μ έγα τ ς ψυχῆς ἐφόδιον εἰς σωτηρίαν σριαν , τὰ ἱερὰ μαθήματα· σίδηρος μὲν γὰρ. σίδηρον ὀξύνει· λόγος δὲ θεῖος, ψυχὴν ἀκονᾶ· καὶ ἄρτω μὲν. σῶμα τρέφεται· λόγω δὲ θείω, ψυχὴ στηρίζεται· καθὼς καὶ ὁ μακά ριος μωυσῆς. τὸ τρόφιμον τῆς θείας διδασκαλίας ὑποτιθέμενος, φησίν· οὐκ’ ἐπ’ ἄρτω μόνω ζήσεται ἄνθρωπος ἄνος , ἀλλ’ ἐπι παντὶ ῥήματι ἐκ πορευομένω διὰ στόματος θεοῦ θυ · τροφὴ τοίνυν ψυχῆς, λόγος θεοῦ θυ · τῆ γὰρ κατ’ εἰκόνα τοῦ κοσμοποιοῦ γενομένη λόγου· καὶ λόγω τετιμημένη. καὶ λογικῆς ἐλευθερίας ἠξιωμένη, τί ἂν οἰκειότερον γένοιτο λόγου τρέφοντος αὐτὴν καὶ παιδεύοντος, καὶ πρὸς τὸ οἰκεῖον ἀξίωμα ταχέως ἐπανάγοντος· λόγον δὲ ἀδελφοὶ φαμὲν ἡμεῖς· οὐ τ ὸν σοφιστικῆ δεινότητι κεκομψευμένον εἰς πιθανότητα, ἀλλὰ τὸν ἁπλότητι πίστεως μεμαρτυρημένον εἰς ἀλήθειαν· νόθον γὰρ ἡγεῖσθαι δεῖ πᾶσαν νομι ζ ομ ε έ νην ἀρετὴν καὶ βίου καὶ λόγου, ἥτις μὴ παρὰ τοῦ θείου διδασκαλείου τὰς ἀπαρχὰς ὑπεδέξατο· καὶ καθ όσον σκιὰ σώματος. καὶ ὄναρ τῆς ἀληθείας ἀπεσχοίνισται, τοσοῦτον διέστηκε τῆς ἀληθινῆς τοῦ θεοῦ θυ σοφίας, ἡ νενομισμένη τοῦ κόσμου σοφία· ὅθεν καὶ ὁ μακάριος παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς· ὁ ποτὲ μὲν ἐξελθὼν κακῶς ἐπὶ θ ή ῆ ρα τῶν ἁγίων· θη ραθεὶς δὲ καλῶς ἐπὶ σωτηρία σρια τῶν ἀνθρώπων ἀνων , διαρρήδην πρὸς τὸν νόθον· τὸν εὐσεβῆ καὶ ἀληθῆ λόγον ἀντεισάγων. ἔλεγεν· σοφίαν λαλοῦμεν, ἐν τοῖς τελείοις· σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου· οὐδὲ τῶν ἀρχόν των τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. ἀλλὰ λαλοῦμεν θεοῦ θυ σοφίαν ἐν μυστηρίω τὴν ἀποκεκρυμμένην· σοφία τοίνυν ἡ μῖν, ἡ προφητικὴ γλῶττα καὶ ἀποστολικὴ διδασκαλία· καὶ τὸ εὐ αγγέλιον τῆς βασιλείας, ἡ κορυφὴ τῆς λογικῆς ἐξουσίας· εὐ αγγέλιον δὲ ἀδελφοὶ ὅτ’ἂν ἀ κούσωμεν, ἀξίαν τῆς προσηγορίας τὴν ἔννοιαν ἀναλάβωμεν πολλοὶ γὰρ π λλάκις τῆ συνηθεία τῶν ὀνομάτων ἐμμελετήσαντες, τὴν δύναμιν αὐτῶν τῶν πραγμάτων ἠγνόησαν· ἔστιν δὲ εὐαγγέλιον. ἑρμηνεία τοῦ πρά γ ματος· εὐαγγελίζεται γὰρ ἡμῖν. τὴν πολυύμνητον τοῦ σωτῆρος σρς οἰ κονομίαν· ὅτι θεὸς θς ὢν, ἄνθρωπος ἄνος ἐγένετο διὰ φιλανθρωπίαν φιλανίαν · οὐ τὴν προ αιώνιον ἀξίαν προαποθέμενος, ἀλλὰ τὴν σωτήριον σριον οἰκονομίαν ἀναδευξάμενος· εὐαγγελίζεται ἡμῖν τὸ εὐαγγέλιον. ὅτι τοῖς κάμνου σιν ἰατρὸς ἐπεδήμησεν· οὐ φαρμάκοις θεραπεύων, ἀλλὰ νεύματι ρπδ φιλανθρωπίας φιλανιας ἰώμενος· εὐαγγελίζεται ἡμῖν· ὅτι τοῖς πεπλανημένοι ὁδὸς ἀνεδείχθη· τοῖς ἐσκοτισμένοις. τὸ φῶς ἐπ ἔλαμψε· τοῖς ἀπε γνωσμένοις. ἡ σωτηρία σρια · ἐπειδὴ γὰρ νόμω παιδευθέντες οὐκ’ ἐπεστρά φημεν· καὶ προφητείαις ὁδηγηθέντες, οὐκ’ ἀνεκλήθημεν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας· καὶ ἐκινδυνεύετο τῆ ἡμετέρα ἀγνωμοσύνη. φθαρῆναι τὰ πάντα καὶ λυθῆναι τὰ ἀνθρώπινα· ὡς εἶδεν ἡμᾶς ἡ τοῦ θεοῦ θυ φιλανθρωπία φιλανια καὶ πρὸς τὴν τοῦ νόμου παιδείαν ἀ πειρηκότας· καὶ πρὸς τὴν τῶν προφητῶν ὁδηγίαν ὀκλάσαντας, ἀγαθότητι πολλῆ καὶ ἀμέτρω χρηστότητι, τὴν ἀγνωμοσύνην ἐνίκησε· καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας· οἷάν τινα βασιλικὴν δωρεὰν, εἰς πᾶσαν προθεὶς τὴν οἰκουμένην, πάντα τοῖς ἀναξίοις ἐχαρί σατο διὰ φιλανθρωπίαν φιλανίαν · προῆλθεν γ’οὖν ἡ σωτήριος σριος χάρις, διαφόρως πάντας εὐεργετοῦσα· τοὺς δούλους ἐλευθεροῦσα· τοὺς πτωχοὺς πλουτίζουσα· τοὺς ἐξορίστους ἀνακαλουμένη· τοὺς αἰχμαλώ τους ἐξαγοράζουσα· πάντα τοῖς πᾶσιν ἐγένετο· οὐ διὰ τὴν ἡμετέ ραν ἀξίαν, ἀλλὰ διὰ τὴν αὐτῶι τῶ εὐεργέτη πρέπουσαν ἀγαθότητα· ὃς ἁπλοῦς ὢν καὶ τὴν φύσιν ἀμέριστος καὶ ἀσχημάτιστος· αὐτοθεὸς ἐκ θεοῦ θυ · εἰκὼν τοῦ ἀοράτου πατρός πρς · ἀπαύγασμα τῆς δόξης καὶ χα ρακτὴρ τῆς ὑποστάσεως, διαφόρους ἐνδύεται προσηγορίας· οὐ πρὸς τὴν φύσιν ἁρμοζούσας, ἀλλὰ τῆ εὐεργεσία πρεπούσας· ἐπειδὴ γὰρ πάντα διέπεσε τὰ ἀνθρώπινα ανινα , εἰς ἑαυτὸν ἀναλαμβάνει τὰ πάντα· οἰκειότητι καὶ τῆ τὰ πάντα ἀνακαινιζούση χάριτι. τὰς προσηγορίας δεχόμενος· λιμὸς ἦν πολύς· λιμὸς, θείου λ όγου· λιμὸς, ὃν ἠπείλησεν ὁ θεὸς τῆ συναγωγῆ λέγων· ἀποστελῶ αὐτοῖς λιμόν· οὐ λιμὸν ἄρτου· οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀ κοῦσαι λόγον κυρίου κυ · ἐπεὶ οὖν εἶδε πεινῶσαν τὴν οἰκουμένην καὶ λιμῶ διαφθειρομένην· ὃ γάρ ἐστιν ἀτροφία τῶ σώματι. τοῦτο ἀγνωσί α τῆ ψυχῆ, βοᾶ διὰ τῶν εὐαγγελίων ἡ πηγὴ τῶν ἀγαθῶν· ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ ουνου καταβὰς. καὶ ζωὴν διδοὺς τῶ κόσμω· ὁ μὲν γὰρ αἰσθητὸς, ἀπὸ γῆς προέρχεται κατὰ τὸ εἰρημένον· τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· ὁ δὲ οὐράνιος οὐνιος , ἐξ οὐρανοῦ ουνου πηγάζει· ἐγὼ γάρ εἰμι ὁ ἄρτος. ὁ ἐξ οὐρανοῦ ουνου καταβάς· ἔρημος ἦν ἡ γῆ δ ιψῶσα καὶ ἐστερημένη τοῦ θείου λόγου, καὶ οὐκ’ ἔχουσα τῆς πνευματικῆς πνικῆς ἀρ δείας τὴν ἀπόλαυσιν· τί οὖν· ἡ αὐτὴ πάλιν χάρις βοᾶ, τὴν εὐεργεσίαν πηγάζουσα· εἴ τις διψᾶ, ἐρχέσθω πρός με καὶ πινέτω· ἐπεὶδὴ γὰρ διαφόρως ἐβόων οἱ προφῆται· καὶ πᾶς ὁ τῶν ἁγίων χορὸς ἐδίψα αὐτοῦ τὴν παρουσίαν λέγων· ὁ θεὸς θς ὁ θεός θς μου, πρὸς σὲ ὀρθρί ζω· ἐδίψησεν ἡ ψυχή μου. πρὸς τὸν θεὸν θν τὸν ζῶντα· βουλόμενος δεῖξαι ὅτι αὐτός ἐστιν ὃν ἐδίψων οἱ προφῆται. βοᾶ διὰ τῶν εὐ αγγελίων· εἴ τις διψᾶ, ἐρχέσθω πρός με καὶ πινέτω· εἴ τις ἐστὶν κα τὰ τὸν λέγοντα· ἐδίψησέν σε ἡ ψυχή μου, ἐρχέσθω πρός με· ε ἶδεν πάλιν τὴν οἰκουμένην γυμνήν· οὐ τῶ σώματι γυμνὴν· ἀλλ’ ἀρετῆς γεγυμνωμένην· εἶδε υ ν τὸ πλάσμα ὃ ἔπλασεν, καὶ ἠλέ ησε τὸν ἄνθρωπον ἄνον ὃν ἐποίησεν· δίδωσιν ἔνδυμα τοῖς γυμνοῖς. αὐ τὸς ἑαυτόν· καθὼς καὶ ἤδη πρότερον ἔφθημεν εἰπόντες τότε· ὅσοι εἰς χριστὸν χν ἐβαπτίσθητε, χριστὸν χν ἐνεδύσασθε· πεπλάνητο ἡ γῆ. ὁ δὸν ζητοῦσα καὶ μὴ εὑρίσκουσα· πᾶσα γὰρ ψυχὴ. ἔχει ἐν ἑαυτῆ τὸ σπέρμα τῆς φιλοθείας· καὶ ἔχουσα, οὐκ’ ἤδει πῶς δεῖ θηρᾶσαι τὸ ποθούμενον· ἐπεὶ οὖν οὐχ’ εὕρισκον ὁδὸν οἱ πεπλανημένοι, ἐγώ εἰμι φησὶν ἡ ὁδός· ἀλλὰ νεκρὸς εἶ; ἐγώ εἰμι ἡ ἀνάστασις· ἀλλ’ ἀσθενὴς εἶ χειραγωγίας δεόμενος; ἐγώ εἰμι ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης ἰεσσαὶ, στηρίζουσα τοὺς ἀσθενοῦντας· περὶ ἧς ἔ λεγεν ὁ προφήτης· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με πα ρεκάλεσαν· δια τί δὲ ῥάβδος, καὶ δια τί βακτηρία· ἐπειδὴ πρὸς π ᾶσαν ἡλικίαν ἁρμόττει· νέους παιδαγωγεῖ· γέροντας στηρίζει· ἀλλ’ ὦ δέσποτα· πεινῶντά με, ἔθρεψας· διψῶντά με, ἐπότισας· γυμνὸν, ἐνέδυσας· πεπλανημένον. ὡδήγησας· ἀσθενοῦντα, ἐβακτη ρίασας· φθάσας ἐπὶ τὴν ὁδόν, κατέλαβον τὰ ἴχνη τῆς εὐσεβείας· ζητῶ λοιπὸν τὴν θύραν τῆς ἀληθείας· τίς ὁ δεικνύς· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ. πᾶς εἰσέρχεται πρὸς τὸν πατέρα πρα · διὰ σοῦ. πῶς· πύλη γάρ εἰμι σωτηρίας σριας ἠνεωγμένη, ἣν ἐπιζητεῖ ὁ μακάριος δαυὶδ δαδ · πολλὰς μὲν ὑπονοήσας, μίαν δὲ εὑρών· τὰ μὲν γὰρ πρῶτα λέγει· ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολο γήσομαι τῶ κυρίω κω · ἐπεὶ δὲ ἔτυχε τῆς αἰτήσεως καὶ εὗρεν ὃ μὴ προσε δόκησεν, οὐ πολλὰς ἀλλὰ μίαν, ἀνακαλεσάμενος τὴν ἑαυτοῦ φωνὴν, λέγει· αὕτη ἡ πύλη τοῦ κυρίου κυ · δίκαιοι εἰσελεύσονται ἐν αὐτῆ· εἶτα, τῆ προφητικῆ ὄψει καὶ τῶ πόθω τῆς ψυχῆς ἔσω παρελθὼν· καὶ ὥσπερ ἐντὸς τῶν βασιλείων γενόμενος, ἐξομολογήσομαί σοι φησὶν, ὅτι ἐπήκουσάς μου· εἰπὲ ὦ προφῆτα καὶ θεολόγε· ἐξο μ ολογῆ καὶ εὐχαριστεῖς τῶ θεῶ θω ; τί ἄξιον τῆς προσδοκίας εὑρών· οἱ γὰρ ἐπιθυμοῦντες προελθεῖν εἰς οἶκον βασιλείας, ἀναμένου σιν ἑστιάσαι τὰς ὄψεις τοῖς φαινομένοις· χρυσῶ πολλῶ· μαρμά ρπε ροις ἀπαστράπτουσι. τοῖς ποικίλοις ἄνθεσι τοῦ πλούτου· τὴν δορυφορίαν τὴν περὶ τὸν βασιλέα· τὸν θρόνον τὸν βασιλικόν· τὰς δωρεὰς τῶν βασιλέων· ταῦτα προσδοκῶν ἕκαστος ἰδεῖν, διψᾶ τὰ βασίλεια καὶ πρὸς τὸν πόθον ἐπείγεται· σὺ δὲ, τί ποθεινὸν εὗρες εἰσελθὼν ἔσω τῆς πύλης· ὑπὲρ τίνος εὐχαριστεῖς· τί μέγα καταλαβών· τί εὑρὼν τῆς ἐπιθυμίας ἄξιον· ἑρμήνευσον τὸν πόθον, ἵνα μήποτε ἡ ἰουδαικὴ ἀναισχυντία συκοφαντήση τὴν ἀλήθειαν· τί εὗρες. τί κηρύττεις· τί θαυμάζεις· χριστὸν χν φησιν εὗρον· χριστοῦ χ υ τὴν οἰκονομίαν εἶδον· τὴν καινὴν χάριν· τὴν ξένην εὐεργεσί αν· τὸ ἔνδοξον πάθος· τὴν ἀπόρρητον μυσταγωγίαν· ταῦτα βλέπω· ταῦτα θαυμάζω· ὑπὲρ τούτων. εὐχαριστῶν λέγω· ἐξομολο γήσομαί σοι ὅτι ἐπήκουσάς μου. καὶ ἐγένου μοι εἰς σωτηρίαν σριαν · οὐ κρύπτω τὴν εὐεργεσίαν· οὐ ταμιεύομαι τὴν σωτηρίαν σριαν , ἀλλ’ εὐαγγελίζομαι τὴν οἰκονομίαν· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· ὁρᾶς ὅπως ἡ εὐχαριστία τὴν ἱ στορίαν ἐγύμνωσεν; ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου, καὶ ἐγέ νου μοι εἰς σωτηρίαν σριαν · λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· ὁρᾶς ὅπως ἅπασα τ ῶν προφητῶν ἡ προσδοκία πρὸς αὐτὴν ἔβλεπε τὴν οἰκονομίαν· καὶ χριστὸν χν εὑρεῖν ἐπεπόθει τὸν ἐν τῆ συναγωγῆ ἐξουθενημένον, ἐν δὲ τοῖς ἔθνεσι δοξαζόμενον; οὐκ’οὖν ἵνα εἰς τὸ προκείμενον ἐπανέλθωμεν· κ’ ἂ ἀ ν τὴν πύλην ζητήσης, χριστὸν χν εὑρήσεις· καὶ γίνεταί σοι θύρα, διὰ φιλαν θρωπίαν· ἀλλ’ ἐπεὶ δὴ. δεῖ πάντως τὸν εἰσελθόντα εἰς βασιλείαν καὶ ναὸν θεοῦ θυ , ἔχειν τὸν ὁδηγοῦντα πρὸς τὴν ἐπιθυμίαν· οὐδεὶς γὰρ κα θ’ ἑαυτὸν τολμᾶ παραστῆναι τῶ θυσιαστηρίω, μὴ ἔχων τὸν ἱερα τεύοντα· ὅτ’ἂν εἰσέλθης ἔσω τῆς πύλης, εὑρίσκεις αὐτὸν ἱερέα προσάγοντά σε· σὺ γὰρ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν μελχισεδέκ· ἀλλὰ χρεία τῶ ἱερεῖ καὶ θύματος καὶ ἱερείου πρὸς τὸ τὸν θεὸν θν ἐξιλεώσασθαι; ὁ αὐτός σοι πάλιν γίνεται· ἴδε ὁ ἀμνὸς τοῦ –x– θεοῦ θυ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἤκουσας ταῦτα πάντα διὰ σέ; ἄκουσον καὶ τῶν δι’ αὐτόν· μὴ γὰρ ἐν τῆ τοῦ ἱερέως τάξει στήσης τὴν θεωρίαν· μὴ ἴδης αὐτὸν ὡς ἱερέα παρεστηκότα· ἀλλὰ βλέπε αὐτὸν διὰ τὴν ἑαυτοῦ ἀξίαν τῶ πατρὶ πρι συγκαθήμενον· ἀλλὰ μὴ ἐχθρὸς ἔστω τις τῆς ἀληθείας· μὴ νοθευέτω τὰ θεῖα· τὰ μὲν ἁρπάζων, τὰ δὲ κρύπτων· οἶδα ὅτι πολλάκις αἱρετι κός τις ἐχθρὸς τῆς ἀληθείας, ἔστηκε λέγων· ὁρᾶς ὡς οὐκ ἔστιν προσελθεῖν τῶ πατρὶ πρι ἄνευ τοῦ υἱοῦ; μεσίτου γάρ φησιν ἐπέχει τάξιν καὶ ὑπηρέτου, προσάγων τῶ πατρὶ πρι τοὺς σωζομένους· ἐπειδὴ μὴ ἐχώρει ἡ ἀνθρωπίνη φύσις δι’ ἑαυτῆς προσελθεῖν τῶ θεῶ θω , μεθόριόν τι γίνεται τῆς κτιστῆς καὶ τῆς ἀκτίστου φύσεως ὁ υἱός υις , προσάγων τὴν οἰκουμένην· ὣ τῆς κενῆς μανίας· ὣ τοῦ κενοῦ δράματος· ἡ ὑπερβολὴ τῆς τοῦ σωτῆρος σρς ἀγαθότητος. κινδυνεύει παρὰ τοῖς αἱρετικοῖς, ἀμβλύνειν τὴν ἀξίαν τῆς θεότητος· ἀλλ’ ἡ μὲν αἱρετικὴ μανία θρασύνεται, ἡ δὲ τοῦ σωτῆρος σρς δύναμις οὐκ’ ἀμβλύνεται· ἡ δόξα οὐ σβέννυται, ἡ χάρις οὐ καθαιρεῖται· ἐάν φησιν ἡμεῖς ἀρνησώμεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν. οὐ δύναται· συγκάθηται μὲν. διὰ τὴν οἰκείαν ἀξίαν· ἕστηκε δὲ ὡς ἱερεὺς, διὰ τὴν πρέπου σαν αὐτῶ φιλανθρωπίαν φιλανιαν · καὶ ὅρα τὸ θαυμαστὸν ἀδελφέ· ἐπειδὴ ἐ ν ὑπηρέτου τάξει· καὶ σχήματι διακονοῦντος ἐκλαμβάνουσι τὸ ῥῆμα, ὅτι οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα πρα , εἰ μὴ δι’ ἐμοῦ, ἀναγκαῖον πρὸς τοὺς αἱρετικοὺς ἀποτεῖναι τὸν ἔλεγχον τῆς εὐσεβείας· εἰπέ μοι ὦ αἱρετικέ· ε ἰ τὸ προσάγειν τῶ πατρὶ πρι τὸν υἱόν υιν , καθαιρεῖ τὴν ἀξίαν τοῦ προσάγοντος, ἐὰν ἴδης τὸν πατέρα πρα τῶ υἱῶ προσάγοντα, ἐκτενεῖς κακεῖ τὴν ἀσέ βειαν; μάλιστα μὲν οὖν εἰς υἱὸν ἀσεβῶν, τὸν πατέρα πρα βλασφημεῖς· ἵνα τοίνυν ἀδελφοὶ ἐν τῶ λόγω τῆς εὐσεβείας καὶ τῆς ἀληθείας. καὶ τὴν κακίαν ἐπιστομίσωμεν· καὶ τὴν εὐσεβῆ δόξαν γνωρίσωμεν· ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ θυ καὶ ἐνεργὴς· καὶ τομώτερος ὢν ὑπὲρ πᾶσαν μά χαιραν δίστομον· δίστομον δὲ καλεῖ τὴν μάχαιραν, ἐ ε πειδὴ διπλῶ κέχρηται τῶ λόγω· τῶ μὲν στηρίζοντι· τῶ δὲ καθαιροῦντι· καθαι ροῦντι μὲν τοὺς ἐναντίους, στηρίζοντι δὲ τοὺς οἰκείους τῆς πίστεως, ἄκουε αὐτοῦ τοῦ κυρίου κυ λέγοντος· οὐδεὶς δύναται ἐλθ εῖ ν πρός με, ἐὰν μὴ ὁ πατήρ πηρ μου ὁ οὐράνιος οὐνιος ἑλκύση αὐτόν· ἀναγκαῖον δὲ ἀδελφοὶ τὰ εἰκότα π ρὸς τοὺς αἱρετικοὺς εἰπόντα περὶ τούτου τοῦ νοήματος, καὶ τοὺς υἱ οὺς τῆς πίστεως πληροφορῆσαι· τίνος ἕνεκεν καταδιεῖλεν ὁ μονογενὴς τοῦ θεοῦ θυ λόγος τὴν προσαγωγὴν. πῆ μὲν παρ’ αὐτοῦ λέγων προσάγεσθαι τῶ πατρί πρι , πῆ δὲ παρὰ τοῦ πατρὸς πρς πρὸς αὐτόν· οὐ γὰρ συγκέχυται τὰ τῆς θείας φύσεως, ἀλλ’ εὐκρινής ἐστι καὶ εὐ διόριστος ὁ λόγος τῆς ἀληθείας· οὐδὲν σκολιὸν ἔχων οὐδὲ στραγ γαλιῶδες· πᾶσαι γὰρ αἱ ὁδοὶ κυρίου κυ , εὐθεῖαι· ἆρα γὰρ ἀδελφοὶ ὁ πατὴρ π ηρ ποτὲ μὲν τὴν βασιλικὴν προεδρίαν ἐπέχων δέχεται τοὺς προσαγομένους, ποτὲ δὲ τῶ υἱῶ ἐν βασιλικῶ σχήματι προ καθίσαντι δίδωσι τὴν ὀφειλὴν καὶ ἐν ὑπηρέτου τάξει παριστά μενος προσάγει τῶ υἱῶ; μὴ γένοιτο· ἐπὶ γὰρ θεοῦ θυ , οὔτε καθέδραν ἐγὼ σιω + καὶ γὰρ ται ρπς εἰπόντα ἔστίν τι ἀνθρώπινον ἐννοῆσαι, οὐδὲ στάσιν ἀκούσαντα πά λιν ἐστὶν νοῆσαί τι τῶν καθ’ ἡμᾶς· ἐὰν ἀκούσης περὶ θεοῦ θυ ὅτι ἔ στηκε. τὸ ἀκλινὲς καὶ ὄρθιον νόει τῆς θείας οὐσίας· κ’ἂν πάλιν ἀναγνῶς ἢ ἀκούσης ὅτι κάθηται, τὸ ἐδραῖον καὶ ἀσάλευτον ἐκλάμβανε τῆς μακαρίας φύσεως· αὐτὸς λέγει. ἑαυτὸν ἑστάναι. καὶ καθῆσθαι· τῶ μωυσῆ λέγει· σὺ στῆθι ὧδε μετ’ ἐμοῦ· καὶ ἦν ὁ τόπος οὗ εἱστήκει ὁ θεὸς θς ἰσαρήλ ιηλ , ὡς λίθος σαπφείρου· πρόσεχε ἀκριβῶς· ὁ μωυσῆς, ἑστῶτα λέγει· καὶ ὁ θεὸς θς τῶ μωυσῆ ὡς ἱστάμενος φησὶ, στῆθι μετ’ ἐμοῦ· τί οὖν ποιοῦμεν ἱερεμίου λέγοντος· σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα· καθέδρα καὶ στάσις· ἀνθρ ώ πινα ῥήματα. ἀλλὰ θεῖα νοήματα· διὰ μεν οὖν τὸν ἄστατον καὶ ὦδε κακεῖσε περιαγόμενον ἀνθρώπινον βίον, θεὸς θς λέγεται ἑστάναι· διὰ δὲ τὴν ἀστήρικτον καὶ πανταχόσε περιτρεπομένην τῶν καθ ἡμᾶς κατάστασιν, λέγεται καθῆσθαι· τὸ γὰρ καθήμενον. ἥδρασται· φύγε τὰ ἀπὸ τῆς λέξεως ὑποβαλλόμενα, καὶ νόεὶ τὰ διὰ τῆς πίστεως θε ωρούμενα· πῶς οὖν προσάγει τῶ πατρὶ πρι ὁ υἱός υις · πῶς δὲ πατὴρ πηρ τῶ υἱῶ· ο ὐ γὰρ δεῖ καταλιπεῖν τὸν λόγον ἀνεξέταστον· ὁ πατὴρ πηρ . φανερούς τινας· καὶ ὁμολογουμένους προσάγει τῶ υἱῶ· ὁ υἱὸς υις πάλιν· φανερούς τινας καὶ ὁμολογουμένους προσάγει τῶ πατρί πρι · μὴ προλαβὼν ἁρπάσης τὸ ῥῆμα εἰς διαβολήν. ἀλλ’ ἀνάμεινον τὸ τέλος, καὶ κρίνον τὸ λεγόμενον· μὴ γίνου δικαστὴς δυσμενὴς, ἀλλὰ συναγωνιστὴς εὐμενής· ἐν τῶ ἰσραὴλ ι ηλ . ἔγνωστο μὲν ὁ θεὸς θς καὶ πατήρ πηρ · ἠγνοεῖτο δὲ, ὁ υἱός υις · ἐν τοῖς ἔθνεσι, καὶ ὁ πατὴρ πηρ ἠγνοεῖτο καὶ ὁ υἱός υις · τῆ γὰρ πολυθέω πλάνη. δεδούλωτο τὰ ἔθνη· ὅπου οὖν πατὴρ πηρ μὲν γνωρίζεται· υἱὸς υις δὲ οὐ γνωρίζεται, ἑρμηνεὺς γίνεται τοῦ ἠγνοουμένου υἱοῦ ὁ πατήρ πηρ · ἐπαναλήψομαι τὸν λόγον, ἵνα στήσω τὸ νόημα· ὅ που πατὴρ πηρ γνωρίζεται καὶ υἱὸς υις ἀμφιβάλλεται, ἑρμηνεὺς γίνεται ὁ γνωριζό μενος τοῦ ἀγνοουμένου· ὅπου πατὴρ πηρ ἠγνόηται, κήρυξ τοῦ ἀγνοουμένου ὁ υἱὸς γίνεται· δια τοῦτο ἵνα λάβης ἀκριβῆ τῶν εἰρημένων τὴν ἐξέτασιν, ἔγγυόν σοι παρέχω τὸ εὐαγγέλιον· λέγει ὁ σωτὴρ σηρ περὶ τῶν ἐθνῶν· τὸ ὄνομά σου, ἐφανέρωσα τῶ κόσμω· δηλονότι τῶ ἀγνοοῦντι· ἐφα νέρωσά σου τὸ ὄνομα τῶ κόσμω· ποῖον ὄνομα ἐφανέρωσεν· ὅτι θεός; ἀλλὰ προειλήφει ἡ γνῶσις τὸ ὄνομα· καὶ οἱ πλανώμενοι γὰρ λέγουσι θεόν θν · καὶ οἱ ἀπεσχοινισμένοι τῆς εὐσεβείας, οὐκ’ ἀρνοῦνται τὴν προσηγορίαν· ποῖον οὖν ὄνομα ἐγνώρισεν· ὅτι πατὴρ πηρ καλεῖται· ἐφανέρωσά σου τὸ ὄνομα τῶ κόσμω· ὁρᾶς ὅτι ὅπου ἠγνόηται ὁ πατήρ πηρ , ἑρμηνεὺς γίνεται ὁ υἱὸς, τῶ εὐαγγελικῶ κηρύγματι σαφηνίζων τὴν ἀλήθειαν; ὅπου δὲ ὁ πατὴρ πηρ ἐνομίζετο γνωρίζεσθαι. ὁ δὲ υἱὸς υις μὴ γνωρίζεσθαι, ἑρμηνεὺς γίνεται αὐτὸς τοῦ ἀγνοουμένου· οἷον· ἵνα ἐπ’ αὐτῶν δείξω τῶν πραγμάτων τὴν ἀλήθειαν· παῦλος ἤδει τὸν πατέρα πρα θεόν θν , οὐκ’ ἤδει τὸν υἱόν υιν · ἤδει θεόν θν , οὐκ ἤδει δὲ πατέρα πρα ὄντα τοῦ χριστοῦ χυ τὸν θεόν θν · καὶ ἦν ζηλωτὴς εὐσεβείας. ὑπὲρ τοῦ νόμου μαχόμενος· ὁ θεὸς θς ἀπέβλεπεν εἰς τὸν ζῆλον· ἀγνοίας μὲν πεπληρωμένον. πόθου δὲ γέμοντα· καὶ τί ποιεῖ· γνωρίζει τῶ ἀγνοοῦντι τὸν ἀγνοούμενον· τίς ἡμῖν ταῦτα σαφηνίζει; αὐτὸς ὁ ποτὲ ἀγνοήσας. καὶ ὕστερον γνωρίσας· αὐτὸς ὁ ποτὲ διώξας. καὶ ὕστερον εὐαγγελισάμενος· τί γάρ φησιν· καὶ ἤμην ζηλωτὴς τοῦ πατρώου νόμου. καθ’ ὑπερβολὴν διώκων τὴν ἐκκλησίαν τοῦ θεοῦ θυ · ὅτε δὲ εὐδόκησεν ὁ θεὸς θς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μρς μου. καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν υιν αὐτοῦ ἐν ἐμοὶ, καὶ τὰ ἑξῆς· ἡ γὰρ μαρτυρία. τὸ δεῖξαι τὸ ζη τούμενον, οὐχ’ ἡ θεωρία τοῦ νοήματος· πάλιν ἐρωτᾶ ὁ σωτὴρ σηρ τοὺς ἀποστόλους· τίνα με λέγουσιν οἱ ἄνθρωποι ανοι εἶναι τὸν υἱὸν υιν τοῦ ἀνθρώπου ανου · ἐρωτᾶ· οὐχ’ ἵνα μάθη, ἀλλ’ ἵνα τὴν ὑπόνοιαν ἐξορίσας, τὴν ἀ λήθειαν στηρίξη· τίνα με λέγουσιν οἱ ἄνθρωποι ἄνοι εἶναι· οἱ ἀπόστολοι. πρῶτον τὰς τῶν πολλῶν ὑπονοίας ἀντιβάλλουσιν· οἱ μὲν γὰρ φα σὶν ἱερεμίαν· οἱ δὲ ἡλίαν. ἢ ἕνα τῶν προφητῶν· τί οὖν ὁ σωτήρ σηρ · πρὸς μὲν τὰς ψευδεῖς δόξας. οὐδὲμίαν ἀπόκρισιν ποιεῖται· ἀνα ξίας ἀποκρίσεως κρίνων, τὰς ψευδεῖς ὑπονοίας· ὑμεῖς δὲ, τί να με λέγετε εἶναι· οὐ τῶν πολλῶν μοι λόγος τῶν πεπλανημένων, ἀλλ’ ὑμῶν τῶν κηρυττόντων· ἐπειδὴ γὰρ ὑμεῖς ἐστὲ. οἱ μέλλοντες δι αγγέλλειν τὸν λαμπτῆρα τῆς ἀληθείας· τὸ κήρυγμα τῆς εὐσεβεί ας. εἰς πᾶσαν φέρειν τὴν ὑπ’ οὐρανόν οὐνόν · ἐν ὑμῖν σαλεύει τὰ ἀνθρώπινα· ἐν ὑμῖν κινδυνεύει τὰ τῆς ἀληθείας· καὶ ὥσπερ ἡ ὑμετέρα γνῶσις. κοινὴ τῶν ἀνθρώπων ἀνων εὐεργεσία, οὕτως ἡ ὑμετέρα ἄγνοια. κοινὴ τῆς οἰκουμένης ζημία· δια τοῦτο ὑμεῖς· τίνα με λέγετε εἶναι· τότε ἀποκριθεὶς ὁ πέτρος, εἶπεν· σὺ εἶ ὁ χριστός χς , ὁ υἱὸς υις τοῦ θεοῦ θυ τοῦ ζῶντος· ο ὗτος πίστεως ὅρος· οὗτος ἀληθείας λόγος· αὕτη τῆς ὀρθῆς δόξης ἡ ὁμολογία· ἀλλ’ ἐπειδὴ ἐνεδέχετο καὶ ταύτην τὴν φωνὴν ὡς τὰς ἄλλας ἴσον νοεῖσθαι· τὰς μὲν ἀποκρίσεως οὐκ’ ἠξίου, τῆ δὲ τὴν ψῆφον φέρει. καὶ τί φησιν· ἵνα μὴ καὶ τοῦτο ἐξ ἀνθρω πίνης νομισθῆ ὑπονοίας εἶναι τὸ ῥῆμα· ἐπισφραγίσας καὶ σή μαντρον αὐτῶ ἐπιθεὶς τῆς ἀληθείας, φησίν· μακάριος εἶ σίμων βὰρ ἰωνᾶ· ἐνταῦθα μνημόνευσον ὅτι πατὴρ πηρ . καὶ τῶ γινώσκοντι αὐτὸν, ἀποκαλύπτει τὸν ἀγνοούμενον· μακάριος εἶ σίμων βὰρ ἰωνᾶ· ὅτι σὰρξ καὶ αἷμα οὐκ’ ἀπεκάλυψέν σοι, ἀλλ’ ὁ πατήρ πηρ μου ὁ ρπζ ἐν τοῖς οὐρανοῖς οὐνοις · ὁρᾶς ὅτι τῶ μὲν κόσμω παντὶ ἀγνοοῦντι τὸν πατέρα πρα . ὁ υἱὸς υις ἑρμηνεὺς γίνεται τοῦ ἀγνοουμένου. τῆ δὲ συναγωγῆ καὶ τοῖς ἰουδαίοις, θεὸν θν μὲν ὑπονοοῦσιν εἰδέναι· τὸν δὲ τοῦ θεοῦ θυ θεὸν θν λόγον οὐκ’ ἐπιγινώσκουσιν, αὐτὸς ὁ πατὴρ πηρ ἑρμηνεὺς γίνεται τοῦ ἀμφιβαλ λομένου; μὴ τοίνυν τὴν ὑπερβάλλουσαν τοῦ θεοῦ θυ φιλανθρωπίαν φιλανιαν . εἰς ἐφό δ ιον ἐκλάβης ἀσεβείας· μὴ ἐλαττώσης τὴν ἀξίαν διὰ τὴν οἰκο νομίαν· μὴ πολυπραγμόνει φύσιν ἀμέτρητον· μὴ ἐρεύνα οὐσίαν ἀκατάληπτον· ἡσαίας σε πεισάτω, τοιαῦτα μὴ διερευνᾶν· μὴδὲ τοιαῦτα πραγματογραφεῖν· τὴν γενεὰν γὰρ αὐτοῦ φησιν , τίς διηγήσεται· ἀλλ’ ὢ τῆς ἀναισχύντου τόλμης, τῶν πάντα ῥ αδίως καὶ φρονεῖν καὶ λέγειν τολμώντων· καὶ οὐ φοβεῖται ὁ ἀνόμοιος ὡς θεοῦ θυ φύσιν διερευνώμενος· καὶ τολμῶν λέγειν τὰ ἄρρητα καὶ δημο σιεύειν τὰ ἅγια· καὶ εἰκότως· ἐπειδὴ γὰρ ἀγνοεῖ τὴν ἀλήθειαν. ἐπαγγέλλεται τὰ ἀγνοούμενα, ἵνα κρύψη τὰ κηρυττόμενα· οὐκ’ ἤκου σε τῆς ἁγίας γραφῆς παραινούσης· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. οὐ γὰρ χρεία σοι τῶν κρυπτῶν· ὁ μακάριος θεὸς θς καὶ μόνος δ υνάστης· τὸν θαυμάσιον ἰὼβ τὸν ἀπὸ τῆς ὑπομονῆς λάμψαντα· βουληθείς ποτε τῆ ἱστορία τῆς δημιουργίας ἐκπλῆξαι, λέγει αὐτῶ· ποῦ ἦς, ἐν τῶ θεμελιοῦν με τὴν γῆν· ὅτε ἡ θάλασσα ἐγένετο· ἵνα συντέμω, ὅτε τὰ ὄρη ἐπλάττετο, σὺ ἐφύλαξας τοκετοὺς τρα γελάφων; ἀπάγγειλόν μοι φησὶν. τοῦ κόσμου τὴν διατύπωσιν· τὴν τῶν θηρίων ὠδῖνα· τὴν τροφὴν τῶν κτηνῶν· τὴν κατά στασιν πάντων τῶν ἐν τῶ κόσμω· τὴν ποικιλίαν· ταῦτα δὲ πρὸς αὐτὸν ἔλεγεν, ὁμοῦ παιδεύων αὐτὸν· ὅτι καὶ τὰ ἐν αὐτῆ τῆ κτίσει φαινόμενα, τοῖς ἀνθρώποις ἀνοις ἀκατάληπτα· εἶτα ὁ μακάριος ἐ κεῖνος ἐκπλαγεὶς, φησίν· κύριε κε , ἅπαξ ἐλάλησα· ἐπὶ δὲ τῶ δευτέρω, οὐ προσθήσω· εἶτα. ἡ ζήτησις τῶν φαινομένων. ἐνίκησε υ ν τὸν ἰώβ· σοῦ δὲ τὴν τόλμαν, οὐδὲ ἡ ἄρρητος τοῦ μονογενοῦς ἐνίκη σε γέννησις; ἀλλ’ ἐπεὶ διαγγέλλεις ἃ μὴ οἶδας, ἀπαιτοῦ λό γον ὃν πάντες ἴσμεν· εἰπέ μοι, πῶς ἡ γῆ ἐστηρίχθη ἐπὶ τῶν ὑ δάτων· εἰπὲ. πῶς ὁ ἀδὰμ ἐπλάσθη ἀπὸ γῆς· εἰπὲ, πῶς τὸ μάννα ἐχορηγήθη· πῶς ἡ θάλασσα διηρέθη καὶ τὰ λοιπὰ θαύ ματα γένομεν. ἵνα μὴ μηκύνω · τὸν λόγον· εἰπέ μοι. πῶς οἱ ἄγγελοι παρα τεθέντα αὐτοῖς τὸν μόσχον ὑπὸ τοῦ ἀβραὰμ ἔφαγον· γαστὴρ, οὐκ ἦν· δοχεῖα τροφῆς. οὐχ ὑπῆρχεν ἀγγέλων φύσει· ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· πῶς ἀνηλώθη· εὐθέως ὁ αἱρετικός· καὶ τί φησιν ἀδύνατον ζητεῖς· δυνάμει τῶν ἀγγέλων, ἠφανίσθη· τί οὖν· τῆ μεν δυνάμει τῶν ἀγγέ λων πιστεύεις. καὶ οὐκ’ ἐξετάζεις· θεοῦ θυ δὲ γέννησιν πολυπραγμονεῖς; π ῶς ἐποίησεν ὁ θεὸς θς τὸν οὐρανὸν οὐνον καὶ τὴν γῆν· ἀποκρίνεται· ὡς οἶδεν. ὡς ἠθέλησεν· εἶτα. ἡ μὲν δύναμις τοῦ θεοῦ θυ λογισμοῖς οὐχ’ ὑ ποβάλλεται, ἀλλὰ πίστει παραδίδοται· θεία δὲ γέννησις, ταῖς τῶν λογισμῶν ἀνάγκαις περιστοιχίζεται; οὐκ’ ἤκουσας τοῦ δαυὶδ δαδ λέγοντος. πάντα ὅσα ἠθέλησεν ὁ κύριος κς ἐποίησεν; τὸ θέλημα οὐ πολυπραγμονεῖς· καὶ τὴν φύσιν περιεργάζη; καί τοι ἀδελφοί· ἃ μὲν ἐποίησεν ὁ θεὸς θς θέλων, ὁρᾶται· ὃν δὲ ἐγέννησεν ἐκ τῆς ἰδίας οὐσίας, ἀόρατος· εἰκὼν γὰρ θεοῦ θυ τοῦ ἀοράτου· τὰ φαι νόμενα ποιήματα, νικῶσι τὸν λογισμόν· ἡ ἀόρατος γέννη σις. τοῖς λογισμοῖς δουλεύει; ἃ θελήσας ἐποίησεν, οὐκ’ ἀνα κρίνεις· καὶ ὃν κατὰ θεῖαν καὶ ἄχραντον φύσιν ἐπήνεγκεν, πολυ πραγμονεῖς; ὣ κενῆς τόλμης, ὡ ξένης ἐπιχειρήσεως· ὣ βουλήματος τιμωμένου. καὶ φύσεως ὑβριζομένης· καλῶς ὁ μακάριος δαυὶδ δαδ ἔλεγεν· υἱοὶ ἀνθρώπων ἀνων . ἕως πότε βαρυκάρδιοι· ἵνα τί ἀγαπᾶτε ματαιότητα. καὶ ζητεῖτε ψεῦδος· πᾶν γὰρ ἀλλότριον τῆς χριστοῦ χυ διδασκαλίας, ψευδές τε καὶ μάταιον· εἰ γὰρ ἀληθεύει λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· ὅσα ἐκτὸς τῆς χριστοῦ χυ διδα σκαλίας, εἰς ψεῦδος φέρει· ἀνάγαγέ σου τὴν ψυχὴν ἀπὸ τ ῶν χαμαὶ κειμένων ζητημάτων καὶ τῶν ματαίων λογισμῶν, ἐπὶ τὸ ὕψος τῆς θεολογίας· κατάλιπε δὲ τὴν πτωχὴν τῶν λογι σμῶν ἔρευναν· καὶ λάβε τὸν θησαυρὸν τῆς ἀληθείας· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν . θησαυρῶ κεκρυμμένω· δια τί θη σαυρὸς ὀνομάζεται ὁ σωτήρ σηρ · ἐνταῦθα πρόσεχε ἀκριβῶς· ὥσπερ ὁ θησαυρὸς· οὐχ’ ὅτε εὑρίσκεται τότε συνίσταται· ἀλλ’ ἔστι μὲν παλαι ὸς τὴν θέσιν, νέος δὲ τῆ εὑρέσει, οὕτως καὶ ὁ σωτήριος λόγος. παλαιὸς μ ὲ έ ν ἐστι τὴν ἀξίαν. καὶ ἀρχὴ τῶν ἁπάντων, ἐπειδὴ ἐν ἀρ χῆ ἦν ὁ λόγος· νέον δὲ τὸ κήρυγμα, διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν· ἀ μέλει γ’οὖν ἀδελφὲ. ἵνα μάθης ὅτι δίκην θησαυροῦ τοῖς ποθοῦ σιν ἐκλάμπει. καὶ οἱ εὑρίσκοντες οὕτως ἐπιτρέχουσιν ὡς θησαυρῶ εὑρημένω, ὁ ἀνδρέας τῶ πέτρω τὴν εὕρεσιν κηρύττων, φησίν· ὃν ἔγραψεν μ84 ~1~ω~2~48υσῆς καὶ οἱ προφῆται. εὑρήκαμεν χριστόν χν · μωυσῆς γὰρ καὶ οἱ προφῆται ἐν ταῖς ἁγίαις βίβλοις. ὡς ἐν θησαυρ ω ο ῖς ἀπέ θεντο τὸ κήρυγμα· ἀλλ’ ὥσπερ οἱ κρυπτὸν θησαυρὸν ἀποτιθέ μενοι· αὐτοὶ μὲν ὁρῶσιν ἃ καταβάλλονται· σκέπουσι δὲ τῆ ὄ ψει μὴ εὐδιάρπαστος γένηται τοῖς ἀλλοτρίοις, οὕτως καὶ οἱ προφῆται καὶ γὰρ ρπη χριστὸν χν κηρύξαντες, τῆ ἀσαφεία τῶν λέξεων ἔκρυψαν τὸν θησαυρόν· διὰ τί; εἰ γὰρ σαφῶς εἶπον, οὐκ ἦν προφητεία. ἀλλὰ κήρυγμα· καὶ προελάμβανεν ἡ ἀωρία τῆς ἐκφράσεως, τὴν εὐκαιρίαν τοῦ κηρύγματος· τί οὖν ποιοῦσιν· καὶ ἑρμηνεύουσι, καὶ κρύπτουσι· τίς ταῦτα λέγει· ἡσαίας· καὶ ἔσται τοῦτο τὸ βιβλίον, ὡσεὶ βιβλίον ἐ σφραγισμένον· ὃ, ἐὰν δοθῆ ἀνθρώπω ανω ἐπισταμένω γράμματα, ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι. ἐσφράγισται γάρ· καὶ ἐὰν δοθῆ τῶ μὴ εἰδότι γράμματα. ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι· οὐ γὰρ ἔμαθον γράμματα· τ ί οὖν βούλεται τοῦτο τὸ αἴνιγμα· ἡ περὶ χριστοῦ χυ προφητεία φησὶν. καὶ ἰου δαίοις καὶ ἕ λλησιν ἠγνοεῖτο· ἰουδαίοις μὲν τοῖς εἰδόσι γράμματα νόμον καὶ προφήτας. ἐπειδὴ ἐσφράγιστο· ιουδαῖοι γράμματα ἤδει σαν. καὶ ἐπαιδεύθησαν· δια τοῦτο λέγει αὐτοῖς ὁ θεός θς · οἱ βασταζόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως· ἕως γήρως ἦσαν παι δευόμενοι, ἀλλ’ οὐκ’ ἤδεισαν· ἐπειδὴ τῆ ἀσαφεία ἐκρύπτετο· τοῖς δὲ ἕλλησιν. ἠγνοεῖτο· οὐ διὰ τὴν ἀσάφειαν, ἀλλὰ διὰ τὸ ὅλως μὴ εἰδέ ναι γράμματα· δια τοῦτο παῦλος τιμοθέω τῶ ἐντραφέντι τῶ νόμω, λέγει· ὅτι ἐκ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνά μενά σε σοφίσαι εἰς σωτηρίαν σρίαν · ἦν οὖν ἡ προφητεία τεθησαυρισμέ νη, καὶ ἐν ταῖς ἁγίαις βίβλοις ἐγκεκρυμμένη· δεῖ γὰρ μὴ ἀποστῆ ναι τοῦ π ροκειμένου· οὐχ’ ἡσαίας δὲ μόνος δείκνυσι τὰς προ φητείας ἐσ φραγισμένας, ἀλλὰ καὶ δανιήλ· λέγει γὰρ αὐτῶ ὁ ἄγγελος . , μετὰ τὸ μηνύσαι αὐτῶ τὴν ἀποκάλυψιν τῶν μελλόντων· καὶ σὺ δα νιὴλ, σφράγισον τὸ βιβλίον τοῦτο τῆς ὁράσεως, ὅτι ἡ δήλωσις αὐτοῦ εἰς μακράν· δια τοῦτο ὁ μακάριος δαυὶδ δαδ ἀναγινώσκων τὸν νόμον. καὶ ἀναγινώσκων τοὺς προφήτας, ὡς ἀγνοῶν ἐκ προσώπου τοῦ λαοῦ· οὐ γὰρ αὐτὸς ἠγνόει ὁ προφητεύων. βουλόμενος δεῖξαι ὅτι ἔμφασιν μέν τινα δέχεται τῆς τοῦ χριστοῦ χυ ἐπιδημίας· οὐ δύναται δὲ νοῆσαι δια τὴν ἀσάφειαν τῶν λέξεων, ἔπασχέν τι παραπλήσιον τοῖς ὁρῶσι. βαλάντιον ἐσφραγισμένον. καὶ ἀγνοοῦσι μὲν, ὃ ἔχει, ἐκ δὲ τῆς σφαγῖδος νοοῦσιν, ὅτι τίμιον τὸ ἐναποκείμενον· τί οὖν ποιεῖ· βλέπων τὰ γράμματα καὶ μὴ καταλαμβάνων αὐτῶν τὰ νοήματα, λέγει· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμά σια ἐκ τοῦ νόμου σου· καὶ πάλιν ὁ αὐτός· εὐλογητὸς εἶ κύριε κε . δίδα ζόν με τὰ δικαιώματά σου· οὐ γὰρ ἀνέγνως τὰ παρὰ τοῦ νόμου; οὐκ ἐπαίδευσέν σε ὁ μωυσῆς τὴν δεκάλογον; ναί φησιν· ἀλλὰ τὰ σὰ βούλομαι μαθεῖν· καὶ τὰ παρὰ σοῦ τοῦ νομοθέτου· παρὰ τῆς πη γῆς τοῦ νόμου. οὐ παρὰ τοῦ ὑπηρέτου τοῦ νόμου βούλομαι μαθεῖν τοῦ νόμου τὴν ἀλήθειαν· ἀλλ’ ἐζήτει μὲν μαθεῖν, ἡ δὲ χάρις ἐταμιεύ ετο τοῖς μέλλουσι λαμβάνειν τὴν εὐεργεσίαν· δια τοῦτο ἔλεγεν ὁ σωτὴρ σηρ τ οῖς μαθηταῖς· πολλοὶ βασιλεῖς καὶ δίκαιοι καὶ προφῆται. ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ’ εἶδον οὐδὲ ἤκουσαν· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ. ὅτι βλέπετε· ἀλλὰ ζητοῦμεν. πότε ὅ λως ἡ σφραγὶς ἀπεσφραγίσθη· πότε ὁ δεσμὸς τῆς ἀγνοίας ἐλύθη· πότε τὰ κεκλεισμένα ἀνεώγη· ἀπαιτεῖ γὰρ παρ’ ἡμῶν ὁ ἀκροατὴς καὶ παρὰ τῶν λόγων. τὴν λύσιν· τὸν τρόπον μοι φησὶν ἐμήνυσας τοῦ σφραγίσματος. τὸν καιρόν μοι τῆς ἐπιλύσεως τῶν ἐσφραγισμέ νων οὐ λέγεις; κεκλεισμένας ἔδειξας τὰς πύλας· ἀνεωγμένας οὐχ’ ὑποδείξεις; τί οὖν· ἀπὸ ἑνὸς ῥήματος τὰ πολλὰ παρω σάμενος, παραστήσω τὸ ζητούμενον· μετὰ τὴν τοῦ σωτῆρος σρς ἀνά σ τασιν· ἀγνοουμένης ἔτι τοῖς πολλοῖς τῆς θείας χάριτος· τινές φησιν τῶν μαθητῶν δύο, ἔξω εἰς κώμην ἀπήεσαν· καὶ πρὸς ἀλλήλους οἷα φιλεῖ. ἐν ὁδῶ ἀντέβαλλον περὶ τῆς οἰκονομίας· ὁ σωτὴρ σηρ ἀμείψας τὸ σχῆμα καὶ τὸ ἐκφώνημα· ὃ γάρ ἐστι πρόσωπον τοῖς ὁρῶσι. τοῦτο ἡ φωνὴ τοῖς τὸ πρόσωπον οὐχ’ ὁρῶσι· κρύπτει καὶ τὴν φωνὴν καὶ τὴν μορ φὴν, καὶ λέγει αὐτοῖς ὁ τὰ πάντα εἰδώς· τίνες οἱ λόγοι οὗτοι. οὓς ἀντιβάλλ τ έτὲ πρὸς ἀλλήλους· λέγει αὐτῶ τῶ τὰ πάντα εἰδότι, ὁ παρ’ αὐτοῦ τὰ πάντα μανθάνων· σὺ μόνος παροικεῖς ἱερουσαλήμ ιλὴμ , καὶ οὐκ’ ἔ γνως τὰ γενόμενα ἐν αὐτῆ; λέγει. ποῖα· οὗτος ὁ εἰδὼς τὰ πάντα καὶ ἐρωτῶν. υἱός υις ἐστιν ἐκείνου τοῦ λέγοντος τῶ κάιν· ποῦ ἄβελ ὁ ἀ δελφός σου· εἶτα. λέγουσιν αὐτῶ· τὰ περὶ ἰησοῦ ιυ τοῦ ναζωραίου· ὃς, ἐ γένετο ἀνὴρ, δυνατὸς λόγω καὶ ἔργω· ἀκμὴν ἀν ὴ ή ρ; μετὰ τοσαῦ τα θαύματα ἀνήρ; μετὰ τοσαύτας ἐνεργείας; μετὰ τοσαύτην θείας δυνάμεως ἀπόδειξιν; ἡμεῖς δέ φησιν, ἵνα μὴ πάντα ἐξε τάζων ὁ λόγος μηκύνηται· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν ἰσραήλ ιηλ · ὅρα ὅπως ἔσβεστο ἐν αὐτοῖς σχεδὸν ἡ πίστις, καὶ καθηρεῖτο λοιπὸν ἡ ἐλπὶς τῆς οἰκονομίας· ἡμεῖς προσεδοκῶμεν· οὐ λέγει προσδοκῶμεν, ἀλλὰ προσεδοκῶμεν· εἶδεν οὖν λοιπὸν ἀσθενοῦσαν αὐτῶν τὴν πίστιν καὶ κλίνασαν τὴν διάνοιαν. καὶ ἐπέστη ὁ στηρίζων τοὺς καταπεπτωκότας καὶ ἀνορθῶν πάντας τοὺς κατερραγμένους· καὶ τί πρὸς αὐτοὺς ὁ εὐεργέτης· ὦ ἀνόητοι καὶ βραδεῖς τῆ καρδία· οὐ συνίετε τὰς γραφάς; οὐ ταῦ τα. ἔδει παθεῖν τὸν χριστὸν χν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. διήνοιγεν αὐτοῖς τὰς γραφὰς· ὁ ρᾶς ὅτι ἕως ἐπέστη χριστός χς . οὐκ’ ἀνεώχθη τῆς ἀληθείας ἡ πύλη, οὐ ρπθ δὲ ἐλύθη ὁ δεσμὸς τῆς ἀγνοίας; διήνοιγεν τὰς γραφὰς, οἷά τινα θύρας κεκλεισμένας· ποίας θύρας· περὶ ὧν φησιν ὁ παῦλος. ἵνα ὁ θεὸς θς ἀνοίξη θύραν τοῖς ἔθνεσιν· καὶ πάλιν ἐπὶ κορνηλίου· ἆρά γε καὶ τοῖς ἔθνεσιν, ἤνοιξεν ὁ θεὸς θς θύραν μετανοίας· καὶ ὅρα τί οἰκονομεῖ ἡ πηγὴ τῶν ἀγαθῶν· ὅτε γὰρ ἐπέστη τῆ κώμη τῆ ἐμμαοῦς ἔνθα τὴν ὁρ μὴν εἶχον οἱ ὁδεύοντες. ἔτι ἀγνοούμενος ὑπ’ αὐτῶν, ἀπογυμνοῖ τὸ ἀμ φιβαλλόμενον· ὡς γὰρ συγκατεκλίθη αὐτοῖς τὰ πρῶτα ὡς ξένος φι λοφροσύνης ἀξιούμενος· μεῖνον γάρ φησιν παρ’ ἡμῖν, ὅτι κέκλινεν ἡ ἡμέρα· ἵνα μὴ πάντη ἡ ἄγνοια καλύπτη τὴν ἀξίαν· ὅτι οἱ μὲν τρεῖς εὐαγγελισταὶ ἀπὸ τῆς οἰκονομίας τοῦ σωτῆρος σρς . τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο· ὁδὲ ἰωάννης ἀπὸ τῆς θεότητος, λαβὼν ἄρτον εὐλόγησεν καὶ κλάσας. ἐπέδωκεν· καὶ ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοὶ. καὶ ἐπέγνωσαν αὐτόν· ⁘ἐρωτησις· δ ια τί πρῶτον ἔδωκεν τὸν ἄρτον, καὶ τότε ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοί· ⁘ἀποκρισις· ἐπειδὴ βρῶσις. τοῦ ἀδὰμ τοὺς ὀφθαλμοὺς κακῶς ἤνοιξεν, ἀντεισήχθη νῦν βρῶσις, τὴν ξένην ἀνάβλεψιν ἐργαζομένη· ἀναβλέψουσι καὶ ο ἱ τῶν αἱρετικῶν παῖδες, καὶ ἴδωσι τὸ φῶς τῆς ἀληθείας· ἴδωσι τὸν ἐν ἀρχῆ ὄντα θεόν θν , θεὸν θν ὄντα καὶ θεοῦ θυ λόγον ὑπάρχοντα· ἀκούσουσι πολλάκις τὸ ἦν, καὶ παύσονται λέγοντες τὸ οὐκ’ ἦν· ἐν ἀρχῆ ἦν ὁ λόγος· οὐκ’ εὐθὺς τοῦτο ἐκηρύχθη. οὐ γὰρ ἐχώρει ὁ κόσμος· τέσσαρες μέντοι εἰσὶν εὐαγγελισταὶ. μ ατθαῖος· μάρκος· λουκᾶς, καὶ ἰωάννης· ὅτε οὖν ἤρξαντο τοῦ κη ρύγματος, οὐκ εὐθὺς ἐλάλησαν τὰ πρέποντα τῆ ἀξία, ἀλλὰ τὰ ἁρ α μόζοντα τοῖς ἀκροωμένοις· ὁ γ’οὖν ματθαῖος. ἀρχὴν ποιησάμενος τῶν εὐαγγελίων λέγει· βίβλος γενέσεως ἰησοῦ ἰυ χριστοῦ χυ · υἱοῦ δαυίδ δαδ , υἱοῦ ἁβραάμ· ⁘ἐρώτησις· δ ια τί μὴ υἱοῦ θεοῦ θυ · δια τί πτωχῆ λέξει κρύπτεις τὴν ἀξίαν· δια τί τοῖς ἀν θρωπίνοις τὰ θεῖα καλύπτεις· ⁘ἀπόκρισις· παρὰ ἰουδαίοις φησὶ κηρύττω, τοῖς μ ηδὲ ἄνθρωπον ἄνον δίκαιον εἶναι πιστεύουσι τὸν χριστόν χν · υἱὸν ἁβραὰμ, οὔπω ἐδέξαν το· καὶ υἱὸν υιν θεοῦ θυ καταγγελλόμενον ἀνέξονται; καὶ πόθεν τοῦτο ὅτι οὐδὲ γέ νους αὐτὸν ὡμολόγουν εἶναι ἁβραάμ· οὐκ’ ἤκουσας ὡς πολλάκις βλα σφημοῦντες αὐτὸν ἔλεγον, σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; οἱ τοῦ γένους αὐτὸν τῶν ἁγίων ἐκβάλλοντες· τὴν ἀξίαν τὴν ἔνθεον κα τελάμβανον; τί οὖν φησιν· βίβλος γενέσεως, ἰησοῦ ιυ χριστοῦ χυ · υἱοῦ δαυίδ δαδ , υἱοῦ υιυ ἁβραάμ· πρῶτον αὐτοὺς ἐνάγει τοῖς ὀνόμασι τοῖς φίλοις. τοῖς πρὸς συγγένειαν ἡνωμένοις· ἵν’ ἐξ ἐκείνων θηραθέντας, κατὰ μι κρὸν εὕρωσι τὴν ἀληθείαν· τὴν ἀπαθῆ γέννησιν· τὴν ἄχραν τον· τὴν θεοπρεπῆ· λόγω κηρυττομένην. καὶ παντὶ ἁγίω πίστει πα β ραδιδομένην· πάλιν ὁ μακάριος μάρκος καθεὶς ἑαυτὸν εἰς τὸ ε ὐαγγέλιον· καὶ θαρσήσας τοῖς προγεγυμνασμένοις, λέγει μὲν υἱὸν θεοῦ θυ · ἀλλ’ εὐθέως συνέστειλε τὸν λόγον. καὶ ἐκο λόβωσε τὴν ἕννοιαν. ἵνα μα λάξη τὸν ἀκροατήν· ἐπάγει οὖν εὐθέως τὰ κατὰ τὸν βαπτιστὴν λέγων. ἀρχὴ τοῦ εὐαγγελίου ἰησοῦ ιυ χριστοῦ χυ υἱοῦ υιυ τοῦ θεοῦ θυ · καθὼς γέγραπται ἐν ἡσαία τῶ προφήτη· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. ὃς κα τασκευάσει τὴν ὁδόν σου· ἔδειξε τὴν λαμπάδα τῆς ἀληθείας, καὶ εὐ θέως ἀπέκρυψε· καὶ προφέρει πρῶτον τὸν ὑπηρέτην· ἵνα τῆ φω νῆ περιηχηθεὶς ὁ ἀκροατὴς. δέξηται λοιπὸν ὑγιῶς τὸν παντελῆ γ τῆς θεογνωσίας λόγον· ὁ λουκᾶς ἀκολουθεῖ τρίτος, καὶ μέσος χωρεῖ μ ετὰ τούτους· καὶ ἅπτεται μὲν τοῦ θείου λόγου. οὐ μὴν ἑρμηνεύει καὶ ἀνα πτύσσει τὴν ἀξίαν· ἀλλὰ φῆ σίν· ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνα τάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, ἔδοξε καμοὶ παρηκολουθηκότι τοῖς πᾶσιν ἀπαρχῆς γράψαι, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι· ἀλλὰ λόγον μὲν εἶπεν, οὐκ’ εἶπεν δὲ ὅτι καὶ θεὸς θς ἦν ὁ λόγος· τί οὖν καὶ αὐτὸς ποιεῖ· ἁψάμενος τοῦ εἶναι· καὶ ἐννοήσας ὅτι νεκραῖς ἀκοαῖς ἐνηχεῖ. κρύπτει τὴν ἀξίαν καὶ προφέρει τὴν οἰκονομίαν· ἐγένετο ἱερεύς ζαχα ρίας· καὶ τὰ ἑξῆς τοῦ εὐαγγελίου· πάντες οὖν ἐχώρησαν εἰς τὴν τῆς σ αρκὸς οἰκονομίαν· καὶ ἠρέμα πῶς διὰ τῶν θαυμάτων, ἐγνώριζον τὴν ἀξίαν· ἐκηρύττετο μὲν τοῦ θεοῦ θυ λόγου τὸ ἀξίωμα. ἐκρύπτετο δὲ τὰ κατὰ τῶν αἱρετικῶν βέλη· καὶ τὸ τῆς ὀρθῆς δόξης ἐπιτείχισμα, α οὐδέπω τῶ κηρύγματι τῆς εὐσεβείας ἐγήγερτο· ιωάννης τοίνυν ὁ υἱὸς υις τῆς βροντῆς, τελευταῖος παρῆλθεν ἐπὶ τὴν θεολογίαν μετὰ τοὺς τρεῖς ἐκείνους κήρυκας · καὶ μάλα εἰ κότως· ὁ μὲν ἠκολούθησεν, οἱ δὲ προέλαβον· εἰς τὰ μικρὰ, τέως ἀστράπτοντες· ὥσπερ γὰρ τῆς βρο ν τῆς προηγεῖται ἀστραπὴ. ἵνα μὴ ἀθρόον ἐκείνη ἐκ τῶν νεφῶν ῥαγεῖσα πλήξη τὸν ἀκούοντα, οὕτως ἐπειδὴ ἔμελλε βροντᾶν ὁ ἰωάννης, προέλαβον οἱ τρεῖς εὐαγγελισταὶ δίκην ἀστρα πῶν· καὶ οἱ μὲν ἤστραψαν τὴν οἰκονομίαν, ὁ δὲ βροντᾶ τὴν θεο λογίαν· βροντὴ δὲ ἀδελφοὶ, μήτηρ μηρ ὄμβρων· βροντὴ, φόβητρον τῶν πονηρῶν· καὶ ὥσπερ ἂν σάλπιγγι τινὶ κεχρημένος τῆ βροντῆ ὁ οὐρανός οὐνος . οὐ τῆ βροντῆ καλεῖ τὸν ὄμβρον· ἀλλὰ πρῶτον ταῖς ἀστραπαῖς προκαλεῖται τὸν ὑετ ὸ ό ν· ἀστραπὰς γὰρ ὁ θεὸς θς εἰς ὑετὸν ἐποίησεν, ἔπει τα τῆ βροντῆ κινεῖ τὰς νεφέλας· τί οὖν· ἐπειδὴ προηγήσαντο αἱ τοσαῦται ἀστραπαὶ τοῦ λόγου, ἀκολουθεῖ τὸ λοιπὸν ὡς ἔφθην εἰπὼν. ἡ βροντὴ τῆς θεολογίας· καταπλήττουσα μὲν τοὺς πολλοὺς τῆ ὑπερβολῆ τῆς θεολογίας, φέρουσα δὲ τοὺς ὄμβρους τῆς εὐλογίας· καὶ ἡμῖν μὲν τοῖς υἱοῖς τῆς εὐσεβείας, βροντὴ γίνεται θεολογίας· ρϟ τοῖς δὲ αἱρετικοῖς βροντὴ. τοὺς κακοὺς θῆρας, τῆ ὑπερβολῆ τῆς μεγαλοφωνίας ἐλαύνουσα· ἀπὸ ἐπιτιμήσεως σου φεύξον . ἀπὸ φωνῆς βροτῆς σου δειλιάσουσιν· ἀναδράμωμεν οὖν π ρὸς τὸν ἐν ἀρχῆ θεόν θν · ἀναδράμωμεν πρὸς τὸ ἀίδιον φῶς· ἀναδρά μωμεν πρὸς τὸν λόγον. τὸν διὰ σὲ γενόμενον ἄνθρωπον ἄνον · γενόμενον δὲ ὅτ’ἂν εἴπω· οὐ μεταβληθεῖσαν λέγω φύσιν· ἀλλὰ τὴν ἔνθεον ἀξίαν. ἀναλαβοῦσαν τὰ ἡμέτερα· τὸ γὰρ ὁ λόγος σὰρξ ἐγένετο· οὐ μετάπτωσιν τῆς φύσεως μηνύει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμε τέρας ἀσθενείας· εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις· ἐὰν ἀκού σης τοῦ παύλου λέγοντος· χριστὸς χς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας. τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· κατάραν εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν; ὥσπερ γ’οὖν τὸ γεγονὼς κατάρα οὐδὲν ἕτερον σημαίνει. ἢ ὅτι τὴν καθ’ ἡμῶν κατάραν εἰς ἑαυτὸν ἀνέλαβεν, οὕτως καὶ τὸ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐ σκήνωσεν ἐν ἡμῖν· οὐδὲν ἄλλο παρίστησιν. ἢ τῆς σαρκὸς τὴν ἀνά ληψιν. ἔχεις εἰκόνα παρὰ σαυτῶ· ὁ λόγος ὁ σὸς, παιδεύσει σε περὶ τοῦ θεοῦ θυ λόγου· οὐχ’ ὡς παντελῆ φέρων τὴν ὁμοιότητα, ἀλλ’ ὡς ἔ χων ἴχνος καὶ ἔμφασιν τῆς θείας ἀξίας ὁ λόγος· ἐνταῦθα δέ μοι π ρόσεχε τὸν νοῦν ἀκριβῶς. ἵνα μὴ δια κενῆς λέγηται τὰ ῥήματα. καὶ ἀφανίζηται τὰ θεῖα νοήματα· ὁ λόγος ὁ τῶν ἀνθρώπων ανων · ἀμυδρὰ δέ ἐστιν ἡ εἰκὼν, οὐχ’ ὅλον παριστῶσα τὸ ἀξίωμα· ἀλλ’ ἐκ τῶν κα θ’ ἡμᾶς. τὰ ὑπὲρ ἡμᾶς διδάσκουσα· ὁ λόγος ὁ ἡμέτερος, ἀσώ ματός ἐστιν· ἀόρατος. ἀκράτητος· ἀκοῆ μόνη παραδε δ ομένος· οὐδεὶς εἶδεν ὄψει λόγον· οὐδεὶς κατέσχε χειρί· ἀλλ’ ἔστιν ἀόρατος· ἀκράτητος· ὑπὸ μιᾶς αἰσθήσεως κρατούμενος, τῆς ἀκοῆς· καὶ τοῦτο. ἀοράτως· οὐ γὰρ χεῖρας ἐκτείνασα ἡ ἀκο ὴ κατέχει. ἀλλ’ αὐτὸς ὁ λόγος εἰσελθὼν κρατεῖται· ὁ λόγος αὐτὸς γέννημα μ έν ἐστι τοῦ νοῦ· γεννᾶται δὲ. οὐ πάθει· οὐκ’ ὄψει. οὐ διαιρ έ σει· οὐ μερίζετα ι τοῦ νοῦ τοῦ γεννήσαντος· οὐ χωρίζεται, οὐκ ἀποσχί ζεται· ἐνταῦθά μοι, χρῆσον τὴν ἀκοὴν αἱρετικέ· νόησον πρῶ τον τὰ σὰ, καὶ τότε φαντάζου τὰ ὑπὲρ σέ· γεννᾶ ὁ ν οῦ ς· προέρχεται ὁ λόγος· προέρχεται ἐκ τοῦ γεννήσαντος· καὶ πάν τας πληροῖ τοὺς ἀκούοντας, καὶ τοῦ γεννήσαντος αὐτὸν οὐ κ’ ἀφίσταται· προέρχεται λόγος. εἰς πάντας μεριζόμενος, καὶ οὐδαμοῦ σχιζόμενος· ἕκαστος γὰρ δέχεται ὁλόκληρον τὸν λό γον· καὶ ἔστιν ἐν ἑκάστω καὶ ἐν πᾶσιν· οὐ μεριζόμενος, ἀλλ8’8 λό κληρος εἰσχεόμενος· ὁ οὖν ἡμέτερος λόγος. δείκνυσιν ἐν ἑαυτῶ τὸν γεννήσαντα νοῦν· ἀπὸ γὰρ τοῦ λόγου, καταλαμβάνεται ἡ διάνοια· σκόπει δέ μοι κακεῖνο· οὗτος ὁ λόγος ὁ ἡμέτερος. προαναζωγρα φῶν τὴν οἰκονομίαν τοῦ θεοῦ θυ λόγου, εἰκόνα τινὰ θαυμαστὴν προ ανείληπται· γηίνοις μὲν ἄνθεσιν ὡραιζομένην, πρέπουσαν δὲ τῆ τοῦ λόγου προθεωρία· τί οὖν· τὸν λόγον τὸν ἡμέτερον ἀόρατον ὄντα καὶ σῶμα μὴ ἔχοντα· καὶ κρατεῖσθαι μὴ δυνάμενον· ἑτέρα τινὶ σοφία ὁ θεὸς θς μεταρυθμίσας, καὶ ὁρᾶσθαι πεποίηκεν καὶ κρατεῖσθαι· τ ί γὰρ ποιεῖ· ἐπειδὴ οὐχ’ ἑωρᾶτο ὄψει, ἐνδύει αὐτὸν σῶμα, τὸ γράμμα· καὶ ὥσπέρ τινα σάρκα αὐτῶ περιέθηκε τὴν τῶν γραμμάτων ὄψιν· καὶ ὅν ποτε ἀκούων οὐχ’ ἑῶρας, ἀναγινώσκων ὁρᾶς· ὃν ἐντυχεῖν οὐκ’ ἠδύνου, διὰ τῆς βίβλου βαστάζεις· ἀλλὰ σωματοῦ ται μὲν ὁ λόγος διὰ τοῦ γράμματος, οὐ περικλείεται δὲ τῶ γράμ ματι· ἀλλ’ ἔστιν καὶ παρὰ τῶ λέγοντι, καὶ παρὰ τῶ ἀναγινώσκοντι· κἂν τις λαβὼν ἀδελφοὶ βιβλίον σχίση, τὸ σῶμα τοῦ λόγου ἔσχισεν, οὐ τὸν λόγον ἔτεμεν· καὶ ἵνα μάθης· ὅτι οὐ συναναλίσκεται γράμ ματι λόγος, λέγει ὁ θεὸς θς τῶ ἱερεμία· καθίσας γράψον ἐπι βιβλίου πάντας τοὺς λόγους, καὶ ἐπίδος ιωακεὶμ τῶ βασιλεῖ· ἦν δὲ ὁ λόγος, μεστὸς ἐλεγμοῦ· ἐπεὶ οὖν οἱ δυνάσται τοὺς ἐλέγχους οὐ φέρουσιν· ἡ γὰρ ἀξία οὐ ῥαδίως ὑποτάσσεται τῶ δικαίω, ἀλλὰ ἀμβλύνει τὴν ἀλήθειαν. πληγεὶς τοῖς ἐλέγχοις, διαρρήγνυσι τὸ βιβλίον· καὶ τῆ σμίλη τοῦ γραμματέως διακόψας, ἔλαβεν φησὶν παρὰ τὴν ἐσχάραν τοῦ πυρός· τί οὖν ὁ θεὸς θς πρὸς ιερεμίαν· κ αθίσας γράψον τοὺς αὐτοὺς λόγους, καὶ δὸς τῶ βασιλεῖ· δια τί; ἵνα μάθη· ὅτι τὸ γράμμα διέκοψεν. τὸν δὲ λόγον οὐκ’ ἔτεμεν· ε ἶδες τὴν εἰκόνα; ἀνάγαγέ σου τὸ λοιπὸν. ἐπὶ τὸ ὕψος τὴν διάνοι αν· ὁ τοῦ θεοῦ θυ υἱ ὸ ό ς· αὐτὸς ὁ θεὸς λόγος· ὁ μονογενής· ἐνδύ εται σῶμα, ἵνα φανῆ ὁ μὴ φαινόμενος· ἐνδύεται σάρκα, ἵνα κρατηθῆ ὁ μὴ κρατούμενος· δια τοῦτο ὁ ιωάννης εὑρὼν τὸ ποθεινὸν ἐκεῖνο σῶμα, τὸ ποτὲ μὲν ἀκοῆ κρατούμενον· ὕ στερον δὲ ὄψει κατεχόμενον, λέγει· ὃ ἦν ἀπαρχῆς· ὃ ἑωρά καμεν· ὃ ἀκηκόαμεν. καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν· ἐφό ρεσε τοίνυν τὴν σάρκα, ἔνδυμα τῆς ἀξίας· ἔνδυμα εὐπρε πές· ὁ κύριος κς γὰρ ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· οἱ γ’οὖν ιουδαῖοι μάχονται τῶ φαινομένω, ἀγνοοῦντες τὸν μὴ φαινό μενον· καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα· εἰ γὰρ τῶ γράμματι ὅ ἐστιν ἔνδυμα τοῦ λόγου. ὁ ἐ μὸ ς λόγος οὐ συναφανίζεται· ὁ θεὸς θς λόγος. ἡ πηγὴ τῆς ζωῆς· ρϟα τῆ σαρκὶ συναπέθανεν; τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν· δια τί οὖν ὁ παῦλος λέγει· εἰ γὰρ ἔγνωσαν, οὐκ’ ἂν τὸν κύριον κν τῆς δόξης ἐσταύρωσαν· ἐπειδὴ οἰκειοῦται τὸ πάθος τῆς σαρκὸς, ὁ τὴν σάρκα ἐνδυσάμενος· ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσης. οὐχὶ τ ὸν ἐνδεδυμένον αὐτὸ ὑβρίζεις; οὐκ’ οἶδας ὅτι εἰ εἰκόνα βασιλέως τίς ὑβρίσει. εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρει τὴν ὕβριν; οὐκ’ οἶ δας ὅτι ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου· ἢ ἀνδριάντα χαλκοῦν κα τασύρη, οὐχ’ ὡς εἰς ἄψυχον ὕλην τολμήσας οὕτως κρίνεται. ἀλλ’ ὡς κα τὰ βασιλέως χεῖρας ἐκτείνας ἀφανίζεται; ὕλη ἄψυχος· τοῦ βασι λέως εἰκόνα φέρουσα. τὴν ἑαυτῆς ὕβριν. εἰς βασιλέα ἀνάγει· μορ φὴ δὲ ζῶσα ἣν ἐνεδύσατο ὁ θεὸς θς λόγος. ὑβριζομένη, οὐκ’ ἐπὶ τ ν ἐνδυσάμενον τὴν ὕβριν ἀνάγει; νόει τοίνυν τὴν ἀξίαν. καὶ μὴ ÷ ὕβριζε τὴν οἰκονομίαν· ἀλλὰ ταῦτα μὲν. ἱκανά· τὰ δὲ λείποντα τῆ θεωρία τοῦ θεοῦ λόγου· ἑτέρω ταμιευσάμενοι λό γω, τάξει τὴν συμμετρίαν τιμήσωμεν· καὶ θεῶ δόξαν ἀ ναπέμψωμεν. νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν·