Ἀναδράμωμεν οὖν πρὸς τὸν ἐν ἀρχῇ θεόν· ἀναδράμωμεν πρὸς τὸ ἀίδιον φῶς· ἀναδράμωμεν πρὸς τὸν τὸν λόγον διὰ σὲ γενόμενον ἄνθρωπον· Γενόμενον δὲ ὅταν εἴπω, οὐ μεταβληθεῖσαν λέγω φύσιν, ἀλλὰ τὴν θεϊκὴν ἀξίαν ἀναλαβοῦσαν τὰ ἡμέτερα. Τὸ γάρ λόγος σὰρξ ἐγένετο οὐ μετάπτωσιν τῆς φύσεως μηνύει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμετέρας ἀσθενείας. Εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς τοῦ Παύλου λέγοντος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα , κατάραν εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν. Ὥσπερ γοὖν τὸ γεγονὼς κατάρα οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι τὴν καθ’ ἡμῶν κατάραν εἰς ἑαυτὸν ἀνέλαβεν, οὕτω καὶ τό ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἔχεις εἰκόνα παρὰ σαυτῷ. Ὁ λόγος ὁ σὸς παιδεύσει σε περὶ τοῦ θεοῦ λόγου, οὐχ ὡς παντελῆ φέρων τὴν ὁμοιότητα, ἀλλ’ ὡς ἴχνος καὶ ἔμφασιν τῆς θείας ἀξίας ὁ λόγος. Ἐνταῦθα δέ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς, ἵνα μὴ διὰ κενῆς λέγηται τὰ ῥήματα καὶ ἀφανίζηται τὰ θεῖα νοήματα. Ὁ λόγος ὁ τῶν ἀνθρώπων – Ἀμυδρὰ δέ ἐστιν ἡ εἰκών, οὐχ ὅλον παριστῶσα τὸ ἀξίωμα, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς διδάσκουσα. –, ὁ λόγος ὁ ἡμέτερος ἀσώματός ἐστιν, ἀόρατος, ἀκράτητος, ἀκοῇ μόνον παραδεδομένος. Οὐδεὶς οἶδεν ὄψει λόγον· οὐδεὶς κατέσχε χειρί, ἀλλ’ ἔστιν ἀόρατος, ἀκράτητος, ὑπὸ μιᾶς αἰσθήσεως κρατούμενος τῆς ἀκοῆς καὶ τοῦτο ἀοράτως. Οὐ γὰρ χεῖρας ἐκτείνασα ἡ ἀκοὴ κατέχει, ἀλλ’ αὐτὸς ὁ λόγος εἰσελθὼν κρατεῖται. Ὁ λόγος αὐτὸς γέννημα μέν ἐστι τοῦ νοῦ· γεννᾶται δὲ οὐ πάθει, οὐκ ὄψει, οὐ διαιρέσει· οὐ μερίζεται τοῦ νοῦ γεννήσαντος, οὐ χωρίζεται, οὐκ ἀποσχίζεται. Ἐνταῦθά μοι χρῆσον τὴν ἀκοήν, αἱρετικέ· νόησον πρῶτον τὰ σά, καὶ τότε φαντάζου τὰ ὑπὲρ σέ. Γεννᾷ ὁ νοῦς, προέρχεται ὁ λόγος, προέρχεται ἐκ τοῦ γεννήσαντος, καὶ πάντας πληροῖ τοὺς ἀκούοντας, καὶ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀφίσταται. Προέρχεται λόγος εἰς πάντας μεριζόμενος καὶ οὐδαμοῦ σχιζόμενος. Ἕκαστος γὰρ δέχεται ὁλόκληρον τὸν λόγον καὶ ἔστιν ἐν ἑκάστῳ; καὶ ἐν τοσούτοις μεριζόμενος, ἀλλ’ ὁλόκληρος εἰσχεόμενος. Ὁ οὖν ἡμέτερος λόγος δείκνυσι ἐν ἑαυτῷ τὸν γεννήσαντα νοῦν. Ἀπὸ γὰρ τοῦ λόγου καταλαμβάνεται ἡ διάνοια. Σκόπει δέ μοι κἀκεῖνο. Τούτῳ τῷ λόγῳ τῷ ἡμετέρῳ προαναζωγραφῶν τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου, εἰκόνα τινὰ θαυμαστὴν προανείληπται γηΐνοις μὲν ἄνθεσιν ὡραϊζομένην, πρέπουσαν δὲ τῇ τοῦ λόγου προθεωρία. Τί οὖν; Τὸν λόγον τὸν ἡμέτερον ἀόρατον ὄντα καὶ σῶμα μὴ ἔχοντα καὶ κρατεῖσθαι μὴ δυνάμενον, ἑτέρᾳ τινι σοφίᾳ ὁ θεὸς μεταρρυθμίσας καὶ ὁρᾶσθαι πεποίηκε καὶ κρατεῖσθαι. Τί γὰρ ποιεῖ; Ἐπειδὴ οὐχ ἑωρᾶτο ὄψει, ἐνδύει αὐτὸν σῶμα τὸ γράμμα καὶ ὥσπερ τινὰ σάρκα αὐτῷ περιέθηκε τὴν τῶν γραμμάτων ὄψιν. Καὶ ὃν ποτὲ ἀκούων οὐχ ἑώρας, ἀναγινώσκων ὁρᾷς· ᾧ ἐντυχεῖν οὐκ ἐδύνου, διὰ τῆς βίβλου βαστάζεις. Ἀλλὰ σωματοῦται μὲν ὁ λόγος διὰ τοῦ γράμματος, οὐ περικλείεται δὲ τῷ γράμματι, ἀλλ’ ἔστι παρὰ τῷ λέγοντι καὶ παρὰ τῷ ἀναγινώσκοντι. Κἄν τις λαβών, ἀδελφοί, βιβλίον σχίσῃ, τὸ σῶμα τοῦ λόγου ἔσχισεν, οὐ τὸν λόγον ἔτεμε. Καὶ ἵνα μάθῃς ὅτι οὐ συναναλίσκεται γράμματι λόγος, λέγει ὁ θεὸς τῷ Ἱερεμίᾳ · Καθίσας γράψον ἐπὶ βιβλίου πάντας τοὺς λόγους καὶ ἐπίδος Ἰωακεὶμ τῷ βασιλεῖ. Ἦν δὲ ὁ λόγος μεστὸς ἐλεγμοῦ. Ἐπεὶ οὖν οἱ δυνάσται τοὺς ἐλέγχους οὐ φέρουσιν – Ἡ γὰρ ἀξία οὐ ῥᾳδίως ὑποτάσσεται τῷ δικαίῳ, ἀλλ’ ἀμβλύνει τὴν ἀλήθειαν. –, πληγεὶς τοῖς ἐλέγχοις διαρρήγνυσι τὸ βιβλίον καὶ τῇ σμίλῃ τοῦ γραμματέως διακόψας ἔλαβε, φησίν, παρὰ τὴν ἐσχάραν τοῦ πυρός. Τί οὖν ὁ θεὸς πρὸς Ἱερεμίαν ; Καθίσας γράψον τοὺς αὐτοὺς λόγους καὶ δὸς τῷ βασιλεῖ , ἵνα μάθῃ, ὅτι τὸ γράμμα διέκοψε, τὸν δὲ λόγον οὐκ ἔτεμεν. Εἶδες τὴν εἰκόνα; Ἀνάγαγέ σου τὸ λοιπὸν ἐπὶ τὸ ὕψος τὴν διάνοιαν. Ὁ τοῦ θεοῦ αὐτὸς θεὸς λόγος ὁ μονογενὴς ἐνδύεται σῶμα, ἵνα φανῇ ὁ μὴ φαινόμενος. ἐνδύεται σάρκα, ἵνα κρατηθῇ ὁ μὴ κρατούμενος. Διὰ τοῦτο ὁ Ἰωάννης εὑρὼν τὸ ποθεινὸν ἐκεῖνο, ποτὲ μὲν ἀκοῇ κρατούμενον, ὕστερον δὲ ὄψει κατεχόμενον, λέγει· Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Ἐφόρεσε τοίνυν τὴν σάρκα ἔνδυμα τῆς ἀξίας, ἔνδυμα εὐπρεπές· Ὁ κύριος γὰρ ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἰουδαῖοι μάχονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα. Εἰ γὰρ τῷ γράμματι, ὅ ἐστιν ἔνδυμα λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ συναπέθανε; Τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν. Διὰ τι οὖν ὁ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν ; Ἐπειδὴ οἰκειοῦται τὸ πάθος τῆς σαρκὸς ὁ τὴν σάρκα ἐνδυσάμενον. Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸ ἐνδεδυμένον ὑβρίζεις; οὐκ οἶδας ὅτι, εἰ εἰκόνα βασιλέως τις ὑβρίσει, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρει τὴν ὕβριν; οὐκ οἶδας ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου ἢ ἀνδριάντα χαλκοῦν κατασύρῃ, οὐχ ὡς ἄψυχον ὕλην τολμήσας οὕτω κρίνεται, ἀλλ’ ὡς κατὰ βασιλέως χεῖρας ἐκτείνας ἀφανίζεται; Ὕλη ἄψυχος τοῦ βασιλέως εἰκόνα φέρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει· Μορφὴ δὲ ζῶσα, ἣν ἐνεδύσατο ὁ θεὸς λόγος, ὑβριζομένη οὐκ ἐπὶ τὸν ἐνδυσάμενον τὴν ὕβριν ἀνήγαγε; Νόει τοίνυν τὴν ἀξίαν καὶ μὴ ὕβριζε τὴν οἰκονομίαν. Ἀλλὰ ταῦτα μὲν ἱκανά. Τὰ δὲ λείποντα τῇ θεωρίᾳ τοῦ θεοῦ λόγου ἑτέρῳ ταμιευσάμενοι λόγῳ, τάξει τὴν συμμετρίαν τιμήσωμεν καὶ θεῷ δόξαν ἀναπέμψωμεν, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.