνεῦμα πνα ἀγνοῶν ἐρευνᾷ. ἀλλ’ . ἵνα δὲ μάθῃς ὅτι ἔρευνα οὐκ ἀγνοοῦντος ἐστὶν ἀλλ’ εἰδότος, ἐπήγαγεν. οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα πνα τοῦ θεοῦ. καὶ γνῶσιν ἐπιγράφει τῷ πνεύματι πνι , οὐ τὴν ἐκ τῆς φύσεως κατάληψιν, ἀλλὰ τὴν ἐκ τῆς φύσεως ἐπίγνωσιν. τοιγαροῦν μὴ μέριζε τὴν ἀμέριστον φύσιν, μὴ τέμνε τὴν ἀδιαίρετον οὐσίαν· γνώριζε τὴν δύναμιν. εἷς κέκληται ὁ πατὴρ πηρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον. περὶ μὲν γὰρ τοῦ πατρὸς πρὸς λέγει ὁ υἱὸς, ὅτ’ ἂν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. καὶ δύναμιν εἰρηκὼς, ἔστησεν τὴν δόξαν. ἵνα θαυμάσῃς τὴν ἔννοιαν. αὐτὸν τὸν θεὸν θν καλέσας δύναμιν, πρὸς καϊάφαν διαλεγόμενος. ὅτ’ ἂν ἴδητε τὸν υἱὸν Matt. 26. 64. τοῦ ἀνθρώπου ἀνου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. δύναμις οὖν ὁ πατὴρ πὴρ . δύναμις δὲ καὶ ὁ υἱὸς· χριστὸς χς θεοῦ δύναμις καὶ θεοῦ σοφία. δύναμις καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον. λέ 31. Cor. 1. 24. γει οὖν ὁ σωτὴρ σὴρ τοῖς μαθηταῖς. μείνατε ἐν ἰερουσαλὴμ ἰλὴμ , ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ Luc. 24. 49. ὕψους. εἰδὼς οὖν τὴν ὁμοίαν ταύτην δύναμιν, ἔχε τὴν πίστιν ἀσάλευτον. μὴ μερίσῃς τὴν δόξαν τὴν ἀκατάληπτον. ἐπίγνωθι τὰς συνθήκας τοῦ φωτίσματος. βλέπε τοὺς υἱοὺς τῆς χάριτος διὰ τοῦ μεγάλου ἀρχιερέως ἀνθήσαντας. βλέπε τὰ τέκνα τοῦ φωτὸς δραμόντα πρὸς τοὺς κήρυκας τοῦ φωτὸς. δεῖ γὰρ τοὺς ἀπὸ τοῦ φωτίσματος ἀναγεννηθέντας δραμεῖν πρὸς τοὺς τὴν οἰκουμένην ἀναγεννήσαντας· εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ προφήτου καὶ τῶν ἀποστόλων ἀπλων . ἀνάβλεψον τοῖς ὀφ Esa. 49. 18. θαλμοῖς, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ζῶ ἐγὼ λέγει κύριος κς , ὅτι πάντας αὐτοὺς ἐνδύσω ὡς κόσμον νύμφης· ἔστηκεν τοίνυν ἡσαΐας σήμερον λέγων πρὸς τὰ τῶν φωτισθέντων πλήθη, τοὺς γεννηθέντας ἐκ πνεύματος πνος ἁγίου. τοὺς ἀθρ ῷ ό ον ἀνακαινισθέντας, τοὺς ἐν μιᾷ ῥοπῇ μεταβληθέντας, τοὺς ἀπὸ γηΐνης καταστάσεως εἰς οὐράνιον οὐνιον εἰκόνα μεταποιηθέντας. ἐκπλήττεται γὰρ ἡσαΐας λέγων τίς ε ἴδεν τοιαῦτα , τίς ἤκουσεν τοιαῦτα ὅτι ἔτεκεν ἡ γῆ τὰ τέκνα αὐτῆς ἐν ἡμέρᾳ μιᾷ. ἔτεκεν ἡ γῆ παιδία αὐτῆς ἐν ἡμέρᾳ μιᾶ · καὶ ἐτέχθη ἔθνος εἰσάπαξ· ταχεῖα γὰρ τοῦ πνεύματος πνος ἡ ἀνα γέννησις· οὐκ ἀναμένει χρόνον, οὐ δουλεύει καιροῖς καὶ γενεαῖς. ἀλλ’ ἅμα βούλεται, ἅμα τίκτεται τὸ ἀναγεννώμενον. ἔπρεπεν τοῖς υἱοῖς τοῦ φωτὸς ἅπασαν τὴν ἀγορὰν πομπεύειν καὶ ἀναφωνεῖν ἐκεῖνον τὸν δι’ αὐ τοὺς ἐλθόντα κάτω· ἵνα ἅπασαν τὴν οἰκουμένην ἀναγάγῃ πρὸς αὐτὸν ἄνω· χριστὸς χς κατῆλθεν ἐκ τῶν οὐρανῶν οὐνῶν , κατῆλθεν οὐ μεταστὰς τῶν οὐρανῶν οὐνῶν . ἀνῆλθεν οὐ μεταστὰς τῆς γῆς. οὔτε γὰρ κατελθὼν τοὺς οὐρανοὺς οὐνοὺς ἐρήμους κατέλιπεν. οὔτε ἀνελθὼν ἔρημον τὴν γῆν τῆς ἑαυτοῦ ἐπιστασίας ἀπέλιπεν. ἔπρεπεν τοῖς υἱοῖς τοῦ φωτὸς τὴν λαμπάδα τοῦ λόγου περιφέρειν ἐν ταῖς ἀγοραῖς. οὐχ ὑβρίζετ αι ο τὸ μυστήριον, οὐκ ἠτιμάζετο τῶν νεοφωτίστων ὁ χαρακτὴρ τὴς ἀληθείας· ἔπρεπεν καὶ αὐτοῖς ἐν πλατείαις ὑμνεῖν. σοφία γὰρ ἐν ἐξό δοις ὑμνεῖται· ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει, ἐπ’ ἄκρων δὲ τειχέων κη ρύττεται· καθαίρ ων μὲν τὸν ἀέρα ὃν ἐμίανε τὰ πορνικὰ ἄσματα λέγον τες . καὶ ἔχραναν δὲ ποτὲ βοαὶ ἀσεβῶν καὶ ὀλολυγμοὶ τῶν ἐπιτελούντων τὰ τῶν δαιμόνων μιάσματα. ἐκαθαρίσθησαν τῷ λόγῳ τοῦ φωτὸς καὶ ὁ ἀὴρ καὶ ἡ γῆ καὶ ὁ οὐρανὸς οὐνὸς . ὥσπερ γὰρ στενάζει καὶ ὁ οὐρανὸς οὐνὸς καὶ ἡ γῆ ἐπὶ τῇ κακίᾳ τῶν ἀσεβῶν· οὕτως εὐφρένεται ἐπὶ τῇ ἀκακίᾳ καὶ πάλιν ἐπὶ τῇ δικαιοσύνῃ τῶν κατορθήντων. ὅτ ἂν μὲν γὰρ ἁμαρτάνει ἄνθρωπος ἄνος ἀγανακτεῖ ὁ οὐρανός οὐνός . ἀγα Hier. 2. 12. νακτεῖ δὲ καὶ ἡ γῆ. ὡς φησιν ἱερεμίας. ἐξέστη ὁ οὐρανὸς οὐνὸς ἐπὶ τούτω καὶ ἔφριξεν καὶ ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς. ὁρᾶς πῶς φρίττει ὁ οὐρανὸς οὐνὸς καὶ ἡ γῆ ἁμαρτανόντων τῶν ἀνθρώπων ἀνων ; μεταποιούντων ἑαυτῶν εἰς εὐσεβείαν. ἄκουε τοῦ προφήτου λέγοντος· εὐφραινέσθωσαν οἱ οὐρανοὶ οὐνοὶ , καὶ ἀγαλιάσθω ἡ γῆ. ῥηξάτω τὰ ὄρη εὐφροσύνην· ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ. λεγέτω καὶ ἡ ἐκκλησία ἡ τοσούτῳ ὄχλῳ καὶ λαῷ κομῶσα. ἐγὼ κατελήφθην μόνη οὗτοι δέ μοι ποῦ ἦσαν; ἐγὼ ἄτεκνος καὶ χῆρα· τούτους δέ μοι τίς ἐγέννησεν; λεγέτο καὶ τὰ τέκνα τῆς ἐκκλησίας τὰ συνεχόμενα τῷ πλήθει πρὸς τὸν θεὸν θν τὴν φωνὴν τῶν προφητῶν· μὴ στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον ἵνα κατοικήσω. ὅτε γὰρ ἤκμαζε τὰ τῆς αἱρέσεως· ὅτε ἐπενέμετο τὴν πόλιν ταύτην ἡ νομὴ τῆς αἱρέσεως· ἀνήλωτο τὰ τέκνα τῆς ἐκκλη σίας· καὶ ὥσπερ ἀκρὶς ἐπελθοῦσα τῇ ὑπ οὐρανὸν ουνὸν ἀνήλισκεν τοὺς καρποὺς αὐτῆς. οὕτως ἡ φθοροποιὸς διδασκαλία τοὺς καρποὺς τοὺς τῆς ὄντως διδασκαλίας ἀνήλισκεν καὶ τῆς εὐσεβείας. ἀλλὰ σήμερον ἐξεβλήθη ἡ φθοροποιὸς διδασ καλία, καὶ εἰσῆλθεν ἡ σωτήριος σριος χάρις ἀναγεννῶσα τὸν λαὸν καὶ λέγουσα πρὸς αὐτόν. νῦν ἀνταποδώσω τῶν γονῶν ὧν κατέφαγεν ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ ἡ ἐρυσίβη. τί φιλονεικεῖς, αἱρετικέ, μετὰ ἰουδαίων κρύψαι τὴν δόξαν τοῦ μονογενοῦς. ἐκεῖνοι μὲν ἔκρυψαν τὴν ἀνάστασιν ὅσον ἐπ’ αὐτοῖς. σὺ δὲ κρύπ τεις τὴν θεότητα ὅσον ἐπὶ σοῦ. ἀλλ’ οὔτε ἐκεῖνοι ἐπϊγράφουσιν τὴν ἀλήθειαν, οὔτε σὺ συνῆκας τὴν εὐσέβειαν· ἄκουε γ’ οὖν τοῦ προφήτου λέγοντος· ἐκάλυ ψεν οὐρανοὺς οὐνοὺς ἡ ἀρετὴ αὐτοῦ· καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ. τῆς συνέ σεως, οὐ τῆς καταλήψεως. πίστεως οὐκ ἐξετάσεως, ἀγάπης οὐ ζητήσεως· οὐ ζητεῖν ἐδιδάχθημεν, ἀλλὰ πιστεύειν ἐπαιδεύθημεν πιστεύοντες φωτι ζόμεθα οὐ πολυπραγμονοῦντες βασταζόμεθα μὴ ἀπατάτω σε τῶν αἱρε τικῶν τὰ συστήματα. βάπτισμα γὰρ ἔχουσιν, οὐ φώτισμα. καὶ βαπτίζονται μὲν σώματι, ψυχῇ δὲ οὐ φωτίζονται. ὥσπερ γὰρ καὶ σίμων ἐβαπτίσθη· ἀλλ’ οὐκ ἐφωτίσθη· οὕτως καὶ αὐτοὶ ἀκολούθως εὑρίσκονται ἀγαλλιάσθω τοίνυν τὰ τῇ πνευματι πνι κῂ σαγίνῃ τοῦτον λαὸν σαγηνεύσαντα διὰ τοῦ ἁγίου πνεύματος πνος · νῦν πεπλήρωται ἐν ὀφθαλμοῖς ἡμῶν ἡ προφητικὴ φωνή, ἐν ταῖς ἐσχά ταις ἡμέραις λέγει ὁ θεός· οὐκέτι μὴ εἴπωσιν ἰδοὺ ἡ κιβωτὸς διαθήκης ἁγίου ἰσραὴλ ἰηλ ἀντὶ τοῦ ἡ παλαιὰ λατρεία. οὐδὲ μὴ ἀναβήσεται εἰς καρ δίαν αὐτῶν ἡ διαθήκη τῆς κιβωτοῦ. διατί; ὅτι ἰδοὺ ἐγὼ ἀποστελῶ πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. περιέγραψεν τὴν κϊβωτὸν τὴν παλαιάν, καὶ εἰσήγαγεν τὴν κιβωτὸν τῆς ἐκκλησίας μὴ ἀπολλυμένην. ἀποστελῶ πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. ὢ ξένης ἁλίας. ὁ χθὲς ἁλιευθεὶς, σήμερον ἁλιεύει. ἐπληρώθη γάρ ἡ γῆ τῆς δόξης τοῦ χριστοῦ. καὶ πεπλήρωται τῆς πίστεως τῆς οἰκου μένης τὰ πέρατα. μὴ οὖν ὕβριζε τὴν ἀξίαν οἰκονομίαν. παρὰ ἰουδαίοις ἐξῆλθεν ὁ λόγος ὅτι ἐπράθη ἡ ἀνάστασις. καὶ ἐξῆλθεν ὁ λόγος ὅτι οἱ μαθη ταὶ αὐτοῦ ἔκλεψαν αὐτόν. ἐκεῖνοι μὲν οὖν ἀπεφῄναντο θάνατον κατὰ τοῦ σώ ματος. οἱ δὲ τὴν θεολογίαν ὅσον ἐπ’ αὐτοῖς ἐνηχοῦσαν· ἀλλὰ παρ’ ἐκείνοις μὲν ἡ πλάνη πολιτεύεται. παρὰ δὲ τῇ ἐκκλησίᾳ ζωὴ κηρύττεται καὶ ἔχεις εἰκόνα παλαιὰν· ὥσπερ γὰρ ὅτε ἐπεβούλευσαν τῷ ἰακὼβ ἰωσὴφ οἱ ἀδελφοὶ· ἰακὼβ καὶ ὁ οἶκος αὐτοῦ ἐπένθει αὐτὸν σφόδρα· ἀλλ’ ἡ αἴ γυπτος εἶχεν αὐτὸν ζῶντα καὶ βασιλεύοντα· οὕτως παρὰ τῷ ἰακὼβ νεκρὸς ἐπενθείτω. ἐν δὲ τῇ αἰγύπτῳ ζῶν ἐβασίλευεν. οὕτως καὶ νῦν. παρὰ μὲν τῇ συναγωγῇ καὶ τῇ τῶν αἰρετικῶν μανίᾳ, νεκρός· νεκροῦσι γὰρ τὴν θεολογίαν οἱ πίστιν ἀναιροῦντες καὶ ζήτησιν εἰσάγοντες· παρ’ ἡμῖν δὲ βασιλεύει ζῶν καὶ ἀξίως προσκυνούμενος· ἀλλ’ ἰσχυρὸς ὁ τοῦ θεοῦ λόγος. ἀήττητος ἡ τῶν ἀποστόλων ἀπλων διδασκαλία. ὥστε εἰ καὶ κάμνει παύλου ἡ φωνὴ συνηγορήσαντος, εἰπὲ παῦλε ὑπὲρ τῆς ἀληθείας κινούμενος. ἀγανάκτησον ὑπὲρ τῆς πίστεως. ἀγανακτῶν εἰπὲ τοῖς αἰρετικοῖς, πόθεν ἐδιδάχθησαν τὰ ἀριστοτελικά. τίς τὸν πλάτω να προετίμησεν τῶν εὐαγγελίων τὶς ἐξέβαλεν τὸ κήρυγμα τῆς πίστεως καἰ εἰσήγαγεν τὴν ἄπιστον ζήτησιν. ποῦ ἔγνως τὸ ἀγέννητος καὶ γεννητός. κατέλειπες πατέρα πρα ; διέσωσας τοῦ υἱοῦ τὴν προσηγορίαν; ἀναξίαν ἐνόμισας τὴν τοῦ πνεύματος πνος ἀξίαν; εἰς ἀνθρώπινα ἀνινα ῥήματα τρέπῃ; καλῶς ἔλεγεν ἱερεμίας ἀπώλετο πίστις ἐκ τοῦ στόματος αὐτῶν· τί εἶπεν πέτρος καὶ ἐμακαρίσθη; σὺ εἶ ὁ χριστὸς χς ὁ υἱὸς τοῦ θεοῦ. οὐκ εἶπεν σὺ εἶ τὸ γέννημα τοῦ ἀγεννήτου. ὅτε ἀπεκάλυπτεν αὐτῷ ὁ πατὴρ πὴρ τὴν σοφίαν, οὐκ ἔδει καταλαβεῖν. ὅτε ἐκέ λευσεν βαπτισθῆναι ὁ ἰησοῦς ἰς οὐκ ἠδύνατο εἰπεῖν, πορευθέντες βαπτίσατε αὐτοὺς εἰς ὄνομα τοῦ ἀγεννήτου καὶ γεννητοῦ· ἀλλ’ ὄνομα εὗρεν σοφώτερον τῶν μυστικῶν παραδόσεων περιγράφεις τὰ θεῖα; ἀναιρεῖς τὴν πίστην καὶ εἰσάγεις ζήτησιν; ἀλλὰ φοβήθητι ἐχθρέ. πέτρος κατέχει τὰς κλεῖς. ἐπειδὴ γὰρ εἶπεν σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, κλεῖς ἔλαβεν· οὓς δ’ ἂν βλέ πει πέτρος υἱὸν λέγοντας, τούτοις ἀνοίγει τὴν θύραν τῆς βασιλείας· ὅσους δ’ ἂν εὕρη κτίσμα λέγοντας καὶ βλασφημοῦντας, τούτοις ἀποκλείησι τὴν θύ ραν τῆς ἐκκλησίας· οὐ πρότερον γὰρ ἔλαβεν τὰς κλεῖς ἕως εἶπεν σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἀκούει μακάριος εἶ σίμων βᾶρ ἰωνά· σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας. μετὰ τὴν ὁμολογίαν ἡ ἐξουσία· μετὰ τὴν πίστιν ἡ παράδοσις τῆς ἐκκλησίας καὶ τῆς βασιλείας. ἀλλ’ οἱ μὲν κατὰ τοῦ υἱοῦ στρατεύονται· οἱ δὲ κατὰ τοῦ πνεύματος πνος παρατάττονται. οὐδεν δὲ ὄφελος τὸν χριστὸν χν μὲν ὁμολογοῦντας, καὶ πνεῦμα πνα ἅγιον ἀθετοῦντας. ὥσπερ γὰρ οὐδὲν ὄφελος τὸ πνεῦμα πνα ὁμολογούντων καὶ υἱὸν ἀθετούντων· ὁμολογοῦσι γὰρ καὶ ἱουδαῖοι τὸν πατέρα πρα τὸν υἱὸν ἀρνούμενοι· καὶ οὐκ ἔχουσι ζωὴν αἰώνιον. ὁ παρορῶν τοῦ υἱοῦ τὴν δόξαν οὐ δεκτέος παρὰ τῷ πατρί πρί . πρόσεχε ἀκριβῶς . καὶ γὰρ οἱ φίλοι τοῦ ἰὼβ, τῷ θεῷ μὲν συνῆλθον, τὸν δὲ ἰὼβ κατέκριναν. ὁ δὲ θεὸς οὐδὲ τοὺς συνηγορή σαντας αὐτῷ ἀπεδέξατο. ἀλλὰ λέγει· διατί κατελαλήσατε κατὰ τοῦ θερά ποντός μου ἰὼβ. εἰ κατὰ τοῦ ἰὼβ εἰρηκότας τοὺς φίλους καὶ αὐτὸν δοξάσαντας οὐκ ἐδέξατο· τοὺς τὸν υἱὸν ἀθετοῦντας καὶ αὐτὸν ὁμολογοῦντας δέξεταί ποτέ; οὐδαμῶς. ὁ γὰρ φησι μισῶν ἐμέ, καὶ τὸν πατέρα πρα μου μισεῖ. ὁμοίως ὥσπερ οὐ δέ χεται πατὴρ πὴρ τὴν εἰς αὐτὸν τιμὴν τοῦ υἱοῦ ἀθετουμένου· οὕτως οὐδὲ πατὴρ πὴρ υἱὸς ἀθετουμένου τοῦ ἁγίου πνεύματος πνος · παῦλος γοῦν εὗρεν πρὸς τὰ αἱρετικὰ ζιζάνια ἀρχὴν μὲν λαβόντα οὐδέποτε δὲ παῤῥησίαν δεξάμενα. ἐν ἐφέσῳ γὰρ τῆς ἀσίας εὐρίσκει τινας βαπτισθέντας καὶ λέγει αὐτοῖς· εἰ πνεῦμα πνα ἅγιον ἐλά βετε πιστεύσαντες. οἱ δὲ ἔφησαν, οὐδε εἰ ἐστιν πνεῦμα πνα ἅγιον ἠκούσαμεν. εἶτα ἡ γενναία φωνή. εἰς τί οὖν ἐβαπτίσθητε. παιδε ύ υ σάτω πέτρος τὴν ἐκκλησίαν. καὶ παῦλος μὴ αἱρετικὰ πλέκειν συζητήματα· πόθεν ἡ δυσώνυμος εὐνομίου προσηγορία. πόθεν τὰ αἱρετικὰ σπέρματα. ἀπώλετο ἡ ἀλήθεια παρὰ τοῖς ἀσεβέσιν καὶ ἐκράτησαν ἀριστοτελικὰς διδασκαλίας· τοὺς ὅρους τῆς ἀνθρωπίνης ἀνίνης φύσεως ἐπὶ τῆς θείας καὶ ἀγεννήτου γεννητὸν λέγεις; σὺ δέ φησὶν τί λέγεις τὸν πατέρα πρα ἀγέννητον λέγω· ἀλλ’ οὐχ ὠς σὺ λέγω ἀγέννητον πατέρα πρα . ἐπειδὴ μὴ ἐγεννήθην, ἀλλ’ ἐπλάσθην· μὴ ξένιζε τοὺς ἀκροατάς· ταῦτα πλάσματα. ἀγέννητος ὁ πατήρ πήρ · καὶ πολλὰ ἕτερα ἀγέννητα· λέγεται μὲν οὖν ἀγέννητον πᾶν τὸ μὴ γενόμενον· λέγεται ἀγέννητον καὶ πᾶν τὸ γεννόμενον. ἡ ἀνάστασις τῶν νεκρῶν, ἀγέννητος νῦν· γίνεται γὰρ, ἀλλ’ οὔπω γέγονεν. καὶ ἔστιν ἀκατασκεύαστος μηδέπω γενο μένη· λέγεται ἀγέννητον καὶ τὸ μηδὲ γινόμενον μήτε γενέσθαι ὀφείλον· οἷον πολλὰ ἀγέννητα. ἐπεὶ οὖν οἱ προφῆται καὶ δανιὴλ μὲν λέ γει ἐθεώρουν τέσσαρα θηρία ἐξερχόμενα ἐκ τῆς θαλάσσης. καὶ ἦν τὸ πρῶτον θηρίον ὡσ λέαινα· καὶ πτερὰ αὐτῷ ὡς ἀετοῦ. καὶ ποῦ ἐθεάσω θηρίον λεαίνης, οὕτως διεσκευασμένην ἔχον τὴν κατάστασιν· ποῦ εἶδες θηρίον ἔχον ὄνυχας σιδηροῦς, καὶ ὁδόντας χαλκοῦς. ταῦτα δὲ εἰς θεωρίαν ἀνέπλαττεν ὁ προφήτης· οὐ μὴν ἐγένετο οὐδὲ γίνεται. ἀλλ’ ἔστιν τὸ θη ρίον ἐκεῖνο ἀγέννητον μηδέποτε γενόμενον, ἀλλ’ ὠνομάσθη μονον· ποῖαι γυναῖκες ἐγένοντο πτερὰ ἔχουσαι· οἵας εἶδεν ζαχαρίας πτερὰ φερουσας. ποῦ ἐθεάσω παρδάλην ἔχουσαν πτερὰ· ταῦτα δὲ πάντα ἐξηγεῖται ὁ μα κάριος δανιὴλ· ἢ ποῦ ἐθεάσω ἀνδριάντα ἀπὸ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σϊδήρου καὶ ὀστράκου· οἷον εἶδεν δανιήλ· ἕκαστον δὲ τούτων ἀγέννητον οὐ γὰρ ἐγένετο· ἀνεγράφει δὲ ὡς πλάσμα καὶ θεωρία· μὴ τοίνυν νομίσεις μέγα τῷ χαρίζεσθαι τὸ λέγειν αὐτὸν ἀγέννητον· διὰ τὸ πολλὰ καὶ ἕτε ρ ὰ α μὴ γεγεννημένα λέγεσθαι ἀγεννητα· οἶδα ὄτι θεὸς θς βαθὺς ὁ λόγος. ἀλλ’ ἵνα ἐλέγξω τὴν αἱρετικὴν κακίαν εἰς τούσδε τοὺς τόπους ἐλήλυθα. λέγεται καὶ ἄνθρωπος ἄνος ἀγέννητος. καὶ εἰ μὴ ἐγεννήθη φησι πῶς λέγεται, δείκνυμί σοι ἄνθρωπον ἄνον μὴ γεννηθέντα; λέγει οὖν ὁ σωτὴρ σηρ περὶ ἱοῦδα τοῦ προδό του· οὐαὶ τῷ ἀνθρώπῳ ἀνῳ ἐκείνῳ δι’ οὗ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου ἀνου · συνέ φερεν αὐτῷ μὴ ἐγεννήθη. καὶ πῶς αὐτῷ συνέφερεν; τῷ γὰρ μὴ ὄντι οὐδὲν οὔτε συμφέρει. καὶ σολομῶν δὲ μακαρίζει ἄνθρωπον ἄνον τὸν μὴ γεννηθέντα τὰ δε λέγων. μακάριος ὁ τεθνηκὼς μᾶλλον ἢ ζῶν, καὶ ὑπὲρ τοὺς δύο. ὁ μὴ γεννηθείς· καὶ εἰ μὴ ἐγεννήθη πῶς μακάριος. βλέπε ὁνόματα ἀγέννητα φύσεως· εἶπεν ἄνθρωπον ἄνον τὸν μὴ γεννηθέντα μηδὲ πλασθέντα μακάριον· ὥστε ἡ τοῦ ἀγεννήτου προσηγορία οὐ φύσιν θείαν ἑρμηνεύει· οὐδὲ ὡς σὺ ἀγέννητον οὐσίαν σημαίνει· οὐ τιμὴν τῷ πατρὶ πρὶ φέρει ὄντων καὶ ἑτέρων παρὰ τῷ προφήτῃ ὁνομάτων ἀγεννήτων τε καὶ γεννητῶν, καθ’ ἃ προαποδέδεικται. ἀλλὰ τὸ μὴ γεγονὸς δείκνυσιν. ἀλλ’ εἴπω μεν πρὸς αὐτοὺς μετὰ τοῦ δαυὶδ δαδ . διηγήσαντό μοι παράνομοι ἀδολε σχίας· ἀλλ’ οὐχὶ ὡς ὁ νόμος σου κύριε κε . τὴν πέτρου δέξαι φωνήν. τὴν παύ λου διδασκαλίαν· χριστὸς χς κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητός· τὸ πνεῦμα πνα τὸ ἅγιον προσκυνείτω· ἀνυμνείτω· ἐκ τῶν θείων γραφῶν θεο λ γοῦμεν· κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μή· μαρτυρήσει δέ μοι καὶ παῦλος λέ γων· οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστέ; καὶ τὶς ὁ κατοικῶν; καὶ πνεῦμα πνα θεοῦ οἰκεῖ ἐν ὑμῖν; ἄλλο οὖν ναὸς καὶ ἄλλος ὁ ἐν οἰκῶν· οὐκ ἤκουσας πέ τρου λέγοντος· ἀνανία ἵνα τι ἐπείρασεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύ σασθαί σε τὸ πνεῦμα πνα τὸ ἅγιον. οὐκ ἐψεύσω ἀνθρώποις ἀνοις ἀλλὰ τῷ θεῷ θῷ . ἀλλὰ φησὶν οἱ αἱρετικοὶ. οὐ τὸ πνεῦμα πνα ἐκάλεσεν θεὸν θν . ἀλλ’ ἐπειδὴ τὸ πνεῦμα πνα ἐκ τοῦ θεοῦ ἀπεστάλη· ὁ ὑβρίζων φησι τὸ πνεῦμα πνα τὸν θεὸν θν ὑβρίζει τὸν ἀπο στείλαντα τὸ πνεῦμα πνα ; ἀλλ’ ἄφρων καὶ ἀλόγιστε· οὐδεμία γὰρ ἄλλη πρέπου σά τῷ ἀθέῳ προσηγορία εἰ μὴ ἡ τοῦ ἄφρονος· εἶπεν γὰρ ἄφρων ἐν καρδία αὐτοῦ οὐκ ἔστιν θεός. οὐκ εἶπεν ὡς σὺ ἐνόησας. ἡ γὰρ ἡ τοῦ θεοῦ πνεύματος πνς ὕβρις εἰς θεὸν ἀνέτρεχεν. ὡς ἀποστείλαντα ἐχρῆν εἰπεῖν οὐκ ἐψεύσω τῷ πνεύματι πνι ἀλλὰ τῷ θεῷ θῷ . ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. δεῖ γὰρ τῇ ἀποστο λικῇ χορείᾳ παραχωρῆσαι τὴν ἁγίαν τριάδα ἣν ὁ πατὴρ πὴρ καταγγέλλει· τριὰς ἀποστόλων ἀπλων μάρτυς τῆς οὐρανίου οὐνίου τριάδος. χορεύσωμεν εἰλικρινῶς. εἴπω μεν πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα ἡ πᾶσα αἵρεσις ἡ ἄνθρωπον ἄνον ἔχουσα διδάσκαλον καὶ οὐ θεόν θν . γένοιτο δὲ εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρὸς πρὸς καὶ διδασκάλου ἀποστόλοις ἀπλοις ἡμᾶς καὶ μάρτυ σιν ἐν ὀρθοδόξῳ πίστει συναυλίζεσθαι. ἐν χριστῷ χῷ ἰησοῦ ἰυ τῷ κυρίω κω ἡμῶν. μεθ’ οὗ τῷ πατρὶ πρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι πνι · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ νας τῶν αἰώνων. ἀμήν:—