μ έγα τῆς ψυχῆς ἐφόδιον εἰς σωτηρίαν τὰ ἱερὰ μαθήματα· σίδηρος μὲν γὰρ σίδηρον ὀξύνει· λόγος δὲ θεῖος ψυχὴν ἀκονᾶ· καὶ ἄρτω μὲν σῶμα τρέφεται· λόγω δὲ θείω ψυχὴ στηρίζεται· καθὼς ὁ μα κάριος μωυσῆς τὸ τρόφημον τῆς θείας διδασκαλίας ὑποτεθέμιος φησὶν· οὐκ ἐπ άρτω μόνω ζήσεται ἄνθρωπος ἀλλ’ ἐν παντί ῥήμα- τι ἐκπορευομένω δια στόματος θεοῦ θῦ · τροφὴ τοίνυν ψυχῆς λόγος θεοῦ θῦ · τῆ γὰρ κατ’ εἰκόνα τοῦ κοσμοποιοῦ γενομένη λόγου· καὶ λόγω τετιμη- μένη· καὶ λογικῆς ἐλευθερίας ἠξιωμένη· τί ἂν οἰκειότερον γένοιτο λόγου τρέφοντος αὐτὴν καὶ παιδεύοντος καὶ πρὸς τὸ οἰκεῖον ἀξίωμα ταχέως· ἐπανάγοντος· λόγον δὲ ἀδελφοὶ φαμὲν ἡμεῖς· οὐ τὸν σοφιστικῆ δεινό- τητι κεκομψευμένον εἰς πιθανότητα· ἀλλὰ τὸν ἁπλότητι πίστεως μεμαρτυρημένον εἰς ἀλήθειαν· νόθον γὰρ ἡγεῖσθαι δεῖ πᾶσαν ἀρετὴν καὶ βίου καὶ λόγου· ἥτις μὴ παρὰ τοῦ θείου διδασκάλου τὰς ἀπαρχὰς ὑπεδέξατο· καὶ καθ’ ὅσον σκιᾶ σώματος καὶ ὄναρ τῆς ἀληθείας ἀπε- σχοίνισται τοσοῦτον διέστηκεν τῆς ἀληθινῆς τοῦ θεοῦ θῦ σοφίας· ἡ νενομισ μένη τοῦ κόσμου σοφία. ὅθεν καὶ ὁ μακάριος παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς· ὁ ποτὲ μὲν ἐξελθὼν κακῶς ἐπὶ θήρα τῶν ἁγίων· θηραθεὶς δὲ καλῶς ἐπὶ σωτηρία τῶν ἀνθρώπων, διαρρήδην πρὸς τὸν νόθον τὸν εὐσεβῆ καὶ ἀληθῆ λόγων ἀντεισάγων, ἔλεγεν· σοφίαν δὲ λαλοῦ- μεν ἐν τοῖς τελείοις. σοφίαν δὲ οὐ τὴν τοῦ αἰῶνος τούτου ἀλλὰ θεοῦ θῦ σο- φίαν ἐν μυστηρίω· σοφία τοίνυν ἡμῖν ἡ προφητικὴ γλῶττα καὶ ἀ ποστολικὴ διδασκαλία· καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας· ἡ κορυφὴ τῆς λογικῆς ἐξουσίας· εὐαγγέλιον δὲ ἀδελφοὶ ὅταν ἀκούσωμεν ἀξίαν τῆς προσηγορίας τὴν ἔννοιαν ἀναλάβωμεν· πολλοὶ γὰρ πολλά- κις τῆ συνηθεία τῶν ὀνομάτων ἐμμελετήσαντες, τὴν δύναμιν αὐτῶν τῶν πραγμάτων ἠγνώησαν· ἔστιν δὲ εὐαγγέλιον, ἑρμηνεία τοῦ πράγματος· εὐαγγελίζεται γὰρ ἡμᾶς τὴν πολυύμνητον τοῦ σωτῆρος σρς οἰκονομίαν ὅτι θεὸς θς ἐν ἀνθρώποις ἐγένετο διὰ φιλανθρωπίαν· οὐ τὴν προαιώνιον ἀξίαν προαποθέμενος· ἀλλὰ τὴν σωτήριον σριον οἰκονομίαν ἐνδυσάμενος. εὐαγγελίζεται ἡμᾶς τὸ εὐαγγέλιον, ὅ- τι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν. οὐ φαρμάκοις θεραπεύων ἀλλὰ νεύματι φιλανθρωπίας φιλανίας ἰώμενος. εὐαγγελίζεται ἡμᾶς ὅτι τοῖς πεπλανημένοις ὁδὸς ἀνεδείχθη· τοῖς ἐσκοτισμένοις τὸ φῶς ἔλ- λαμψεν· τοῖς ἀπεγνωσμένοις ἡ σωτηρία σρία . ἐπειδὴ γὰρ νόμω παιδευ- θέντες οὐκ ἐπεστράφημεν· καὶ προφητείαις ὁδηγηθέντες οὐκ ἀνε κλήθημεν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας· καὶ ἐκινδυνεύετο τῆ ἡμετέρα ἀγνωμοσύνη φθαρῆναι τὰ πάντα καὶ λυθῆναι τὰ ἀν θρώπινα ὡς εἶδεν ἡμᾶς ἡ τοῦ θεοῦ θῦ φιλανθρωπία. καὶ πρὸς τὴν τοῦ νόμου παιδείαν ἀπειρηκότας· καὶ πρὸς τὴν τῶν προφητῶν ὁδηγίαν ὀκλάσαντας· ἀγαθότητι πολλῆ καὶ ἀμέτρω, τὴν ἀγνωμο- σύνην ἐνίκησεν· καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας οἷόν τινα βασιλικὴν δωρεὰν εἰς πᾶσαν προθεῖς τὴν οἰκουμένην πάντα τοῖς ἀναξίοις ἐχαρίσατο διὰ φιλανθρωπίαν· προῆλθεν γοῦν ἡ σωτήριος σριος χάρις δια φόρως πάντας εὐεργετοῦσα τοὺς δούλους· ἐλευθεροῦσα τοὺς πτω- χοὺς· πλουτίζουσα τοὺς ἐξορίστους· ἀνακαλουμένη τοὺς αἰχμαλώ- τους ἐξαγοράζουσα πάντα τοῖς πᾶσιν ἐγένετο. οὐ διὰ τὴν ἡμετέ- ραν ἀξίαν ἀλλὰ διὰ τὴν αὐτὴν τῷ εὐεργέτη πρέπουσαν ἀγαθό- τητα· ὡς ἁπλοῦς ὢν τὴν φύσιν καὶ ἀμέριστος καὶ ἀσχημάτιστος· αὐτὸς θεὸς θς ἐκ θεοῦ θῦ . εἰκὼν τοῦ ἀοράτου· ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως, διαφόρους ἐνδύεται προσηγορίας· οὐ πρὸς τὴν φύσιν ἀρμοζούσας, ἀλλὰ τῆ εὐεργεσία πρεπούσας· ἐπειδὴ γὰρ πάντα διέπεσεν τὰ ἀνθρώπινα, εἰς ἑαυτὸν ἀναλαμβάνει τὰ πάντα οἰκειότητι· τῆ τὰ πάντα ἀνακαινιζούση χάριτι· τὰς προσηγορίας δεχόμενος· λιμὸς ἦν πολὺς· λιμὸς θείου λόγου· λι- μὸς ὃν ἠπείλησεν ὁ θεὸς θς τῇ συναγωγῇ λέγων· ἀποστελῶ αὐτοῖς οὐ λιμὸν ἄρτου· οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου κυ · ἐπεὶ οὖν ἤδει πεινῶσαν τὴν οἰκουμένην καὶ λιμῶ φθειρομένην. ὃ γάρ ἐστιν ἀτροφία τῷ σώματι, τοῦτο ἀπαιδευσία τῆ ψυχῆ βοᾶ διὰ τῶν εὐαγγελίων ἡ πηγὴ τῶν ἀγαθῶν. ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐ ρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. ὁ μὲν γὰρ αἰσθητὸς ἀ πὸ γῆς προέρχεται κατὰ τὸ εἰρημένον· τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· ὁ δὲ οὐράνιος οὐνιος ἐξ οὐρανοῦ οὐνοῦ πηγάζει· ἐγὼ γάρ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ οὐνοῦ καταβὰς. ἔρημος ἦν ἡ γῆ διψῶσα καὶ ἐστερημένη τοῦ θείου λόγου καὶ οὐκ ἔχουσα τῆς πνευματικῆς πνικῆς ἀρδείας τὴν ἀπόλαυσιν· τί οὖν ἡ αὐτὴ πάλιν χάρις βοᾶ τὴν εὐεργεσίαν πηγάζουσα· εἴ τις διψᾶ ἐρχέ- σθω πρός με καὶ πινέτω· ἐπειδὴ γὰρ διαφόρως ἐβόων οἱ προφῆ- ται· καὶ πᾶς ὁ τῶν ἁγίων χορὸς ἐδίψα αὐτοῦ τὴν παρουσίαν λέγων· ὁ θεὸς θς ὁ θεός θς μου πρὸς σὲ ὀρθρίζω· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν θν ζῶντα· βουλόμενος δεῖξαι ὅτι αὐτός ἐστιν ὃν ἐδίψων οἱ προφῆται· βοᾶ διὰ τῶν εὐαγγελίων εἴ τις διψᾶ ἐρχέσθω πρός με καὶ πινέτω· εἶδεν πάλιν τὴν οἰκουμένην γυμνὴν· οὐ τῶ σώματι γυ- μνὴν, ἀλλ’ ἀρετῆς γεγυμνωμένην· εἶδεν τὸ πλάσμα ὃ ἔπλασεν καὶ ἠλέησεν ὃ ἐποίησεν· καὶ δίδωσιν ἔνδυμα τοῖς γυμνοῖς, αὐτὸς ἑαυ- τὸν· καθὼς καὶ δὴ πρότερον ἔφθημεν εἰπόντες τότε· ὅσοι εἰς χριστὸν χν ἐβαπτίσθητε χριστὸν χν ἐνεδύσασθε· πεπλάνητο ἡ γῆ ὁδὸν ζητοῦσα καὶ μὴ εὑρίσκουσα· πᾶσα γὰρ ψυχὴ ἔχει ἐν ἑαυτῆ τὸ σπέρμα τῆς θεο- λογίας· καὶ ἔχουσα, οὐκ ήδει πῶς θηρᾶσαι τὸ ποθούμενον· ἐπει- δὴ οὖν οὐχ’ εὕρισκον ὁδὸν οἱ πεπλανημένοι· ἐγώ εἰμι φησὶν ἡ ὁ- δὸς, ἀλλὰ νεκρὸς εἶ· ἐγώ εἰμι ἡ ἀνάστασις· ἀλλ’ ἀσθενὴς εἶ χειρα γωγίας δεόμενος· ἐγώ ειμι ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης ἱεσσαὶ στηρίζουσα τοὺς ἀσθενοῦντας περὶ ἧς ἔλεγεν ὁ προφήτης· ἡ ῥάβδος καὶ ἡ βακτη- ρία σου αὐταί με παρεκάλεσαν· διὰ τί ῥάβδος διὰ τί βακτηρία ἐπειδὴ πρὸς πᾶσαν ἡλικίαν ἀρμόττει· νέους παιδαγωγεῖ· γέ- ροντας στηρίζει· ἀλλ’ ὦ δέσποτα· πεινῶντα με ἔθρεψας· διψῶντα με ἐπότισας· γυμνὸν ἐνέδυσας· πεπλανημένον ὡδήγησας· ἀ σθενοῦντα ἐβακτηρίασας· φθάσας ἐπὶ τὴν ὁδὸν κατέλαβον τὰ ἴχνη τῆς εὐσεβείας· ζητῶ τὴν θύραν τῆς ἀληθείας τίς ὁ δεικνύς ἐγώ εἰμι ἡ θύρα δι’ ἐμοῦ πᾶς εἰσέρχεται πρὸς τὸν πατέρα πρα διὰ σοῦ δια τί· πύ- λη γάρ εἰμι σωτηρίας σρίας ἠνεωγμένη ἦν ἐπιζητεῖ ὁ μακάριος δαυὶδ δαδ · πο- λλὰς μὲν ἐπινοήσας, μίαν δὲ εὑρὼν· τὰ μὲν γὰρ πρῶτα λέγει· ἀνοίξατέ μοι πύλας δικαιοσύνης εἰσελθὼν ἐν αὐταῖς· ἐξομολογή- σομαι τῷ κυρίῳ κῳ · ἐπεὶ γὰρ ἔτυχεν τῆς αἰτήσεως καὶ εὑρεν ὃ μὴ προ σεδόκησεν οὐ πολλὰς ἀλλὰ μίαν· ἀνακαλεσάμενος τὴν ἑαυτοῦ φωνὴν λέγει· αὕτη ἡ πύλη τοῦ κυρίου κυ δίκαιοι εἰσελεύσονται ἐν αὐτῆ· εἶτα τῆ προφητικῆ ὄψει καὶ τῷ πόθῳ τῆς ψυχῆς ἔσω παρελ- θὼν· καὶ ὥσπερ ἐντὸς τῶν βασιλείων γενόμενος, ἐξομολογήσομαί σοι φησὶν ὅτι ἐπήκουσάς μου· εἰπὲ ὦ προφῆτα καὶ θεολόγε· ἐξο μολογῆ καὶ εὐχαριστεῖς τῷ θεῷ θῷ · τί ἄξιον τῆς προσδοκίας εὑρὼν· οἱ γὰρ ἐπιθυμοῦντες παρελθεῖν εἰς οἶκον βασιλείας ἀναμένουσιν ἑστι- ᾶσαι τὰς ὄψεις τοῖς φαινομένοις χρυσῶ πολλῶ μαρμάροις ἀπαστράπτουσιν· τοῖς ποικίλοις ἄνθεσιν τοῦ πλούτου· τὴν δο- ρυφορίαν τὴν περὶ τὸν βασιλέα τῷ θρόνῳ τῷ βασιλικῷ ταῖς δωρεαῖς τῶν βασιλέων ταῦτα προσδοκῶν ἕκαστος ἰδεῖν διψᾶ τὰ βασίλεια καὶ πρὸς τὸν πόθον ἐπείγεται. σὺ δὲ τί ποθεῖς ὧν εὗρες εἰσελθὼν ἔσω τῆς πύλης ὑπὲρ τίνος εὐαρεστεῖς· τί μέγα καταλαβών· τί εὑρὼν τῆς ἐπιθυμίας ἄξιον· ἑρμήνευσον τὸν πόθον ἵνα μήποτε ἡ ἰουδαικῆ ἀναισχυντία συκοφαντήση τὴν ἀλήθειαν. τί εὗρες τί κηρύττεις· τί θαυμάζεις· χριστὸν χν φησὶν εὗρον χριστοῦ χῦ τὴν οἰκονομίαν ἴδον· τὴν καινὴν χάριν τὴν ξένην εὐεργεσίαν· τὸ ἔνδοξον πάθος τὴν ἀπόρρητον μυσταγωγίαν ταῦτα βλέ- πω· ταῦτα θαυμάζω. ὑπὲρ τούτων εὐχαριστῶν λέγω· ἐξομο λογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγενοῦ μοι εἰς σωτηρίαν σρίαν · οὐ κρύπτω τὴν εὐεργεσίαν· οὐ ταμιεύομαι τὴν σωτηρίαν σρίαν ἀλλ’ εὐαγ- γγελίζομαι τὴν οἰκονομίαν· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο- μοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας· ὁρᾶς ὅπως ἡ εὐχαριστία τὴν ἱστορίαν ἐγύμνωσεν, ἐξομολογήσομαί σοι ὅ- τι ἐπήκουσάς μου καὶ ἐγενοῦ μοι εἰς σωτηρίαν σρίαν · λίθον ὃν ἀπεδο- κίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας. ὁρᾶς ὅπως ἅπασα τῶν προφητῶν ἡ προσδοκία πρὸς αὐ- τὴν ἔβλεπεν τὴν οἰκονομίαν· καὶ χριστὸν χν ἐπόθη τὸν ἐν τῆ συνα- γωγῆ ἐξουθενημένον· ἐν δὲ τοῖς ἔθνεσι δοξαζόμενον οὐκοῦν ἵνα εἰς τὸ προκείμενον ἐπανέλθωμεν· κὰν τὴν πύλην ζητήσης, χριστὸν χν εὑρήσεις· καὶ ναί φησιν θύρα δια φιλανθρωπίαν· ἀλλ’ ἐπειδὴ δεῖ πάντως τῶ εἰσελθόντι εἰς βασιλείαν καὶ ναὸν θεοῦ θῦ · ἔχειν τὸν ὁ δηγοῦντα πρὸς τὴν ἐπιθυμίαν· οὐδεὶς γὰρ καθ’ ἑαυτὸν παρα στῆναι τολμᾶ τῷ θυσιαστηρίῳ μὴ ἔχων τὸν ἱερατεύοντα· ὅτ’ἂν ἔλθης ἔσω τῆς πύλης εὑρίσκεις αὐτὸν ἱερέα προσάγοντά σε· σὺ γὰρ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδὲκ· ἀλλὰ χρειας τῷ ἱερεῖ καὶ θύματος καὶ ἱερείου πρὸς τὸ τὸν θεὸν θν ἐξιλεώσασθαι ὁ αὐτός σοι πάλιν γίνεται· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ θῦ ὁ αἴρων τὴν ἁμαρ- τίαν τοῦ κόσμου· ἤκουσας ταῦτα πάντα διὰ σὲ. ἄκουσον τῶν δι αυτόν· μὴ γὰρ ἐν τῆ τοῦ ἱερέως τάξει στήσης τὴν θεωρίαν· μὴ ἴδης αὐτὸν ὡς ἱερέα παρεστηκότα ἀλλὰ βλέπε αὐτὸν διὰ τὴν ἑαυτοῦ ἀξίαν τῶ πατρὶ πρὶ συγκαθήμενον· ἀλλὰ μὴ ἐχθρὸς ἔστω τίς τῆς ἀληθείας· τὰ μὲν ἀρπάζων. τὰ δὲ κρύπτων· οἶδα ὅτι πολλάκις αἱρετικός τις ἐχθρὸς τῆς ἀληθείας ἔστη λέγων· ὁρᾶς ὡς οὐκ ἔστιν προσελθεῖν τῷ πατρὶ πρὶ ἄνευ τοῦ υἱοῦ· μεσίτου γάρ φησιν ἐπέχει τάξιν καὶ ὑπηρέτου· προσάγων τῷ πατρὶ πρὶ τοὺς σωζο- μένους· ἐπειδή γάρ φησιν ὅτι καινὴ σοφία, καινῶν τὴν ἀλήθειαν· ἐπειδὴ μὴ ἐχώρει ἡ ἀνθρωπίνη φύσις δι’ ἑαυτῆς προσελθεῖν τῷ θεῷ θῷ , μεθόριον γίνεται τῆς κτιστῆς καὶ τῆς ἀκτίστου φύσεως· ὁ υἱὸς προσάγων τὴν οἰκουμένην· ὦ τῆς κενῆς μανίας. ὦ τοῦ καινοῦ δράματος· ἡ ὑπερβολὴ τῆς τοῦ πατρὸς πρς ἀγαθότητος, κινδυνεύει πα ρὰ τοῖς αἱρετικοῖς· ἀμβλύνει τὴν ἀξίαν τῆς θεότητος· ἀλλ’ ἡ μὲν αἱ- ρετικὴ μανία θρασύνεται· ἡ δὲ τοῦ σωτῆρος σρς δύναμις οὐκ ἀμβλύνεται. ἡ δόξα οὐ σβέννυται· ἡ χάρις οὐ καθαιρεῖται· ἐὰν φησὶν ἡμεῖς ἀρνησώμεθα ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται· συγκάθηται διὰ τὴν οἰκείαν ἀξίαν· ἔστηκεν δὲ ὡς ἱε- ρεὺς διὰ τὴν πρέπουσαν αὐτῶ φιλανθρωπίαν· καὶ ὅρα τὸ θαυμαστὸν ἀδελφέ. ἐπειδὴ ἐν ὑπηρέτου τάξει καὶ σχήματι διακονοῦντος ἐκλαμβάνουσιν τὸ ῥῆμα ὅτι οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα πρα εἰ μὴ δι’ ἐμοῦ ἀναγκαῖον πρὸς τοὺς αἱρετικοὺς ἀποτεῖναι τὸν ἔλεγχον τῆς εὐσεβείας· εἰ τὸ προσάγειν τῶ πατρὶ πρὶ τὸν υἱὸν καθαι- ρεῖ τὴν ἀξίαν τοῦ προσάγοντος. ἐὰν ἴδης τὸν πατέρα πρα τῷ υἱῷ προ- σάγοντα ἐκτείνεις ἐκεῖ τὴν εὐσέβειαν. μάλιστα μὲν οὖν εἰς υἱὸν ἀσεβῶν, τὸν πατέρα πρα βλασφημεῖς· ἵνα τοίνυν ἀδελφοὶ ἐν τῷ λόγῳ τῆς εὐσεβείας καὶ τῆς ἀληθείας καὶ τὴν κακίαν ἐπιστομίσωμεν καὶ τὴν εὐσεβῆ δόξαν γνωρίσωμεν· ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ θῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον· δίστομον δὲ καλεῖ τὴν μάχαιραν ἐπειδὴ διπλῶ κέχρηται τῷ λόγω τῶ μὲν στηρίζον- τι τῶ δὲ καθαιροῦντι· καθαιροῦντι μὲν τοὺς ἐναντίους· στηρί- ζοντι δὲ τοὺς οἰκείους τῆς πίστεως· ἄκουε αὐτοῦ τοῦ κυρίου κυ λέγοντος· οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατήρ πήρ μου ὁ οὐράνιος οὐνιος ἑλκύση αὐτὸν· ἀναγκαῖον δὲ ἀδελφοὶ τὰ εἰκότα πρὸς τοὺς αἱρετικοὺς εἰπεῖν· καὶ τὰ περὶ τούτου τοῦ νοήματος τοὺς υἱοὺς τῆς πίστεως πληροφορῆ- σαι. τίνος ἕνεκεν καταδιεῖλεν ὁ μονογενὴς τοῦ θεοῦ θῦ λόγος τὴν προ σαγωγὴν· πῆ μὲν παρ’ αὐτοῦ λέγων προσάγεσθαι τῷ πατρὶ πρὶ · πῆ δὲ παρὰ τοῦ πατρὸς πρς πρὸς αὐτὸν· οὐ γὰρ συγκέχυται τὰ τῆς θείας φύσεως ἀλλ’ εὐκρινής ἐστιν καὶ εὐδιόριστος ὁ λόγος τῆς ἀληθείας· οὐδὲν σκολιὸν ἔχων. οὐδὲν στραγγαλιῶδες· πᾶσαι γὰρ αἱ ὁδοὶ κυρίου κύ εὐθεῖαι. ἆρα γὰρ ἀδελφοὶ ὁ πατὴρ πὴρ ποτὲ μὲν τὴν βασιλικὴν προσεδρίαν ἐπέχων δέχεται τοὺς προσαγομένους· ποτὲ δὲ τὸν υἱὸν ἐν βασιλικῷ σχήματι προκαθήσαντα δίδωσι τὴν ὀ- φειλὴν καὶ ἐν ὑπηρέτου τάξει παριστάμενος προσάγει τῷ υἱῷ, μὴ γένοιτο· ἐπὶ γὰρ θεοῦ θῦ οὔτε καθέδραν εἰπόντα ἐστὶν τί ἀνθρώπι- νον ἐννοῆσαι· οὐδὲ στάσιν ἀκούσαντα· πάλιν ἔστιν νοῆσαί τι τῶν καθ’ ἡμᾶς· ἐὰν ἀκούσης περὶ θεοῦ θῦ ὅτι ἕστηκεν τὸ ἀκλινὲς καὶ τὸ ὄρθιον νόει τῆς θείας οὐσίας· κἂν πάλιν ἀναγνῶς καὶ ἀκούσης ὅτι κάθηται τὸ ἑδραῖον καὶ ἀσάλευτον ἐκλάμβανε τῆς μακαρίας φύσεως· αὐτὸς λέγει ἑαυτὸν ἑστάναι καὶ καθῆσθαι· τῶ μωυσῆ λέγει σὺ στῆθι ὦδε μετ εμοῦ· καὶ ἦν ὁ τόπος οὗ εἰστήκει ὁ θεὸς θς ἰσαρὴλ ἰὴλ ὡς λίθος σαπφίρου· πρόσεχε ἀκριβῶς· ὁ μωυσῆς ἑστῶτα λέγει· καὶ ὁ θεὸς θς τῶ μωυσεῖ ὡς ἱστάμενός φησὶν· στῆθι μετ’ ἐμοῦ· τί οὖν ποι οῦμεν ἱερεμίου λέγοντος· σὺ καθήμενος εἰς τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα· καθέδρα καὶ στάσις ἀνθρώπινα ῥή- ματα ἀλλὰ θεία νοήματα διὰ τὸν ἄστατον· καὶ ὧδε κακεῖσε περια γόμενον τὸν ἀνθρώπινον βίον ὁ θεὸς θς λέγεται ἑστάναι· καὶ διὰ τὴν ἀστή- ρικτον καὶ πανταχοῦσε περιτρεπομένην τῶν καθ’ ἡμᾶς κατάστα- σιν λέγεται καθῆσθαι διὰ τὸ ἑδραῖον. τὸ γὰρ καθήμενον ἔδρασται· φύγε τὰ ἀπὸ τῆς λέξεως ὑποβαλλόμενα· καὶ νόει τὰ διὰ τῆς πίστεως θεωρούμενα· πῶς οὖν προσάγει τῶ πατρὶ πρὶ υἱὸς· πῶς πατὴρ πὴρ τῷ υἱῷ· οὐ γὰρ δεῖ καταλιπεῖν τὸν λόγον ἀνεξέταστον· ὁ πατὴρ πὴρ φανερούς τινας καὶ ὁμολογουμένους προσάγει τῷ υἱῷ· ὁ υἱὸς πάλιν φανερούς τινας καὶ ὁμολογουμένους προσάγει τῶ πατρὶ πρὶ · μὴ προλαβὼν ἀρπάζης τὸ ῥῆμα εἰς διαβολὴν· ἀλλ’ ἀνάμεινον τὸ τέλος καὶ κρῖνον τὸ λεγόμενον μὴ γίνου δικαστὴς δυσμενὴς, ἀλλὰ συναγωνιστὴς εὐμενὴς ἐν τῶ ἰσραήλ ἰήλ · ἔγνως τὸ μὲν ὁ θεὸς θς καὶ πατὴρ πὴρ · ἠγνοεῖτο δὲ ὁ υἱὸς ἐν δὲ τοῖς ἔ- θνεσιν καὶ ὁ πατὴρ πὴρ ἠγνοεῖτο καὶ ὁ υἱὸς· τῆ γὰρ πολυθέω πλάνη δε- δούλωτο τὰ ἔθνη· ὅπου οὖν πατὴρ πὴρ μὲν γνωρίζεται, υἱὸς δὲ οὐ γνω ρίζεται ἑρμηνεὺς γίνεται τοῦ ἀγνοημένου υἱοῦ ὁ πατὴρ πὴρ · ἐπανα λήψομαι τὸν λόγον ἵνα στήσω τὸ νόημα, ὅπου πατὴρ πὴρ γνωρίζεται καὶ υἱος ἀμφιβάλλεται ἐρμηνεὺς γίνεται ὁ γνωριζόμενος τοῦ ἀ γνοουμένου· ὅπου πατὴρ πὴρ ἠγνόηται κήρυξ τοῦ ἀγνοουμένου ὁ υἱὸς γίνεται· διὰ τοῦτο ἵνα λάβης ἀκριβῆ τῶν εἰρημένων τὴν ἐξέτασιν ἔγγυόν σοι παρέχω τὸ εὐαγγέλιον· λέγει ὁ σωτὴρ σὴρ περὶ τῶν ἐθνῶν τὸ ὄνομά σου ἐφανέρωσα τῶ κόσμῳ· μᾶλλον ὅτι τῶ ἀ γνοοῦντι ἐφανέρωσά σου τὸ ὄνομα τῶ κόσμῳ· ποῖον ὄνομα ἐ- φανέρωσον ὅτι θεὸς θς · ἀλλὰ προειλήφει ἡ γνῶσις τὸ ὄνομα· καὶ οἱ πλανώμενοι γὰρ λέγουσι θεὸν θν · καὶ οἱ ἀπεσχοινισμένοι τῆς εὐσε- βείας οὐκ ἀρνοῦνται τὴν προσηγορίαν· ποῖον οὖν ὄνομα ἔ ἐ γνώ- ρισεν· ὅτι πατὴρ πὴρ καλεῖται· ἐφανέρωσά σου τὸ ὄνομα τῷ κόσμῳ· ὁρᾶς ὅτι ὅπου ἠγνόηται πατὴρ πὴρ ἑρμηνεὺς γίνεται ὁ υἱὸς τῷ εὐα- γγελικῷ κηρύγματι· σαφηνίζων τὴν ἀλήθειαν· ὅπου δὲ ὁ πατήρ πήρ ἐ νομίζετο γνωρίζεσθαι· ὁ δὲ υἱὸς μὴ γνωρίζεσθαι ἑρμηνεὺς γίνεται αὐ- τὸς τοῦ ἀγνοουμένου· οἷον ἵνα ἐπ’ αὐτῶν δείξω τῶν πραγμάτων τὴν ἀλήθειαν· παῦλος ἤδει τὸν θεὸν θν · οὐκ ἤδει δὲ πατέρα πρα ὄντα τοῦ χριστοῦ χῦ τὸν θεὸν θν καὶ ἦν ζηλωτὴς εὐσεβείας ὑπὲρ τοῦ νόμου μαχόμενος· ὁ θεὸς θς ἀπέβλε- πεν εἰς τὸν ζῆλον ἀγνοίας μὲν πεπληρωμένον· πόθου δὲ γέμοντα· καὶ τί ποιεῖ· γνωρίζει τῷ ἀγνοοῦντι τὸν ἀγνοούμενον· τίς ἡμῖν ταῦτα σαφηνίζει αὐτὸς ὁ ποτὲ ἀγνοήσας, καὶ ὕστερον γνωρίσας· αὐτὸς ὁ πο- τὲ διώξας καὶ ὕστερον εὐαγγελισάμενος. τί γάρ φησιν· καὶ ἤμην ζηλω- τὴς τοῦ πατρώου νόμου καθ υπερβολὴν διώκων τὴν ἐκκλησίαν τοῦ θεοῦ θῦ . ὅτε δὲ ηὐδόκησεν ὁ θεὸς θς ὁ ἀφορήσας με ἐκ κοιλίας μητρός μρς μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, καὶ τὰ ἐξῆς· ἡ γὰρ μαρτυρία τὸ δεῖξαι τὸ ζητούμενον οὐχ’ ἡ θε- ωρία τοῦ νοήματος· πάλιν ἐρωτᾶ ὁ σωτὴρ σὴρ τοὺς ἀποστόλους· τίνα με λέγουσιν οἱ ἄνθρωποι ἄνοι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου · ἐρωτᾶ οὐχ’ ἵνα μάθη ἀλλ’ ἵνα τὴν ὑπόνοιαν ἐξορίσας τὴν ἀλήθειαν στηρίξη· τίνα με λέγου- σιν οἱ ἄνθρωποι ἄνοι · οἱ ἀπόστολοι πρῶτον τὰς τῶν πολλῶν ὑπονοίας ἀν τιβάλλουσιν· οἱ μὲν γὰρ φασὶν ἱερεμίαν· οἱ δὲ ἡλίαν· ἢ ἕνα τῶν προφητῶν. τί οὖν ὁ σωτὴρ σὴρ · πρὸς μὲν τὰς ψευδεῖς δόξας, οὐδὲμίαν ἀπόκρισιν ποιεῖται· ἀναξίας ἀποκρίσεως κρίνων τὰς ψευδεῖς ὑπονοίας· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι· οὐ τῶν πολλῶν μοι λόγος τῶν πεπλανημένων· ἀλλ’ ὑμῶν τῶν κηρυττόντων· ἐπειδὴ γὰρ ὑμεῖς ἐστὲ οἱ μέλλοντες διαγγέλλειν τὸν λαμπτῆρα τῆς ἀληθείας. τὸ κήρυγμα τῆς εὐσεβείας εἰς πᾶσαν φέρειν τὴν ὑπ’ οὐρανὸν οὐνὸν · ἐν ὑμῖν σαλεύει τὰ ἀνθρώπινα· ἐν ὑμῖν κινδυνεύει τὰ τῆς ἀληθείας· καὶ ὥσ- περ ἡ ὑμετέρα γνῶσις κοινὴ τῶν ἀνθρώπων εὐεργεσία, οὕτως ἡ ὑμετέρα ἄγνοια κοινὴ τῆς οἰκουμένης ζημία· διὰ τοῦτο ὑμεῖς τί- να με λέγετε· τότε ἀποκριθεὶς πέτρος εἶπεν· σὺ εἶ ὁ χριστὸς χς ὁ υἱὸς τοῦ θεοῦ θῦ τοῦ ζῶντος· οὗτος πίστεως ὅρος. οὗτος ἀληθείας λόγος· αὕτη τῆς ὀρθῆς δόξης ἡ ὁμολογία· ἀλλ’ ἐπειδὴ ἐνεδέχετο καὶ ταύτην τὴν φωνὴν εἰς τὰς ἄλλας ἴσω νοεῖσθαι. τὰς μὲν ἀποκρίσεως οὐκ ἠ ξίου. τῆ δὲ τὴν ψῆφον φέρει· καὶ τί φησιν ἵνα μὴ καὶ τοῦτο ἐξ ἀνθρωπίνης ἀνί- νης νομισθῆ ὑπονοίας εἶναι τὸ ῥῆμα· ἐπισφραγίσας καὶ σήμαντρον αὐτῷ ἐπιθεὶς τῆς ἀληθείας φησὶν· μακάριος εἶ σίμων βὰρ ἰωνᾶ· ἐνταῦθα μνημόνευσον ὅτι πατὴρ πὴρ · καὶ τῶ γινώσκοντι αὐτὸν· ἀποκα λύπτει τὸν ἀγνοούμενον. μακάριος εἶ σίμων βὰρ ἰωνᾶ· ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ πήρ μου ὁ ἐν τοῖς οὐρανοῖς οὐνοῖς · ὁρᾶς ὅτι τῷ μὲν κόσμῳ παντὶ ἀγνοοῦντι τὸν πατέρα πρα ὁ υἱὸς ἑρμηνεὺς γί- νεται τοῦ ἀγνοουμένου· τῆ δὲ συναγωγὴ καὶ τοῖς ἰουδαίοις θεὸν θν μὲν ὑπονοοῦσιν εἰδέναι· τὸν δὲ τοῦ θεοῦ θῦ θεὸν θν λόγον οὐκ ἐπιγινώσκουσιν· αὐτὸς ὁ πατὴρ πὴρ ἑρμηνεὺς γίνεται τοῦ ἀμφιβαλλομένου· μὴ τοίνυν τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν φιλανίαν εἰς ἐφόδιον τάξεις ἀσεβείας· μὴ ἐλα- ττώσης τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν· μὴ πολυπραγμόνη φύσιν ἀμέτρητον· μὴ ἐρεύνα οὐσίαν ἀκατάληπτον· ἡσαίας σε πεισάτω τοιαῦτα μὴ διερευνᾶν. μὴδὲ τοιαῦτα πραγματογραφεῖν· τὴν γε- νεὰν γὰρ αὐτοῦ τίς διηγήσεται· ἀλλ’ ὦ τῆς ἀναισχύντου τόλμης τῶν πάντα ῥαδίως φρονεῖν καὶ λέγειν τολμώντων. καὶ οὐ φοβεῖται ὁ ἀνό- μος ὡς θεοῦ θῦ φύσιν διερευνώμενος· καὶ τολμῶν λέγειν τὰ ἄρρητα· καὶ δημοσιεύειν τὰ ἅγια· καὶ εἰκότως. ἐπειδὴ γὰρ ἀγνοεῖ τὴν ἀλήθειαν, ἐπαγγέλεται ἀγνοεῖν ἵνα κρύψη τὰ κηρυττόμενα· οὐκ ἤκουσεν τῆς ἁ- γίας γραφῆς παραινούσης· ἃ προσετάχθη σοι ταῦτα διανοοῦ· οὐ γὰρ χρεία σοι τῶν κρυπτῶν· ὁ μακάριος θεὸς θς καὶ μόνος καὶ δυνάστης τῶν θαυμασίων· ἰὼβ τὸν ἀπὸ τῆς ὑπομονῆς λάμψαντα· βουλη θεὶς ποτὲ τῆ ἱστορία τῆς δημιουργίας ἐκπλῆξαι· λέγει αὐτῷ· ποῦ ἧς ἐν τῶ θεμελιοῦν με τὴν γῆν· ὅτε ἡ θάλασσα ἐγένετο· ἵνα συντέμω, ὅτε τὰ ὄρη ἐπλάττετο· σὺ ἐφύλαξας τοκετοὺς τραγελάφων; ἀ πάγγειλόν μοι φησὶν τοῦ κόσμου τὴν διατύπωσιν· τὴν τῶν θηρίων ὠδίνα· καὶ τὴν τροφὴν τῶν κτηνῶν· τὴν κατάστασιν πάντων τῶν ἐν τῷ κόσμῳ· τὴν ποικιλίαν· ταῦτα δὲ πρὸς αὐτὸν ἔλεγεν· ὅ- μως παιδεύων αὐτὸν. ὅτι καὶ τὰ ἐν αὐτῆ τῆ κτίσει φαινόμενα τοῖς ἀνθρώποις ἀνοις ἀκατάληπτα· εἶτα ὁ μακάριος ἐκπλαγεὶς φησὶν· κύριε κε ἅ- παξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρω οὐ προσθήσω· εἶτα ἡ ζήτησις τῶν φαινομένων ἐνίκησεν τὸν ἰὼβ· σοῦ δὲ τὴν τόλμαν οὐδὲ ἡ ἄρρη- τος τοῦ μονογενοῦς ἐνίκησεν γέννησις· ἀλλ’ ἐπεὶ διαγγέλλεις ἃ μὴ οἶδας, ἀπαιτοῦ λόγον ὃν πάντες ἴσμεν· εἰπέ μοι· πῶς ἡ γῆ ἐστηρίχθη ἐπὶ τῶν ὑδάτων· εἰπὲ πῶς ὁ ἀδὰμ ἐπλάσθη ἀπὸ γῆς· εἰπὲ πῶς τὸ μάννα ἐχορηγήθη· πῶς ἡ θάλαττα διηρέθη καὶ τὰ λοι- πὰ θαύματα· ἵνα μὴ μηκύνω· εἰπέ μοι πῶς οἱ ἄγγελοι παρατε- θέντα αὐτοῖς τὸν μόσχον ὑπὸ τοῦ ἁβραὰμ ἔφαγον· γαστὴρ οὐκ ἦν· δο- χεῖα τροφῆς οὐχ’ ὑπῆρχεν ἀγγέλων φύσει· ὁ ποιῶν γὰρ τοὺς ἀγ- γγέλους αὐτοῦ πνεύματα πνατα . καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· πῶς ἀνηλώθη. εὐθέως ὁ αἱρετικὸς καὶ τί φησιν ἀδύνατον ζητεῖς· δυνάμει τῶν ἀγγέλων ἐνεφανίσθη· καὶ τῆ μὲν δυνάμει τῶν ἀγγέλων πιστεύεις καὶ οὐκ ἐξετάζεις, θεοῦ θῦ δὲ γέννησιν πολυπραγμονεῖς· πῶς ἐποίησεν ὁ θεὸς θς τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· ἀποκρίνεται ὡς οἶδεν ὡς ἠθέλησεν· εἶτα ἡ μὲν δύναμις τοῦ θεοῦ θῦ λογισμοῖς οὐχ’ ὑποβάλλεται ἀλλὰ πίστει παρα δίδοται· θεία δὲ γέννησις τῶν λογισμῶν ἀνάγκαις περιστοιχίζεται οὐκ ἤκουσας τοῦ δαυὶδ δαδ λέγοντος· πάντα ὅσα ἠθέλησεν ὁ κύριος κς ἐποίησεν· τὸ θέλημα οὐ πολυπραγμονεῖς καὶ τὴν φύσιν περιεργάζη· καὶ τί ἀδελ- φοὶ ἃ μὲν ἐποίησεν ὁ θεὸς θς θέλων, ὁρᾶται· ὃν δὲ ἐγέννησεν ἐκ τῆς ἰδίας οὐσίας ἀόρατον· εἰκὼν γὰρ θεοῦ θῦ ἀοράτου τὰ φαινόμενα ποιήματα νῦν ἐν τῷ λογισμῷ· ἡ ἀόρατος γέννησις τοῖς λογισμοῖς δουλεύει· ἃ θελήσας ἐποίησεν οὐκ ἀνακρίνεται, ὃ κατὰ τὴν θείαν καὶ ἄχραν- τον φύσιν ὑπήνεγκεν πολυπραγμονεῖς; ὦ κενῆς τόλμης. ὦ ξένης ἐπιχειρήσεως. ὦ βουλήματος τιμωμένου καὶ φύσεως ὑβρι- ζομένης· καλῶς ὁ μακάριος δαυὶδ δαδ ἔλεγεν· υἱοὶ ἀνθρώπων ἀνων ἕως πότε βα- ρυκάρδιοι· ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος. πᾶν γὰρ ἀλλότριον τῆς χριστοῦ χῦ διδασκαλίας, καὶ ψεῦ σ μα καὶ μάταιον· εἰ γὰρ ἀληθεύει λέγων ἐγώ ειμι ἡ ἀλήθεια ὅσα ἐκτὸς τῆς χριστοῦ χῦ διδασκαλίας, εἰς ψεῦδος φέρει· ἀνάγαγέ σου τὴν ψυχὴν ἀπὸ τῶν χαμαὶ κειμένων ζητημάτων καὶ τῶν ματαίων λογισμῶν ἐπὶ τὸ ὕψος τῆς θεολογίας· καὶ κατάλειπε τὴν πτωχὴν τῶν λογισμῶν ἔρευναν· λάβε τὸν θησαυρὸν τῆς ἀληθείας· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν , θησαυρῶ κεκρυμμένω. δια τί θησαυρὸς ὀνομάζεται ὁ σωτὴρ σὴρ · ἐνταῦθα πρόσεχε ἀκριβῶς· ὥσ περ ὁ θησαυρὸς οὐχ’ ὅτε εὑρίσκεται τότε συνίσταται· ἀλλ’ ἔστιν μὲν πα- λαιὸς τῆ θέσει· νέος δὲ τῆ εὑρέσει, οὕτως καὶ ὁ σωτήριος σριος λόγος παλαιὸς μέν ἐστιν τὴν ἀξίαν καὶ ἀρχὴ τῶν ἁπάντων· ἐπειδὴ ἐν ἀρχὴ ἦν ὁ- λόγος· νέον δὲ τὸ κήρυγμα διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν· ἀμέλει οὖν ἀδελφὲ· ἵνα μάθης ὅτι δίκην θησαυροῦ τοῖς ποθοῦσιν ἐκλάμπει· καὶ οἱ εὑρίσκοντες οὕτως ἐπιτρέχουσιν· ὡς θησαυρῷ εὑρημένῳ, ὁ ἀνδρέας τῷ πέτρω τὴν εὐεργεσίαν κηρύττων φησὶν· ὃν ἔγραψεν μω σῆς καὶ οἱ προφῆται εὑρήκαμεν τὸν χριστὸν χν . μωυσῆς γὰρ καὶ οἱ προφῆται ἐν ταῖς ἁγίαις βίβλοις ὡς ἐν θησαυροῖς ἀπέθεντο τὸ κήρυγμα· ἀλλ’ ὥσ περ οἱ κρυπτὸν θησαυρὸν ἀποτιθέμενοι αὐτοὶ μὲν ὁρῶσιν ἃ καταβά- λλονται· σκέπουσιν δὲ τῆ ὄψει μὴ εὐδιάρπαστος γένηται τοῖς ἀλλοτρί- οις, οὕτως καὶ οἱ προφῆται. χριστὸν χν κηρύξαντες τῇ ἀσαφεία τῶν λέξεων· ἔκρυψαν τὸν θησαυρὸν· δια τί· εἰ γὰρ σαφῶς εἶπαν· οὐκ ἦν προφητεία, ἀλλὰ κήρυγμα· καὶ προελάμβανεν ἡ ἀωρία τῆς ἐκφράσεως, τὴν εὐκαι- ρίαν τοῦ κηρύγματος. τί οὖν ποιοῦσιν· καὶ ἑρμηνεύουσιν καὶ κρύπτου- σιν· τίς ταῦτα λέγει· ἡσαίας· καὶ ἔσται τοῦτο τὸ βιβλίον ὡς βιβλίον ἐσφραγισμένον. ὃ ἐὰν δοθῆ ἀνθρώπῳ ἀνῳ ἐπισταμένω γράμματα, ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γὰρ· καὶ ἐὰν δοθῆ τὸ μὴ εἰ- δότι γράμματα, ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, οὐ γὰρ ἔμαθον γράμματα· τί βούλεται οὖν τοῦτο τὸ αἴνιγμα· ἡ περὶ χριστοῦ χῦ προφη- τεία φησὶν, καὶ ἰουδαίοις καὶ ἕλλησιν ἠγνοεῖτο· ἰουδαίοις μὲν τοῖς εἰ- δόσι γράμματα νόμον καὶ προφῆτας· ἐπειδὴ ἐσφράγιστο· ἰουδαῖοι ια γράμματα ἤδεισαν καὶ ἐπαιδεύθησαν. διὰ τοῦτο λέγει αὐτοῖς ὁ θεὸς θς · οἱ βασταζόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι· ἕως γήρους ἦσαν παι- δευόμενοι· ἀλλ’ οὐκ ήδεισαν. ἐπειδὴ τῆ ἀσαφεία ἐκρύπτετο· τοῖς δὲ ἕλλησιν ἠγνοεῖτο· οὐ διὰ τὴν ἀσάφειαν· ἀλλὰ διὰ τὸ ὅλως μὴ εἰδέναι γράμματα. διὰ τοῦτο παῦλος τιμοθέω τῷ ἐντραφέντι τῷ νόμῳ λέγει· ὅτι ἐκ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν σριαν · ἦν οὖν ἡ προφητεία τεθησαυρισμένη καὶ ἐν ταῖς ἁγίαις βί- βλοις ἐγκεκρυμμένη· δεῖ γὰρ μὴ ἀποστῆναι τοῦ κεκρυμμένου· οὐκ’ ἡ σαίας δὲ μόνον δείκνυσιν τὰς προφητείας ἐσφραγισμένας, ἀλλὰ καὶ δανιὴλ. λέγει γὰρ αὐτῷ ὁ ἄγγελος μετὰ τὸ μηνύσαι αὐτῷ τὴν ἀπο κάλυψιν τῶν μελλόντων· καὶ σὺ δανιὴλ σφράγισον τὸ βιβλίον τοῦτο τῆς ὁράσεως· ὅτι ἡ δήλωσις αὐτοῦ εἰς μακρὰν· διὰ τοῦτο ὁ μακάριος δαυὶδ δαδ ἀναγινώσκον τὸν νόμον καὶ ἀναγινώσκον τοὺς προφήτας ἐκ προ- σώπου τοῦ λαοῦ· οὐ γὰρ αὐτὸς ἠγνόει ὁ προφητεύων· βουλόμενος δεῖ- ξαι ὅτι ἔμφασιν μὲν τινὰ δέχεται τῆς τοῦ χριστοῦ χῦ οἰκονομίας· οὐ δύναται δὲ νοῆσαι διὰ τὴν ἀσάφειαν τῶν λέξεων, ἔπασχέν τι παραπλήσιον τοῖς ὁρῶσι βαλάντιον ἐσφραγισμένον, τί οὖν ποιεῖ· βλέπων τὰ γράμματα καὶ μὴ καταλαμβάνων αὐτῶν τὰ νοήματα, λέγει· ἀποκά- λυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νό- μου σου· καὶ πάλιν ὁ αὐτὸς εὐλογητός εἶ κύριε κε δίδαξόν με τὰ δικαιώματά σου· οὐ γὰρ ἀνέγνως παρὰ τοῦ νόμου; οὐκ ἐπαίδευσέν σε ὁ μω- υσῆς τὴν δεκάλογον, ἀλλὰ τὰ σὰ βούλομαι μαθεῖν· καὶ τὰ παρὰ σοῦ τοῦ νομοθέτου· παρὰ τῆς πη γῆς τοῦ νόμου βούλομαι μαθεῖν τοῦ νόμου τὴν ἀλήθειαν· ἀλλ’ ἐζήτει μὲν μαθεῖν· ἡ δὲ χάρις ἐταμιεύετο τοῖς μέλλουσιν λαμβάνειν τὴν εὐεργεσίαν· διὰ τοῦτο ἔλεγεν ὁ σωτὴρ σὴρ τοῖς μαθηταῖς· πολλοὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπε- τε καί οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπετε· ἀλλὰ ζητοῦμεν πότε ὅλως ἡ σφραγὶς ἀπεσφραγίσθη· πότε ὁ δεσμὸς τῆς ἀγνοίας ἐλύθη· πότε τὰ κεκλεισμένα ἀνεώγει· ἀπαιτεῖ παρ’ ἡμῶν ὁ ἀκροατὴς· καὶ παρὰ τὸν λόγον τὸν τρόπον μοι φησὶν ἐμήνισας τοῦ σφραγίσματος, τὸν καιρόν μοι τῆς ἐπιλύσεως τὸν ἐσφραγισμένον· οὐ λέγεις· κεκλεισμένας ἔδειξας τὰς πύλας· ἀνεωγμένας οὐχ’ ὑποδείξεις· τί οὖν ἀπὸ ἑνὸς ῥήματος τὰ πολλὰ παρωσάμενος παραστήσω τὸ ζητούμενον· τί οὖν μετὰ τὴν τοῦ σωτῆρος σρς ἀνάστασιν ἀγνοουμένοις τοῖς πολλοῖς τῆς θείας χάριτος· τινές φησιν τῶν μαθητῶν δύο ἔξω εἰς κλίνας ἀπίησαν κατὰ τὴν ὁδὸν καὶ πρὸς ἀλλήλους οἷα φίλοι ἐν ὁδῷ ἀντέβαλλον περὶ τῆς οἰκονομίας· ὁ σωτὴρ σὴρ ἀμείψας τὸ σχῆμα καὶ τὸ ἐκφώνημα· ὃ γάρ ἐστιν πρόσωπον τοῖς ὁρῶσιν, τοῦτο φωνὴ τοῖς τὸ πρόσωπον ἐκχω- ροῦσι· κρύπτει καὶ τὴν φωνὴν καὶ τὴν μορφὴν· καὶ λέγει αὐτοῖς ὁ τὰ πάν- τα εἰδὼς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους· λέγει αὐτῶ τῷ τὰ πάντα εἰδότι, ὁ παρ’ αὐτοῦ τὰ πάντα μανθάνων· σὺ μόνος παροικεῖς εἰς ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῆ, λέγει, ποία· οὗτος ὁ θεὸς θς ὁ εἰδὼς τὰ πάντα καὶ ἐρωτῶν· ὁ υἱὸς ἐστὶν ἐκείνου τοῦ λέγοντος τῶ κάιν· ποῦ ἄβελ ὁ ἀδελφός σου· λέγουσιν τὰ περὶ ἰησοῦ ἰῦ τοῦ ναζωραίου, ὃς ἐγένετο ἀνὴρ δυνατὸς λόγω καὶ ἔργω. ἀκ μὴν ἀνὴρ· μετὰ τοσαῦτα θαύματα ἀνὴρ· μετὰ τοσαύτας ἐνεργείας. μετὰ τοσαύτην θείας δυνάμεως ἀπόδειξιν· ἡμεῖς δὲ φησὶν ἵνα μὴ πάντα ἐξετάζων ὁ λόγος μηκύνη· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐ- στιν ὁ λυτρούμενος τὸν ἰσραήλ ἰήλ . ὅρα πῶς ἔσβεστο ἐν αὐτοῖς σχεδὸν ἡ πί- στις καὶ καθηρεῖτο λοιπὸν ἡ ἐλπὶς τῆς οἰ μίας· ἡμεῖς προσεδο- κῶμεν. οὐ λέγει προσδοκῶμεν, ἀλλὰ προσεδοκῶμεν· εἴδει οὖν λοι- πὸν ἀσθενοῦσα ν αὐτῶν τὴν πίστιν καὶ κλίνασαν αὐτῶν τὴν διάνοιαν· ἐπέστη ὁ στηρίζων τοὺς καταπεπτωκότας καὶ ἀνορθῶν πάντας τοὺς κατερραγμένους· καὶ τί πρὸς αὐτοὺς ὁ εὐεργέτης ὦ ἀνόητοι καὶ βραδὲς τῆ καρδία, οὐ συνίετε τὰς γραφὰς· οὐ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν χν καὶ εἰσελ- θεῖν εἰς τὴν δόξαν αὐτοῦ· καὶ ἀρξάμενος ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, διήνοιγεν αὐτοῖς τὰς γραφὰς· ὁρᾶς ὅτι ἕως ἐπέστη χριστὸς χς οὐκ ανεώχθη τῆς ἀληθείας ἡ πύλη· οὐδὲ ἐλύθη ὁ δεσμὸς τῆς ἁγνοίας· διήνοιγεν τὰς γραφὰς, οἷά τινας θύρας κεκλεισμένας· ποίας θύρας περὶ ὧν φη- σιν ὁ παῦλος· ἵνα ὁ θεὸς θς ἀνοίξη θύραν τοῖς ἔθνεσιν· καὶ πάλιν ἐπὶ κορ- νηλίου· ἆρά γε καὶ τοῖς ἔθνεσιν ἤνοιξεν ὁ θεὸς θς θύρας μετανοίας· καὶ ὅρα τί οἰκονομεῖ ἡ πηγὴ τῶν ἀγαθῶν· ὅτε γὰρ ἐπέστη τῇ κώμη τῆ ἐμμαοῦς καθὰ τὴν ὁρμὴν εἶχον οἱ ὁδεύοντες. ἔτι ἀγνοούμενος ὑ π αυτῶν, ἐφή τῷ ἀμφιβαλλομένῳ· ὡς γὰρ κατεκλήθη αὐτοῖς τὰ πρῶτα ὡς ξένος φιλοφροσύνης ἀξιούμενος· μεῖνον γάρ φησιν παρ’ ἡμῖν ὅτι ἔκλινεν ἡ ἡμέρα· ἵνα μὴ πάντη ἡ ἄγνοια κατακα- λύπτει τὴν ἀξίαν, λαβὼν ἄρτον ηὐλόγησεν· καὶ κλάσας ἐπέδω- κεν· καὶ ἠνοίγησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτὸν· δια τί πρῶτον ἔδωκεν τὸν ἄρτον· καὶ τότε ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοὶ· ἐπει- δὴ βρῶσις τοῦ ἀδὰμ τοὺς ὀφθαλμοὺς κακῶς ἤνοιξεν· ἀντεισήχθη νῦν βρῶσις· τὴν ξένην ἀνάβλεψιν ἐργαζομένη, ἀναβλέψωσιν καὶ οἱ τῶν αἱρετικῶν παῖδες, καὶ ἴδωσι τὸ φῶς τῆς ἀληθείας· ἴδωσιν τὸν ἐν ἀρχῆ ὄντα θεὸν θν , θεὸν θν ὄντα καὶ θεοῦ θῦ λόγον ὑπάρχοντα· ἀκούσω- σιν πολλάκις τὸ ἦν. καὶ παύσονται λέγοντες τὸ οὐκ ἦν, ἐν αρχὴ ἦν ὁ λόγος· οὐκ εὐθὺς τοῦτο ἐκηρύχθη· οὐ γὰρ ἐχώρει ὁ κόσμος· μα- κρὰν ἡμῖν οἱ εὐαγγελισταὶ. ματθαῖος· μάρκος· λουκᾶς· καὶ ἰωάννες· ὅτε ἤρξαντο τοῦ κηρύγματος, οὐκ εὐθὺς ἐλάλησαν τὰ πρέποντα τῆ ἀξία, ἀλλὰ τὰ ἀρμόζοντα τοῖς ἀκροωμένοις, ὁ ματθαῖος ἀρ- χὴν ποιησάμενος τῶν εὐαγγελίων λέγει· βίβλος γενέσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ υἱοῦ δαυὶδ δαδ , υἱοῦ ἁβραὰμ· διὰ τί μὴ υἱοῦ θεοῦ θῦ · διὰ τί πτωχῆ λέξει κρύπτεις τὴν ἀξίαν· διὰ τί τοῖς ἀνθρώποις τὰ θεῖα καλύπτεις· παρὰ ἰουδαίοις φησὶν κηρύττω, τοῖς μὴ ἄνθρωπον δίκαιον εἶναι πιστεύουσιν τὸν χριστὸν χν · υἱὸν ἁβραὰμ οὔπω ἐδέξαντο, καὶ υἱὸν θεοῦ θῦ καταγγελλόμενον ἀνέξον- ται; καὶ πόθεν τοῦτο· ὅτι οὐδὲ τοῦ γένους αὐτὸν ὠμολόγουν ἁβραάμ· οὐκ ἤκουσας ὡς πολλάκις βλασφημοῦντες αὐτὸν ἔλεγον· σαμα- ρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις· οἱ τοῦ γένους αὐτὸν τῶν ἁγίων ἐκβάλλοντες· τὴν ἀξίαν τὴν ἔνθεον κατελάμβανον· τί οὖν φησὶν· βίβλος γενέσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ υἱοῦ δαυὶδ δαδ υἱοῦ ἁβραὰμ· πρῶτον αὐτοὺς ἐ νάγει τοῖς ὀνόμασι τοῖς φίλοις τοῖς πρὸς συγγένειαν ἡνωμένοις· ἵν’ ἐ ξ εκείνων θηραθέντες κατὰ μικρὸν εὕρωσιν τὴν ἀληθείαν τὴν ἀπα- θῆ γέννησιν· τὴν ἄχραντον τὴν θεοπρεπῆ λόγω κηρυττομένην, καὶ παντὶ παραδιδομένην· πάλιν ὁ μακάριος μάρκος καθεὶς ἑαυτὸν εἰς τὸ εὐαγγέλιον καὶ θαρσήσας τοῖς προγεγυμνασμένοις· λέγει μὲν υἱὸν θεοῦ θῦ · ἀλλ’ εὐθέως συνέστειλεν τὸν λόγον καὶ ἐκολόβωσεν τὴν ἔ- ννοιαν, ἵνα μαλάξη τὸν ἀκροατὴν· ἐπάγει οὖν εὐθέως τὰ κατὰ τὸν βαπτιστὴν λέγων· ἀρχὴ τοῦ εὐαγγελίου ἰησοῦ ἰῦ χριστοῦ χῦ καθὼς γέγραπται ἐν ἡσαία τῷ προφήτῃ· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου προ προ- σώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου· ἔδειξεν τὴν λαμπάδα τῆς ἀληθείας, καὶ εὐθέως ἀπέκρυψεν· καὶ προφέρει πρῶτον τὸν ὑπηρέτην ἵνα τῆ φωνῆ περιηχηθεὶς ὁ ἀκροατὴς, δέξηται λοιπὸν ὑγιῶς τὸν παντελῆ τῆς θεογνωσίας λόγον· ὁ λουκᾶς ἀκολουθεῖ τρίτος καὶ μέσος χωρεῖ μετὰ τούτων· καὶ ἅπτεται μὲν τοῦ θείου λόγου οὐ μὴν ἑρμηνεύει καὶ ἀναπτύσσει τὴν ἀξίαν, ἀλλὰ φησὶν· ἐπειδή- περ πολλοὶ ἐπεχείρησεν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπλη- ροφορημένων ἐν ἡμῖν πραγμάτων, ἔδοξεν κἀμοὶ παρακολουθῆ- σαι τοῖς πᾶσιν ἀπ’ ἀρχῆς γράψαι καθὼς παρέδωκαν ἡμῖν οἱ ἀ π’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι· ἀλλὰ λόγον μὲν εἶπεν. οὐκ εἶπεν δὲ ὅτι καὶ θεὸς θς ἦν ὁ λόγος· τί οὖν καὶ αὐτὸς ποιεῖ. ἁψάμενος τὸ εἶναι· καὶ ἐννοήσας ὅτι νεκραῖς ἀκοαῖς ἐνηχεῖ· κρύ- πτει τὴν ἀξίαν, καὶ προφέρει τὴν οἰκονομίαν· ἐγένετο ἱερεὺς ζαχα- ρίας καὶ τὰ ἐξῆς τοῦ εὐαγγελίου· πάντες οὖν ἐχώρησαν εἰς τὴν τῆς σαρκὸς οἰκονομίαν· καὶ ἡρέμα πῶς διὰ τῶν θαυμάτων ἐγνώριζον τὴν ἀξίαν· ἐκηρύττετο δὲ ἐπὶ τοῦ θεοῦ θῦ λόγου τὸ ἀξίωμα· ἐκρύπτε- το τὰ κατὰ τῶν αἱρετικῶν μέλη καὶ τὸ τῆς ὀρθῆς δόξης ἐπιτείχισμα· οὐδέπω τῶ κηρύγματι τῆς εὐσεβείας ἐγήγερτο ἰωάννης τοίνυν ὁ υἱὸς τῆς βροντῆς, τελευταῖος παρῆλθεν ἐπὶ τὴν θεολογίαν μετὰ τοὺς τρεῖς ἐκείνους κήρυκας· καὶ εἰκότως ὁ μὲν ἠκολούθησεν οἱ δὲ προέλαβον· εἶτα, μικρὰ τέως ἀστράπτοντες· ὥσπερ γὰρ τῆς βροντῆς προηγεῖται ἀστραπὴ ἵνα μὴ ἀθρόον ἐκείνη ἐκ τῶν νεφῶν ῥαγήση πλήξη τὸν ἀκούοντα, οὕτως ἐπειδὴ ἔμελλεν βροντᾶν ὁ ἰ- ωάννης, προέλαβον οἱ τρεῖς εὐαγγελισταὶ δίκην ἀστραπῶν· καὶ οἱ μὲν ἤστραψαν τὴν οἰκονομίαν, ὁ δὲ βροντᾶ τὴν θεολογίαν· βρον- τὴ δὲ ἀδελφοὶ, μετὰ ὄμβρων· βροντὴ, φόβητρον τῶν πονηρῶν· καὶ ὥσπερ ἂν σάλπιγγί τινι κεχρημένος τῇ βροντῇ ὁ οὐρανὸς οὐνὸς καλεῖ τὸν ὄμβρον· ἀλλὰ πρῶτον ταῖς ἀστραπαῖς προκαλεῖ τὸν υἱετὸν· ἀστραπὰς γὰρ ὁ θεὸς θς εἰς ὑετὸν ἐποίησεν· ἔπειτα τῆ βροντῆ κινεῖ τὰς νεφέλας· τί οὖν ἐπειδὴ προηγήσαντο αἱ τοσαῦται ἀστραπαὶ τοῦ λόγου· ἀκολουθεῖ τὸ λοιπὸν ὡς ἔφθην εἰπὼν ἡ βροντὴ τῆς θεο- λογίας καταπλήττουσα μὲν πολλοὺς τῆ ὑπερβολὴ τῆς θεολογίας, φέρουσα δὲ τοὺς ὄμβρους τῆς εὐλογίας· καὶ ἡμῖν μὲν βροντὴ γίνε- ται θεολογίας, τοῖς δὲ αἱρετικοῖς βροντὴ τοὺς κακοὺς θῆρας, τῆ ὑπερβολῆ τῆς μεγαλοφωνίας ἐλαύνουσα· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνῆς βροτῆς σου δειλιάσουσιν· ἀναδράμωμεν οὖν πρὸς τὸν ἐν ἀρχὴ θεὸν θν · ἀναδράμωμεν πρὸς τὸ ἀίδιον φῶς· ἀ ναδράμωμεν πρὸς τὸν λόγον διὰ σὲ γενόμενον ἄνθρωπον· γενό- μενον δὲ ὅτ’ἂν εἴπω· οὐ μεταβληθεῖσαν λέγω φύσιν, ἀλλὰ τὴν ἀνθρώπων οὐσίαν ἀναλαβοῦσαν τὰ ἡμέτερα. τὸ γὰρ ὁ λόγος σὰρξ ἐγένετο, οὐ μετάπτωσιν τῆς φύσεως μηνύει ἀλλὰ τὴν ἀνάλη- ψιν τῆς ἡμετέρας ἀσθενείας· εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις· ἐὰν ἀκούσης τοῦ παύλου λέγοντος· χριστὸς χς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· κατάρας εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν ὥσ- περ γοῦν τὸ γεγονὼς κατάρα οὐδὲν ἕτερον σημαίνει, ἢ ὅτι τὴν καθ’ ἡμῶν κατάραν εἰς ἑαυτὸν ἀνέλαβεν· οὕτως καὶ τό ὁ λόγος σαρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρ- κὸς τὴν ἀνάληψιν· ἔχεις εἰκόνα παρὰ σαυτῶ. ὁ λόγος ὁ σὸς ὁ σὸς παι- δεύει σε περὶ τοῦ θεοῦ θῦ λόγου οὐχ’ ὡς παντελῆ φέρων τὴν ὁμοιότητα, ἀλλ’ ὡς ἔχων ἴχνος καὶ ἔμφασιν τῆς θείας ἀξίας ὁ λόγος. ἐνταῦθα δέ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς ἵνα μὴ δια κενῆς λέγεται τὰ ῥή- ματα καὶ ἀφανίζεται τὰ θεῖα νοήματα ὁ λόγος ὁ τῶν ἀνθρώπων· ἀμυ- δρὰ δέ ἐστιν ἡ εἰκὼν οὐχ’ ὅλον παριστῶσα τὸ ἀξίωμα, ἀλλ’ ἐκ τῶν κα- θ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς διδάσκουσα· ὁ λόγος ὁ ἡμέτερος ἀσώματος ἐστὶν· ἀόρατος ἀκράτητος· ἀκοὴ μόνη παραδεδομένος· οὐδεὶς οἶδεν ὄψει λόγον· οὐδεὶς κατέσχεν χειρὶ ἀλλ’ ἔστιν ἀόρατος ἀκράτη- τος· ὑπὸ μιᾶς αἰσθήσεως κρατούμενος τῆς ἀκοῆς καὶ τοῦτο ἀοράτως· οὐ γὰρ χεῖρας ἐκτείνασα ἡ ἀκοὴ κατέχει· ἀλλ’ αὐτὸς ὁ λόγος εἰσελ- θὼν κρατεῖται· ὁ λόγος αὐτὸς γέννημα μὲν ἐστιν τοῦ νοῦ· γεννᾶται δὲ οὐ πάθει οὐκ ὄψει οὐ διαιρέσει· οὐ μερίζεται τοῦ νοῦ τοῦ γεννή- σαντος· οὐ χωρίζεται· οὐκ ἀπεσχίζεται· ἐνταῦθα μοι χρῆσον τὴν ἀκοὴν αἱρετικὲ· νόησον πρῶτον τὰ σὰ καὶ τότε φαντάζου τὰ ὑπὲρ σὲ· γεννᾶ ὁ νοῦς· προέρχεται ὁ λόγος· προέρχεται ἐκ τοῦ γεννήσαντος καὶ πάντας πληροῖ τοὺς ἀκούοντας καὶ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀ- φίσταται· προέρχεται λόγος εἰς πάντας μεριζόμενος· καὶ οὐδαμοῦ σχιζόμενος· ἕκαστος γὰρ δέχεται ὁλόκληρον τὸν λόγον· καὶ ἔστιν ἐν ἑκάστῳ καὶ ἐν τοσούτοις μεριζόμενος· ἀλλ’ ὁ λόκληρος εἰσχεόμενος· ὁ οὖν ἡμέτερος λόγος δείκνυσιν ἐν ἑαυτῶ τὸν γεννήσαντα νοῦν· ἀ πὸ γὰρ τοῦ λόγου καταλαμβάνεται ἡ διάνοια· σκόπει δέ μοι κἀ- κεῖνο· τούτῳ τῷ λόγῳ τῷ ἡμετέρῳ προαναζωγραφῶν τὴν οἰκονομίαν τοῦ θεοῦ θῦ λόγου· εἰκόνα τινὰ θαυμαστὴν προανείληπται γηίνοις μὲν ἄνθεσιν ὡραιζομένην· πρεπούση δὲ τῆ τοῦ λόγου προθεωρία· τί οὖν· τὸν λόγον τὸν ἡμέτερον ἀόρατον ὄντα καὶ σῶμα μὴ ἔχοντα· καὶ κρατεῖ- σθαι μὴ δυνάμενον, ἑτέρα τινὶ σοφία ὁ θεὸς θς μεταρυθμήσας, καὶ ὁρᾶ- σθαι πεποίηκεν καὶ κρατεῖσθαι τί γὰρ ποιεῖ ἐπειδὴ οὐχ ἐωρᾶτο ὄψει ἐνδύει ἑαυτὸν σῶμα τὸ γράμμα· καὶ ὥσπερ τινὰ σάρκα αὐτῷ περιέθηκεν τὴν τῶν γραμμάτων ὄψιν· καὶ ὃν ποτὲ ἀκούων οὐχ’ ἑώρας, ἀναγινώσκων ὁρᾶς· ὃν ἐντυχεῖν οὐκ ἐδύνου διὰ τῆς βίβλου βαστάζεις· ἀλλὰ σωματοῦται μὲν ὁ λόγος διὰ τοῦ γράμματος· οὐ περικλείεται δὲ τῷ γράμματι· ἀλλ’ ἔστιν παρὰ τῶ λέγοντι καὶ παρὰ τῶ ἀναγινώσκοντι· κάν- τις λαβὼν ἀδελφοὶ βιβλίον σχίση τὸ σῶμα τοῦ λόγου ἔσχισεν, οὐ τὸν λόγον ἔτεμεν· καὶ ἵνα μάθης ὅτι οὐ συναναλίσκεται γράμματι λό- γος· λέγει ὁ θεὸς θς τῶ ἱερεμία· καθίσας γράψον ἐπὶ βιβλίου πάντας τοὺς λόγους καὶ ἐπίδος ἰωακεὶμ τῶ βασιλεῖ· ἦν δὲ ὁ λόγος μεστὸς ἐλε- γμοῦ· ἐπεὶ οὖν οἱ δυνάσται τοὺς ἐλέγχους οὐ φέρουσιν· ἡ γὰρ ἀξία οὐ ραδίως ὑποτάσσεται τῷ δικαίῳ ἀλλ’ ἀμβλύνει τὴν ἀλήθειαν. πλη- γεὶς τοῖς ἐλέγχοις διαρρήγνυσιν τὸ βιβλίον καὶ τὴν συμβουλὴν τοῦ γρά- μματος διακόψας, ἔβαλεν φησὶν παρὰ τὴν ἐσχάραν τοῦ πυρὸς· τί οὖν ὁ θεὸς θς πρὸς ἱερεμίαν· καθίσας γράψον τοὺς αὐτοὺς λόγους καὶ δὸς τῶ βασιλεῖ ἵνα μάθη ὅτι τὸ γράμμα διέκοψεν, τὸν δε λόγον οὐ κ’ ἔτεμεν· εἶδες τὴν εἰκόνα ἄγαγέ σου τὸ λοιπὸν ἐπὶ τὸ ὕψος τὴν διάνοιαν· ὁ τοῦ θεοῦ θῦ αὐτὸς θεὸς θς λόγος ὁ μονογενὴς ἐνδύεται σῶμα, ἵνα φανῆ ὁ μὴ φαινόμενος· ἐνδύεται σάρκα ἵνα κρατηθῆ ὁ μὴ κρατούμενος· διὰ τοῦτο ὁ ἰωάννης εὑρὼν τὸ ποθεινὸν ἐκεῖνο, τὸ ποτὲ μὲν ἀκοὴ κρατού- μενον· ὕστερον δὲ ὄψει κατεχόμενον λέγει· ὃ ἦν ἀπ’ ἀρχῆς ὃ ἀκηκό- αμεν· ὃ ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. ἐφόρεσεν τοί- νυν τὴν σάρκα ἔνδυμα τῆς ἀξίας· ἔνδυμα εὐπρεπές· ὁ κύριος κς γὰρ ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο· ἰουδαῖοι μάχονται τῷ φαι νομένω ἀγνοοῦντες τὸν μὴ φαινόμενον· καὶ σταυροῦσιν μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσιν δὲ τὴν θεότητα· εἰ γὰρ τῶ γράμματι ὅ ἐστιν ἔνδυμα λόγου ὁ ἐμὸς λόγος οὐ συναφανίζεται· ὁ θεὸς θς λόγος ἡ πηγὴ τῆς ζωῆς τῆ σαρκὶ συναπέθανεν· τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν· διὰ τί οὖν ὁ παῦλος λέγει· εἰ γὰρ ἔγνωσαν οὐκ ἂν. τὸν κύριον κν τῆς δόξης ἐσταύρωσαν· ἐπειδὴ οἰκειοῦται τὸ πάθος τῆς σαρκὸς ὁ τὴν σάρκα ἐνδυσάμενος ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσης οὐ τὸν ἐνδεδυμένον ὑβρίζεις· οὐκ οἶδας ὅτι εἰ εἰκόνα βασιλέως τίς ὑβρίσει εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρει τὴν ὕβριν· οὐκ οἶδας ὅτι ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου εἰς ἀνδριάντα χαλκοῦν κατὰσύρη οὐχ’ ὡς εἰς ἄψυχον ὕλην τολμήσας οὕτως κρίνεται, ἀλλ’ ὡς κατα βασιλέως χεῖρας ἐκτείνας ἀφανίζεται· ὕλη ἄ υχος τοῦ βασιλέως εἰκόνα φέ- ρουσα· τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει μορφὴ δὲ ζῶσα ἢν ἐνε- δύσατο ὁ θεὸς θς λόγος ὑβριζομένη οὐκ ἐπὶ τὸν ἐνδυσάμενον τὴν ὕβριν ἀνήγαγεν· νόει τοίνυν τὴν ἀξίαν, καὶ μὴ ὕβριζε τὴν οἰκονομίαν· ἀλλὰ ταῦτα μὲν ἱκανά· τὰ δὲ λείποντα τῆ θεωρία τοῦ θεοῦ θῦ λόγου, ἑτέ- ρω ταμιευσάμενοι λόγω, τάξει τὴν συμμετρίαν τιμήσωμεν· καὶ θεῷ θῷ δόξαν ἀναπέμψωμεν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- νων ἀμήν: –