Μήτηρ εὐταξίας ἀκολουθία, ὄψιν μὲν καὶ πρόσωπον ἔχουσα ταῖς ὑποθέσεσι, εὐκρινῆ δὲ καὶ ἀσύγχυτον φυλάττουσα τὴν τῶν ἀκουόντων διάνοιαν. μὴ τοίνυν ἀπεχώμεθα τῆς ἀκολουθίας, ἀλλὰ κἂν αἱ ἀναγνώσεις τὸν ἴδιον ἀνυέτωσαν δρόμον, ἡμεῖς δὲ τῆς ἱστορίας τὴν ἀκολουθίαν φυλάξωμεν. ἐν τοῖς προηγησαμένοις λόγοις παρεδίδοτο ἐκ τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, τίς γέγονεν ἡ τοῦ ἀνθρώπου κατασκευὴ, τίς ἡ τιμὴ, τίς ἡ τάξις, τίς ἡ τῶν πραγμάτων δοθεῖσα ἡγεμονία. ἥκει γὰρ τούτοις ἡ ἀπάτη ἡ ἐν παραδείσῳ, ἡ ἐξετασθεῖσα δίκη, ἡ ἐξενεχθεῖσα μετὰ φιλανθρωπίας ἀπόφασις. τούτοις ἡκολούθησε τὰ κατὰ τὸν Κάϊν καὶ τὸν Αβελ, ὄψει μὲν τῇ αὐτῇ τὸν Θεὸν τιμᾶν ἐπιχειρησάντων, διαφόρῳ δὲ διαθέσει τὴν λειτουργίαν ἀναλαβόντων. προσήνεγκε γὰρ καὶ οὗτος κἀκεῖνος· ἀλλὰ τοῦ μὲν σχῆμα μόνον δώρου εἶχεν ἡ προσφορὰ, τοῦ δὲ καὶ τὴν πρέπουσαν διάθεσιν καὶ τιμήν. εἶτα ἠκολούθησε φθόνος. τῇ γὰρ εὐσεβείᾳ ἀκολουθεῖ ἀεὶ παρὰ μὲν τῶν κακῶν φθόνος, παρὰ δὲ τοῦ βραβευτοῦ στέφανος. ἀνηρέθη ὁ Αβελ ὁ πρῶτος τῆς δικαιοσύνης κήρυξ, ὁ πρῶτος εὐσέβειαν ἀγαπήσας καὶ μεταδιώξας, ὁ πρῶτος ἀλήθειαν τιμήσας καὶ μετὰ ἀληθείας τὸν Θεὸν ἀγαπήσας καὶ προσκυνήσας, ὁ ἐν πολλοῖς μιμητὴς τοῦ Χριστοῦ γενόμενος. εὐρίσκω γὰρ τὸν ἅγιον Αβελ πολλὰς τοῦ Χριστοῦ εἰκόνας δεξάμενον. ὥσπερ γὰρ ὁ σωτὴρ τῶν μετὰ τὸν νόμον ἀνακαινιζομένων ἀρχηγὸς καὶ πρῶτος δίκαιος, οὕτω τῶν ἀρχαίων πάντων ἀνθρώπων ἀρχηγὸς δικαιοσύνης Αβελ. οὔτε ἐν τῷ ἀνακαινισμῷ τῆς ἀνθρωπότητος, ἣν ἀνεκαίνισεν ὁ πάντων δεσπότης, εὑρίσκεις τι τοῦ δεσποτικοῦ πρῶτον σώματος, οὔτε ἐν τῇ παλαιᾷ τῶν ἀνθρώπων τάξει εὑρίσκεις δικαιοσύνην προλάμψασαν τοῦ Αβελ. ἐκεῖνος ἀρχηγὸς τῶν παλαιῶν δικαίων, καὶ οὗτος ἀρχηγὸς καὶ τῶν νέων δικαίων καὶ τῶν μετὰ ἀληθείας ἀνακαινιζομένων ἁγίων. διὰ τοῦτο ὁ σωτὴρ ἔπηξε τοῦ Αβελ τὴν μνήμην πάσης δικαιοσύνης ἀρχήν. λέγει γὰρ Ιουδαίοις· Αμὴν λέγω ὑμῖν, ἐκδικηθήσεται ἐκ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου, ἀπὸ τοῦ αἵματος Αβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ἀρχὴν ἔπηξε δικαιοσύνης τὸν ἐπιβουλευόμενον μὲν παρὰ ἀνθρώποις, στεφανούμενον δὲ παρὰ τῷ Θεῷ, τὸν Αβελ. καὶ ὅρα τὸ θαυμαστόν. ἐπειδὴ Αβελ πρῶτος δικαιοσύνῃ συνηγωνίσατο, πρῶτος ὑπὲρ εὐσεβείας ἡξιώθη παθεῖν. ἐγένετο Χριστοῦ εἰκὼν τοῦ δι’ ἀλήθειαν παθόντος, καὶ εὑρέθη καὶ τὸ αἷμα τοῦ Αβελ πλησιάζον τῷ δεσποτικῷ αἵματι, καὶ πολλὴν ἔχον τὴν ἐγγύτητα διὰ τὴν πίστιν. ὁτι τὸ αἷμα τὸ σωτήριον διδασκαλεῖόν ἐστι πάσης τῆς οἰκουμένης· οὐδὲν ἡμᾶς παιδεύει τὴν εὐσέβειαν, ἢ τὸ αἷμα τὸ δεσποτικὸν, ὥσπερ γλώττῃ, τῇ ἀληθείᾳ κεχρημένον. ἐβόησε καὶ τὸ αἷμα τοῦ Αβελ, βοᾷ καὶ τὸ αἷμα τοῦ Χριστοῦ. ἀλλ’ ἐκεῖνο μὲν βοᾷ ἐντυγχάνον, τοῦτο δὲ βοᾷ ἱλασμὸν φέρον τῷ κόσμῳ. ἐπειδὴ γὰρ καὶ τὸ αἷμα τὸ δεσποτικὸν δίκην σάλπιγγος ἤχησεν εἰς τὰ πέρατα, καὶ τὸ αἷμα Αβελ ἐνέτυχε τῷ Θεῷ, ὁ ἀπόστολος μνημονεύσας καὶ τούτου κἀκείνου τοῦ αἵματος, τῇ παρεξετάσει εἰς μεῖζον ὕψος ἐπῆρε τὸ ἀληθῶς ἀνώτερον αἷμα. λέγει γὰρ, Προσεληλύθαμεν ὄρει Σιὼν, καὶ πόλει Θεοῦ ζῶντος, Ιερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ ζῶντι, καὶ πνεύμασιν ἁγίων τετελειωμένων, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τοῦ Αβελ. τὸ μὲν γὰρ λαλεῖ ἐντυγχάνον ὑπὲρ ἁμαρτωλῶν, καὶ ἱλασμὸν φέρον τῷ κόσμῳ. τὸ γὰρ αἷμα Χριστοῦ ῥαντισμὸς τῆς οἰκουμένης, τὸ αἷμα Χριστοῦ λύτρον τῶν ἀνθρώπων. κρεῖττὸν, φησι, παρὰ τοῦ Αβελ λαλοῦντι· καθ’ ὅσον τὸ μὲν ἐντυγχάνει, τὸ δὲ συνηγορεῖ. ἔπειτα πάλιν εἰκόνα εἶχε τοῦ δεσποτικοῦ αἵματος τὸ τοῦ Αβελ κατὰ τοῦτον τὸν τρόπον. ὁ Αδὰμ ἁμαρτήσας ὑπέπεσε τῇ κατάρᾳ τοῦ θανάτου, Γῇ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐδέ ξατο τὴν ἀπόφασιν· Αβελ δίκαιος γεγονὼς, καὶ πταίσμασι μὴ ὑποπεσὼν, ἀλλὰ καὶ μαρτυρηθεὶς τῇ θείᾳ ψήφῳ, ἐνεπολιτεύσατο σεμνῶς τῷ βίῳ. εἶτα ὁ μιαιφόνος Κάϊν ἀνοίξας τὰς πύλας τοῦ θανάτου ἐποίησε κακὴν πάροδον γενέσθαι τῷ θανάτῳ, μᾶλλον δὲ καλήν. ὅρα γὰρ τὸ τοῦ Θεοῦ φιλάνθρωπον. οἱ κατάδικοι οὐδέπω ἦσαν τεθνηκότες, οὔτε ὁ Ἀδὰμ, οὕτε ἡ Εὔα ὁ Αβελ μὴ ἁμαρτήσας πρῶτον * * * * * λείπει πολλά. * *