Ταύτην τὴν ἔννοιαν αἱρετικῶν παῖδες ἐννοήσαντες προσήνεγκαν τὸ Πρωτότοκος πάσης κτίσεως , οὐ συνιέντες ὅτι οὐ τῆς κτίσεως λέγει τῆς γενομένης, ἀλλὰ τῆς ἀνακαινιζομένης. Ποία ἐστὶν ἡ κτίσις ἡ ἀνακαινιζομένη; Ἄκουε Παύλου λέγοντος· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Καὶ ἵνα δείξῃ ὅτι πρωτότοκος λέγεται τῆς κτίσεως τῆς ἀνακαινιζομένης, ἐπάγει· Πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων. , πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων. Ἐν πᾶσι πρωτεύων , οὐ κατὰ τὴν θεότητα, ὕβρις γὰρ θεῷ τὸ καλεῖσθαι πρῶτος, ὕβρις ἡ νομιζομένη τιμή. Ἐν γὰρ τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει οὐκ ἔνι πρῶτον καὶ δεύτερον, ἀλλὰ πάντα ἀρχὴν ἔχει ζῶσαν, ἀρχὴν ἄναρχον, ἀρχὴν ἀίδιον, ἀκατάληπτον, ἄφραστον· ἐν δὲ τοῖς καθ’ ἡμᾶς, εἰ πρὸς σύγκρισιν Παύλου , πρωτεύει Χριστός , εἰ πρὸς σύγκρισιν Πέτρου · κενὴ ἡ ἐλπὶς ἡμῶν, ματαία ἡ ἐλπὶς ἡμῶν, εἰ τούτων πρωτεύει Χριστὸς ἐν θεότητι· ἀλλὰ πρωτεύει ἐν ἀνθρωπότητι, ὡς ἀνακαινίσας τὸν Ἀδάμ , ὡς ζωοποιήσας τὴν οἰκουμένην. Διὰ τοῦτο λέγει· Πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων Καὶ πῶς πρωτότοκος ἐκ τῶν νεκρῶν , παρακαλῶ, ζητήσωμεν. Ἐὰν γὰρ παρέλθω τὸν λόγον ἀνεξέταστον, ἀλλ’ ἡ ψυχὴ φιλοπράγμων οὖσα ἀντιτίθησι τὰ ἑαυτῆς καὶ νομίζει ἰσχυρὰ ἔχειν· Πῶς πρωτότοκος τῶν νεκρῶν , φησίν, ὁ Χριστός , ὁπότε καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἤγειρεν Ἠλίας τὸν υἱὸν τῆς χήρας, ἤγειρε καὶ Ἑλισσαῖος τὸν υἱὸν τῆς Σωμανίτιδος , αὐτὸς ὁ σωτὴρ ἤγειρε τὸν Λάζαρον , τὴν Ἰαΐρου θυγατέρα, τὸν υἱὸν τῆς χήρας; Εἰ τοίνυν καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ νέᾳ ἠγέρθησαν νεκροί, πῶς πρωτότοκος ὁ Χριστὸς τῶν νεκρῶν ; Τί οὖν; Ἐκεῖνοι εἰ καὶ ἀνέστησαν πρὸ Χριστοῦ , ἀλλ’ ἀναστάντες πάντες ἀπέθανον πάλιν γεῦμα δεδωκότες τῆς ἀναστάσεως· ὁ δὲ Χριστὸς ἀναστὰς οὐχ ὑποπίπτει θανάτῳ. Καὶ διὰ τοῦτο ἀρχηγός, ὡς ἀναστὰς καὶ μηκέτι ἀποθνῄσκων. Καὶ λέγει Παῦλος · Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐ κυριεύει. Εἶδες τὸν ἐν πᾶσι πρωτεύοντα; Εἶδες τὸν ἀνακαινίζοντα τὸ γένος ἡμῶν διὰ τῆς ἑαυτοῦ οἰκονομίας; Οὗτος ἐπὶ τέλει τὸν ἄνθρωπον ἀνασπάσας εἰς οὐρανοὺς ἀνήγαγε καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. Ὢ κακῆς καὶ ἄφρονος ἡμῶν καρδίας. Ἦλθε Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα γέγονεν, καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. Ἔλαβε παρ’ ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. Ἐλάβομεν ἡμεῖς ἐξ αὐτοῦ τὸ πνεῦμα, καὶ ὑβρίσαμεν ἐν τάξει κτίσεως καὶ δουλαγωγίας αὐτὸ καταγαγόντες; Ὦ ἄθλιε καὶ ταλαίπωρε. Ἐάν σοι εἴπῃ Χριστὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτι Ἐγὼ τὸ σὸν σῶμα ἀθανασίᾳ ἐτίμησα, καὶ σὺ τὸ ἐμὸν πνεῦμα εἰς τὴν τῆς κτίσεως φύσιν κατέσπασας. Εἶδες τὸ θνητὸν ἐγειρόμενον, εἶδες αὐτὸ σύνθρονον, εἶδες ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ οὐκ αἰσχύνῃ; Τὰ ἡμέτερα τιμᾷ θεὸς καὶ τὰ ἐξ αὐτοῦ οὐ τιμῶμεν ἡμεῖς; Ἀλλ’ οἶδα τὴν αἱρετικὴν κακίαν ἀντιστρατευομένην τῇ ἀληθείᾳ. Οἶδά φησιν τὸ σῶμα τοῦτο ἀναληφθὲν εἰς οὐρανούς, ἀλλ’ οὐ τοσοῦτον ἵνα τιμηθῇ, ἀλλ’ ἵνα ἔχωμεν ἄνω συνήγορον τὸν ἀξιοῦντα τὸν θεὸν ὑπὲρ ἡμῶν . Διὰ τοῦτο αἱ ἀναίσχυντοι γλῶσσαι καὶ ἀπαίδευτοι ψυχαὶ ἔλεγον ἐν ἀγορᾷ ἐκπομπεύοντες τὰ ἅγια ... Οὐκ οἶδα, ὅπως· τὴν γὰρ λέξιν οὐκ ἀναφέρω τῆς βλασφημίας, τὴν δὲ ἔννοιαν δευτερῶ. Σύ φησιν Χριστέ, δεήθητι ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ ἔντυχε ὑπὲρ ἡμῶν . Καὶ λαμβάνουσι ῥῆσιν παρὰ τοῦ ἀποστόλου τὴν ἔννοιαν μὴ μαθόντες. Οὐκ εἶπέν φησιν ὁ ἀπόστολος· Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν ; Μὴ ἡμεῖς φησιν ἐπλασάμεθα; Μὴ ἡμεῖς τὰ θεῖα ἐσυκοφαντήσαμεν; Παῦλος εἶπε τὸν Χριστὸν ἐντυγχάνοντα ὑπὲρ ἡμῶν . Οὐ προσέσχον, τί ἐστιν ἐντυχία, ὅτι πολὺ τὸ μέσον δεήσεως καὶ ἐντυχίας. Εἰ τὸ αὐτὸ ἦν ἐντυγχάνειν καὶ ἀξιοῦν, οὐκ ἂν εἶπε Παῦλος · Βούλομαι ὑμᾶς ποιεῖσθαι προσευχάς, δεήσεις, ἐντεύξεις, εὐχαριστίας. Δέησις λέγεται, ὅταν τις ἀξιοῖ τὸν θεὸν εἰς πρᾶγμα· προσευχὴ δὲ λέγεται, ὅταν ὑμνῇ τὸν θεόν. Εὐχαριστία λέγεται, ὅταν τις ὑπὲρ ὧν εὖ ἔπαθεν εὐχαριστῇ τῷ θεῷ. Ἐντυχία λέγεται, ὅταν τις κατὰ τῶν ἀδικούντων ἐντυγχάνῃ τῷ θεῷ προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. Ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστιν ἱκετεύειν, ἀλλ’ ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, μαρτυρεῖ ἡ παλαιὰ διαθήκη λέγουσα· Καὶ εἶπεν ὁ θεὸς πρὸς Ἠλίαν τὸν προφήτην· Τί σὺ ἐνταῦθα, Ἠλία ; . Ἐρωτᾷ ὁ θεὸς τὸν προφήτην, ἀποκρίνεται ὁ προφήτης λέγων· Ζηλῶν ἐζήλωκα κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ · τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Οὐκ ἦν ἐνταῦθα δέησις, οὐκ ἦν εὐχή, ἀλλ’ ἐρώτησις καὶ ἀπόκρισις, καὶ γέγονεν ἔντευξις. Καὶ ὅπως, ἄκουε Παύλου λέγοντος· Ἢ οὐκ ἀνέγνωτε ἐν Ἠλίᾳ τῷ προφήτῃ, τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ ; . Οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι δέησις, ἀλλὰ βία προφήτου ἀπαγγέλλουσα τῷ θεῷ τὰ τετολμημένα. Ἐπεὶ τοίνυν οἱ ἀπόστολοι ἐν τοῖς ἔθνεσιν ἐκινδύνευον, ὑπὸ ἀρχόντων καὶ ἡγεμόνων συρόμενοι, ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενοι, παρεσκεύαζε δὲ αὐτοὺς ὁ ἀπόστολος πάντων καταφρονεῖν καὶ διωγμοῦ καὶ θλίψεως καὶ θανάτου, ὥσπερ παραμυθούμενος αὐτούς φησιν· Κἂν ὑμεῖς μὴ εἴπητέ τι κατὰ τῶν ἀδικούντων ὑμᾶς, ἔστιν ὁ ὑπὲρ ὑμῶν ἐντυγχάνων, ὁ ἐξ ὑμῶν τὸ πλάσμα λαβών. Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Εἰ ἐντυγχάνει, πῶς κάθηται; Ἢ ὁ ἐντυγχάνων οὐχ ἑστὼς ἐντυγχάνει; Εἶδές τινα δουλοπρεπῶς ἐντυγχάνοντα καὶ καθήμενον ἐκ δεξιῶν τοῦ ἄρχοντος; Ἀλλὰ διὰ τοῦτο φησί προτάττει τὴν ἀξίαν λέγων· Ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. , ὡσεὶ ἔλεγεν· Μὴ χρείαν ἔχετε ὑμεῖς μεριμνᾶν τι γινόμενον. Σὺ τῷ κηρύγματι τῆς ἀρετῆς πρόσεχε. Μὴ ἀπασχολήσῃς σεαυτὸν καὶ εἴπῃς· Κύριε, πόσα πάσχομεν; Ἐλαυνόμεθα, διωκόμεθα . Ἔχεις τὸν ἐκεῖ λέγοντα, ἔχεις τὸν ἐντυγχάνοντα. Ἐντυγχάνει δὲ ὁ υἱὸς τῷ πατρί, οὐ κατὰ ὑποβεβηκυῖαν τάξιν, ἀλλ’ ὡς υἱὸς πατρὶ λέγων τὰ πράγματα· “Οἱ εἰς ἡμᾶς πιστεύοντες ἀδικοῦνται, διώκονται, ἐλαύνονται” . Ἵνα ἀξιόπιστον κατασκευάσῃ τὴν κατηγορίαν, εἰσάγει τὸν υἱὸν ἐντυγχάνοντα. Οὕτω καὶ ὁ σωτὴρ λέγει· Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν; Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς , εἰς ὃν ὑμεῖς ἠλπίσατε Ἐλάττων ἐστὶ κατὰ σὲ ὁ υἱὸς ὡς ἐντυγχάνων τῷ πατρί; Ἐὰν οὖν ἴδῃς τὸν θεὸν ἐντυγχάνοντα ἀνθρώπῳ κατὰ τῶν ἀπίστων, τί ποιήσεις; Ἄκουε τοῦ κυρίου λέγοντος πρὸς Ἰερεμίαν · Εἶδες ἃ ἐποίησέ μοι ἡ ἀσύνετος θυγάτηρ Ἰούδα ; Ἐγκατέλιπέ με καὶ ἐπορεύθη ὀπίσω θεῶν. Ἔστω, ἄνθρωπος ἐντυγχάνει θεῷ. Διὰ τί θεὸς ἀνθρώπῳ; Καὶ ἀλλαχοῦ· Καὶ νῦν σύ, ἄνθρωπος τοῦ Ἰούδα , καὶ οἱ κατοικοῦντες τὴν Ἱερουσαλήμ , κρίνατε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; Οὕτως ὁ Χριστός , ἕως μὲν ἐν σαρκὶ τὴν οἰκονομίαν ἐπλήρου, καὶ ἱερεὺς ἦν καὶ δεήσεις προσέφερε καὶ ηὔχετο τῷ πατρὶ κατὰ τὴν ἔνσαρκον οἰκονομίαν· ἀφ’ οὖ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν, κάθηται μόνον δοξαζόμενος, οὐχ ἱκετεύων, οὐκ ἐντυγχάνων· ἀλλ’ εἰ καὶ ἐντυγχάνει, ὡς υἱὸς πατρί, ἐπειδὴ καὶ ὁ θεὸς προφήτῃ ἐνέτυχεν. Διὰ τοῦτο λέγει Παῦλος , ἵνα δείξῃ ὅτι ὁ Χριστὸς οὐχ ὡς ἱερεὺς ἵσταται ἄνω προσφέρων ὑπὲρ ἑαυτοῦ καὶ τοῦ λαοῦ, ἀλλὰ κάθηται, λέγει· Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ὃς οὐκ ἔχει ἀνάγκην καθ’ ἑκάστην ἡμέραν, ὥσπερ ὁ ἱερεὺς προσφέρει ὑπὲρ τῶν ἰδίων καὶ τῶν τοῦ λαοῦ ἁμαρτημάτων· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν προσενέγκας. Τί οὖν καταμαίνονται τῆς εὐσεβείας; Εἰ οὐκ εἶχεν ἀνάγκην, σὺ ὑπ’ ἀνάγκην ἄγεις τὸν πάσης ἀνάγκης ἀνώτερον; Πάλιν ἐπάγει Παῦλος · Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός , ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν. Οὐκ εἶπεν· Ἐμφανίζεσθαι · ἅπαξ γὰρ ἐνεφανίσθη, οὐ πολλάκις. Καὶ πάλιν· Οὔτε ἵνα καθ’ ὥραν ἑαυτὸν προσφέρῃ, ὡς ἱερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς τὰ ἅγια τῶν ἁγίων. Νῦν δὲ Χριστὸς εἰς ἀθέτησιν ἁμαρτίας ἅπαξ διὰ τῆς θυσίας αὐτοῦ ἐφανερώθη. Καὶ οἱ μὲν ἄλλοι ἱερεῖς καθ’ ἡμέραν ἑστήκασι λειτουργοῦντες καὶ τὰς αὐτὰς θυσίας ποιοῦντες· Χριστὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ ὑπὸ τοὺς πόδας αὐτοῦ. Μὴ γὰρ ἐντυγχάνει λοιπόν; Κάθηται. Τί ὑβρίζεις τὴν εὐεργεσίαν; Ἀλλ’ οἶδα μηκύνας τὸν λόγον. Σύγγνωτε δέ μοι εἰς βυθὸν εἰσελθόντι καὶ τῇ τοῦ ἁγίου πνεύματος δυνάμει δυνηθέντι διανήξασθαι τὸ πέλαγος τῶν ἁγίων γραφῶν, οὐχ ὅσον εἰπεῖν ἄξια, ἀλλ’ ὅσον ἡμεῖς ἠδυνάμεθα. Ἐκεῖνο δὲ πρὸ πάντων ὑμᾶς παρακαλῶ καὶ ἱκετεύω καὶ ἱκετεύων οὐ παύσομαι, τὰς γραφὰς ἐρευνᾶν, τὴν ἀλήθειαν ζητεῖν, παρὰ Χριστοῦ τὰ περὶ Χριστοῦ μανθάνειν. Μὴ ἐκδῷς σεαυτὸν αἱρετικῇ κακίᾳ. Πολλοὺς ἔχει σήμερον ὁ διάβολος ὄφεις, ἀντὶ τοῦ Ἀρχαίου ὄφεως. Σπείρει τὰ ζιζάνια τῆς ἁμαρτίας, ἵνα θερίσῃ τὴν φθορὰν τῆς ἀσεβείας. Μή, παρακαλῶ. Ἀποτειχίσωμεν τὰς ἀκοὰς ἀπὸ τῆς αἱρετικῆς κακίας. Οἶδα τοῦτον εἰρηκὼς ἐν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ νῦν λέγω· πάσης αἱρέσεως φανεροί εἰσιν οἱ ἔξαρχοι. Ἀπὸ Ἀρείου Ἀρειανοί , ἀπὸ Μακεδονίου Μακεδονιανοί , ἀπὸ Εὐνομίου Εὐνομιανοί , ἀπὸ Μαρκίωνος Μαρκιωνισταί , ἀπὸ Σαβελλίου Σαβελλιανοί , ἀπὸ Μάνεντος Μανιχαῖοι , ἀπὸ Μοντανοῦ Μοντανισταί , καὶ αἱ καθεξῆς αἱρέσεις. Εἰ ἔστιν ἡ πίστις τῆς ἐκκλησίας αἱρετική, εἴπωσιν οἱ αἱρετικοί , τίς αὐτῆς ὁ ἔξαρχος. Λεγέτωσαν ὅτι Ἀπὸ τοῦδε τοῦ ἀνθρώπου ἤρξατο ὑμῶν ἡ αἵρεσις . Εἰπάτωσαν, εἰ οἴδασιν. Ὅρα γὰρ καὶ τοῦ θεοῦ τὴν ἀγαθότητα. Οὐ συνεχώρησεν ὁ θεὸς τῇ δόξῃ τῶν ἀποστόλων ἐπικληθῆναι ὄνομα ἀνθρώπου. Οὐ λεγόμεθα Μακεδονιανοί , ἀλλὰ κἂν εἴπωσιν· Ὁμοουσιασταί , οὐκ ὄνομα εἶπον, ἀλλὰ τῆς πίστεως ἔδειξαν τὴν συμφωνίαν. Ἐὰν οὖν ἐρωτήσῃς αὐτούς· Καὶ τίς πρῶτος εἶπε τὸ ὁμοούσιον; οὐκ ἔχουσιν εἰπεῖν· Ὁ δεῖνα καὶ ὁ δεῖνα , ἀλλὰ τριακόσιοι δέκα καὶ ὀκτὼ πατέρες σύμφωνον ῥήξαντες φωνὴν ὁμολογίας συνεφώνησαν εἰς εὐσέβειαν. Πρόσεχε πῶς καὶ αὐτῆς τῆς ἀρετῆς λάμπει ἡ ὁμολογία. Οὐκ ἤρξατο τοῦ ὁμοουσίου οὐχ εἶς, οὐ δύο, ἀλλὰ πᾶσα σύνοδος ἀνατολῆς, δύσεως, μεσημβρίας, ἄρκτου· ὅπου γὰρ ἀλήθεια φαίνεται, πάντα συμφωνεῖ. Ἐρώτησον αἱρετικὸν ὃ μέλλω λέγειν. Ἐὰν ἐρωτήσῃς ὀρθόδοξον, κἂν ἰδιώτης ᾖ, κἂν ἄπειρος, ταῦτα λέγει· Ἐγὼ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, μίαν βασιλείαν, μίαν δύναμιν ὁμολογῶ . Εἰπὲ δὲ αἱρετικοῖς δυσὶν ἢ τρισὶν ἀνθρώποις· Πῶς φρονεῖτε; . Ἐὰν ἔλθωσι κατὰ τῶν αὐτῶν φωνῶν, ἀλήθειαν λέγουσιν. Ἀλλ’ ὁ μὲν λέγει· Ἄκτιστον , ὁ δέ· Γεννητόν , ὁ δέ· Ἀθάνατον , ὁ δέ· Ἀίδιον . Κἂν ἄλλος ἀνακύψῃ, λέγει· Ἐγὼ οἶδα ὅτι ὁ πατὴρ ἐποίησε τὸν υἱόν, ὁ δὲ υἱὸς τὰ ἄλλα . Εἶτα ἕτερος διορθοῦται τοῦτον λέγων· Οὐχ οὕτως, ἀλλ’ ὁ μὲν πατὴρ ἐποίησε τὸν υἱόν, διὰ δὲ τοῦ υἱοῦ τὰ πάντα συνέστη . Ὅπου γὰρ οὐκ ἔστιν ἀλήθεια, ἀλλὰ σαθρὸν τὸ ἱμάτιον, σχίζεται. Καὶ ὥσπερ, ἀδελφοί, ἱμάτιον πεπαλαιωμένον, ὅπου ἐὰν ἐνρήξῃ, σχίζεται, κἂν σχήματι ἑλκύσῃς τινὰ εἰς ὁμιλίαν, ἐλέγχεται ἡ σαθρότης καὶ ὑπὸ τῶν τυχουσῶν ἀφορμῶν σχίζεται, οὕτω καὶ αἱ αἱρέσεις· ὁ μὲν ὁμολογεῖ οὕτως, ὁ δὲ ἄλλως. Αἱρέσεις ξέναι, ὀνόματα ξένα, καὶ ταῦτα ἐπονείδιστα καπήλων ὀνόματα. Τοῦτο ἔπαθον οἱ αἱρετικοί , ὃ ἔπαθόν ποτε Ἰουδαῖοι . Ἡ λυχνία ἡ ἁγία ἐπὶ τοῦ νόμου ἔκειτο εἰς τὰ ἅγια τῶν ἁγίων, ὅπου τὸ καταπέτασμα, ὅπου ἡ τράπεζα, ὅπου ὁ νόμος, ὅπου αἱ πλάκες. Ἀφ’ οὗ ἐξέπεσον τῆς ἀληθείας, ποῦ ἵσταται ἡ λυχνία; Ἐν τοῖς προθύροις τῶν καπήλων. Ποῦ τὸ κέρας τῶν προφητῶν; Ἐν τοῖς καπηλείοις. Καὶ ταῦτα ποιοῦσιν, οὐ διὰ πόθον, ἀλλὰ διὰ πόρον, οὐχ ἵνα δείξωσι τὴν λυχνίαν τιμωμένην, ἀλλ’ ἵνα προσκαλέσωνται τοὺς παριόντας, ἵνα δείξωσιν ὅτι Ἰουδαϊκὸς ὁ οἶνος. Ὥσπερ οὖν ἐκεῖ ἀπὸ τῶν ἁγίων εἰς τοσαύτην κατηνέχθη εὐτέλειαν τὰ ἅγια τὰ ὑπὸ τῶν ἀναξίων κατεχόμενα, οὕτω καὶ ἐνταῦθα ἀπὸ Παύλου καὶ Πέτρου , ἀπὸ τῆς κορυφῆς ἐκείνης – Αἰσχύνομαι λέγειν, αἰδοῦμαι τὸ ὄνομα τῆς αἰσχύνης, ἐπ’ ἀληθείας καὶ εἰπεῖν αἰδοῦμαι καὶ λέγειν ἀναγκάζομαι, μετὰ τὴν φωνὴν ἐκείνην· Σὺ εἶ Πέτρος , καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς , μετὰ τὸ εἰπεῖν Παῦλον · Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ –, ἀπὸ Παύλου καὶ Πέτρου , τῶν εὐαγγελιστῶν, τῶν κηρύκων, τῶν ὁμολογητῶν, Ψαθυριανοὶ καὶ ἕτεροί τινες ὀνομάζονται. Πότε ἔμειναν ἐπὶ σχήματος; Πότε οὐ διερράγη τὸ πεπαλαιωμένον ἱμάτιον; Ἀλλ’ εἰπὼν εἰς αὐτοὺς τὸ τοῦ προφήτου καταπαύσω τὸν λόγον· Διεσχίσθησαν καὶ οὐ κατενύγησαν. Ἐνταῦθα δὲ ὁ χιτὼν τῆς ἐκκλησίας ὑφαντὸς δι’ ὅλου ἄρραφος . Τί ἐστιν ὑφαντός, ἐπειδὴ πολλά ἐστιν ἀπὸ κολλημάτων γινόμενα; Ὁ δὲ χιτὼν οὗτος οὐκ ἐκολλήθη ἀπὸ λογισμῶν, ἀλλ’ ἐκ τῶν ἄνωθέν ἐστιν ὑφαντὸς δι’ ὅλου ἄρραφος. Οὐκ ἀνθρώπινοι λογισμοὶ ἔρραψαν τὴν πίστιν ἡμῶν, ἀλλ’ ἔχομεν ὑγιῆ τὸν χιτῶνα. Ἐπληρώσαμεν τὴν ὑπόσχεσιν πολλὴν οὖσαν καὶ περισκελῆ καὶ λεπτὴν τῇ θεωρίᾳ. Γινωσκέτω δὲ ὁ ἀκροατὴς ὅτι τὰ μὲν ἁπλᾶ τῶν νοημάτων ἁπλαῖς κέχρηται ταῖς φωναῖς, τὰ δὲ βαθέα τῶν θεωρημάτων χρείαν ἔχει πολλῆς ποικιλίας. Ὅταν ἴδῃς συνεσκιασμένον λόγον, ἀναφέρου τῇ διανοίᾳ· ὅταν ἴ δῃς λεπτὸν νόημα, ποικίλλου τὴν διάνοιαν. Ἔστι πολλὰ τῶν νοημάτων τοῦ θεοῦ σύντομα ὡς τὸ Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις . Ὅταν μέντοι εἴπῃ· Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. , καί· Μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη , ποικίλον ἐστὶ τὸ ἱμάτιον κατὰ τὸ εἰρημένον· Ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ Ἐπὶ τούτοις πᾶσι δοξάσωμεν τὸν φανέντα, προσκυνήσωμεν τὸν ἐλθόντα, ὑμνήσωμεν τὸν ἀνακαινίσαντα, τὸν ζωοποιήσαντα, τὸν ἐγείραντα, τὸν τειχίσαντα, τὸν φωτίσαντα, τὸν πάντων ἡμῖν τῶν ἀγαθῶν τὴν ἀφθονίαν χαρισάμενον, Χριστὸν Ἰησοῦν , ᾧ ἡ δόξα σὺν τῷ πατρί, καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.