Ἦν οὖν πᾶσα ἡ κτίσις τεθολωμένη. Εἰσέρχεται ὁ σωτὴρ τοῦ κόσμου, μᾶλλον δὲ κηρύττεται ὑπὸ τῶν ἀποστόλων ὅτι ἥξει ἀνακαινίζων τὰ πάντα. Οὐ μόνον δὲ οἱ ἀπόστολοι, ἀλλὰ καὶ οἱ προφῆται προέλεγον ὅτι ἔρχεται ὁ Χριστός . Διὰ τί; Ἵνα μή τις νομίσῃ ὅτι ὁ θεὸς ὡς ἄνθρωπος, ὅταν ἀπορήσῃ κατὰ τὴν πρώτην βοήθειαν, δευτέραν ἐπινοεῖ καί, ὅταν ταύτης ἀποτύχῃ, ἐπὶ τρίτην ἔρχεται καὶ ταύτης διαμαρτὼν τετάρτης ἅπτεται. Ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, προέλεγον οἱ προφῆται τὸν μέλλοντα ἔρχεσθαι, ἵνα δείξωσιν ὅτι θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ’ ἀπ’ ἀρχῆς προεῖδε τὰ πάντα. Ἡμεῖς οἱ ἄνθρωποι σκεπτόμεθα καί, ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας, ἐρχόμεθα ἐφ’ ἑτέραν. Ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ’ ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μαθών, ἀλλ’ ἀπ’ ἀρχῆς εἰδὼς ὅτι ἄλλως οὐχ οἷόν τε ἦν τὴν κτίσιν γενέσθαι καὶ στῆναι μὴ τοῦ Χριστοῦ φαινομένου. Καὶ ἡμεῖς μὲν οἱ ἄνθρωποι ὅταν ἴδωμεν τὰ νοσήματα, τότε ἐπινοοῦμεν τὰ βοηθήματα· ὁ δὲ θεὸς πρὸς τῶν τραυμάτων τοῦ ἡμετέρου πλάσματος προεῖδε τὸ φάρμακον τῆς σωτηρίας. Πολλοὶ λέγουσιν· Οὐ προῄδει οὖν ὁ θεὸς ὅτι ἁμαρτήσει ὁ Ἀδάμ ; . Ἐγὼ τοῦτο λέγω ὅτι οὐ τοῦτο μόνον προῄδει, ἀλλὰ πρὸ τῆς παραβάσεως ὅτι ἐγείρει αὐτὸν ὁ Χριστὸς διὰ τὴν οἰκονομίαν. Καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν. Ἀλλὰ προαπέθετο τὸ φάρμακον τῆς ἀναστάσεως καὶ τότε συνεχώρησεν εἰς πεῖραν θανάτου ἐλθεῖν τὸν ἄνθρωπον, ἵνα μάθῃ, τίνος μὲν ἀπολαύει δι’ ἑαυτόν, τίνος δὲ τυγχάνει διὰ τὸν θεόν. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ πρῶτον ἤνεγκε τὰ ἔτη τῆς εὐθηνίας, προαποθέμενος φάρμακον τῷ λιμῷ τὰ ἔτη τῆς εὐθηνίας, καὶ τότε τὰ ἔτη τοῦ λιμοῦ ἐπήγαγεν, καὶ προέλαβε τὴν τοῦ τραύματος φύσιν ἡ τοῦ φαρμάκου βοήθεια, οὕτω πρὶν πλασθῇ ὁ Ἀδάμ , πρὶν φανῶσιν οἱ ἐξ αὐτοῦ ἄνομοι, πρὶν τεχθῶσιν οἱ ἐξ αὐτοῦ δίκαιοι καὶ οἱ ἐξ αὐτοῦ προφῆται, προεῖδεν ὁ θεὸς ὅτι οὐχ οἷόν τέ ἐστι τὴν εἰκόνα ταύτην στῆναι μὴ ἀνακαινισθεῖσαν ὑπὸ τοῦ Χριστοῦ . Ἐν τῷ Ἀδὰμ ὁ θεὸς ἔβλεπε Παῦλον , ἔβλεπε Πέτρον . Οὐκ ἔβλεπε τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ τρεφόμενον καὶ μέλλοντα ἐκβάλλεσθαι, ἀλλ’ ἔβλεπεν ἐν αὐτῷ Παῦλον τὴν εὐσέβειαν κηρύττοντα καὶ εἰς παράδεισον ἁρπαζόμενον καὶ Πέτρον κλεῖς οὐρανῶν πιστευόμενον. Καὶ πάντα ἐν τῷ πρώτῳ ἔβλεπεν ἀνθρώπῳ· ἐν γὰρ τῇ ῥίζῃ ἦσαν οἱ καρποί. Καί μοι συγχωρήσατε μικρόν τι ὡς ἐν ὁμιλίᾳ γενέσθαι θεοῦ καὶ εἰσαγαγεῖν τὸν θεόν, ὥσπερ ἠθοποιΐᾳ τινὶ κεχρημένῳ, διαλεγόμενον τῷ ἑαυτοῦ υἱῷ. Καὶ μή τις νομίσῃ βεβιασμένον εἶναι τὸ ῥῆμα· ὥσπερ γὰρ ποιῶν τὸν ἄνθρωπον ὁ θεὸς συμβούλῳ κέχρηται τῷ μονογενεῖ καὶ συνεργῷ· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν , εἰκὸς ἦν καὶ τὸν υἱὸν λέγειν πρὸς τὸν πατέρα. Ἀνάμενε δὲ τὸ τέλος. Μὴ εἴπῃς· Καταμαντεύεται οὗτος τοῦ θεοῦ. Μὴ παρὼν τοῖς ἐκεῖ, πῶς οἶδε ταῦτα; . Ἐὰν τὸ τέλος μὴ ἀπαντήσῃ πρὸς τὴν ἔννοιαν, ὡς συκοφάντην με κρῖνον. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν Ὡς δημιουργὸς ἔλεγεν, ὡς προγνώστης ἀπεκρίνατο. Ἐὰν οὖν ἁμάρτῃ ὁ Ἀδάμ (ἁμαρτάνει γάρ) διαβάλλεται ἡμῶν ἡ δημιουργία . Ἐννόησον ταῦτα λέγοντα ἢ πατέρα υἱῷ ἢ υἱὸν πατρί. Ἀδιάστατος γὰρ ἡ βουλή, οἷς ἀδιαίρετος ἡ οὐσία. Ἀλλ’ ἁμαρτάνει ὁ Ἀδάμ , παραβαίνει, ἀποθνῄσκει· καὶ δι’ αὐτὸν πάντες οἱ ἄνθρωποι ἀπόλλυνται, καὶ συκοφαντεῖται ἡμῶν τὸ πλάσμα ὡς κακῶς γενόμενον . Πάλιν ἡ βουλή. Ἀλλὰ δεῖ πρὸ πάντων ὁρίσαι τὴν θεραπείαν. Δεῖ γὰρ σέ, ὦ μονογενές μου, ὦ υἱὲ λόγε, ὦ ἀπαύγασμα ἐμῆς δόξης, δεῖ σε, εἰ ὅλως προνοεῖς τοῦ πλά σματος ὅπερ συνεργοῦντες ἀλλήλοις εἰργασάμεθα, δεῖ σε τὸν φθειρόμενον ἐνδύσασθαι ἄνθρωπον, δεῖ σε τοὺς ἀποστόλους λαβεῖν, ἵνα, ὥσπερ τῷ ὄφει ὁ διάβολος ὑπουργῷ ἐχρήσατο καὶ ὅπλῳ πρὸς τὴν ἀπάτην, οὕτω καὶ σὺ ὑπουργῷ χρήσῃ τῷ σῷ πλάσματι πρὸς εὐεργεσίαν καὶ ἀνακαινίσῃς τὸν πεσόντα . Ἀλλὰ πολλοὶ ἔσονται τῶν δογμάτων φησὶν ἀσεβῶν εὑρεταί. Ἀνακύπτει γὰρ ἡ ἄθεος τῶν Ἐπικούρων πλάνη· ἀνακύπτει αἵρεσις ἡ λέγουσα ἀπρονόητα εἶναι τὰ τοῦ βίου· ἀνακύπτει ἄλλη αἵρεσις ἡ λέγουσα τὸ σῶμα θεόν. Πολλοὶ γίνονται τῆς πλάνης διδάσκαλοι. Τίς οὖν λύσει ταῦτα τὰ μοχθηρά; . Ταῦτα εἶπον ἐπὶ σχήματι, ἵνα ἐπὶ τέλει τῇ ἀποστολικῇ φωνῇ σφραγίσω τὴν ἔννοιαν. Τί οὖν; Ἆρα τοῦτο τὸ ἔνδυμα, ὃ λαμβάνει ὁ θεὸς λόγος, τοῦτο ὀφείλει διαδραμεῖν τὰ πέρατα τῆς ὑπ’ οὐρανὸν καὶ φωτίσαι πάντας; Οὐχί φησιν, ἀλλὰ σύ μου πληροῖς τὴν θείαν οἰκονομίαν. Ἕξεις δὲ τοὺς ἀποστόλους κήρυκας τοῦ θείου λόγου· ἕξεις Παῦλον κηρύττοντα· ἕξεις Πέτρον τὴν Ῥώμην καταλαμβάνοντα· ἕξεις τοὺς ἀποστόλους κοινωνοῦντας ἡμῶν τῇ οἰκονομίᾳ . Ταῦτα ἐλέγετο πρὶν ἢ Ἀδὰμ πλασθῇ. Πρῶτον ἐτυπώθη τὰ κατὰ τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὰ κατὰ τοὺς ἀποστόλους , καὶ τότε ὁ Ἀδὰμ ἐπλάσθη. Πόθεν τοῦτο; Ἄκουε Παύλου λέγοντος· Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ τῶν γενεῶν , καί· Εὐλογητὸς ὁ θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, καθὼς ἐξελέξατο ἡμᾶς ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς εἰς υἱοθεσίαν. Καὶ ἀλλαχοῦ περὶ ἑαυτοῦ καὶ τῶν κατ’ αὐτὸν λέγει· Οὓς προέγνω συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. Οὐ μόνον δὲ προωρίσθη καὶ ἐξελέχθη, ἀλλὰ καὶ τὴν χάριν ἣν ἔλαβε Παῦλος μετὰ πολλὰς γενεὰς οὕτως ἀπαριθμεῖται ὡς λαβὼν αὐτὴν πρὸ τῶν αἰώνων. Πόθεν τοῦτο; Λέγει Τιμοθέῳ · Τέκνον Τιμόθεε , συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων Ἐξελέξατο πρὸ καταβολῆς κόσμου, προώρισε πρὸ τῶν αἰώνων, ἐχαρίσατο ἡμῖν πρὸ τῶν αἰώνων. Καὶ ταῦτα πάντα συνᾴδει, ὅτι πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς προώφθη καὶ προωρίσθη ἡ τοῦ σωτῆρος οἰκονομία. Ἀλλ’ οἶδα ὅτι καὶ ἐν φίλοις διαλέγομαι τῆς εὐσεβείας, ἐνίοτε δὲ καὶ ἐν κατασκόποις, οἳ οὐ πρὸς τὸ συμφέρον βλέποντες τῶν κηρυττομένων, ἀλλ’ ἓν ἔργον τιθέμενοι, πῶς ἐπιλάβωνται τοῦ λέγοντος· ὧν ἀληθῶς οὐ μισῶ τὸν τρόπον, ἀλλὰ μᾶλλον ἐλεῶ. Ὅμως κατὰ τὸν ἀπόστολον· Διὰ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες εἰσέρχονται κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν , γυμνάσωμεν τὸ νόημα. Δύναται γὰρ ὁ ἐχθρὸς ἐξελθὼν εἰπεῖν· Μεγάλη θεολογία. Εἰσήγαγε τὸν θεὸν σκεπτόμενον καὶ λέγοντα· Ἐπεὶ οὖν πολλοὶ γίνονται πλάνης διδάσκαλοι, τί ἔσται; καὶ τὸν πατέρα λέγοντα τῷ υἱῷ ὡς ἐκείνου μὲν ἀποροῦντος, τούτου δὲ διδάσκοντος ταῦτα . Αἱ γραφαὶ ὅταν παιδεύωσιν ἡμᾶς περὶ θεοῦ, οὐδέποτε ἁρμόζοντα τῇ θείᾳ δυνάμει φθέγγονται ῥήματα, ἀλλὰ πρέποντα τῇ ἡμετέρᾳ ἀσθενείᾳ. Ἆρα γάρ, ὅτε ὁ θεὸς καθίζει δικαστήριον ἀνθρώπινον καὶ λέγει· Καὶ νῦν σύ, ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες τὴν Ἱερουσαλήμ , κρίνατε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; , λαλοῦντος ἡ φωνὴ ἢ σκεπτομένου; Ἀλλ’ ἆρα, ὅτε λέγει πρὸς τὸν Ἡσαΐαν · Τίνα ἀποστελῶ, ἢ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; ἀμφιβάλλων λέγει ἢ ἀγνοῶν τὸν ὑπηρέτην; Ὅσα λέγεται περὶ θεοῦ κατὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν δεῖ μετρεῖν, οὐ τῇ δυνάμει τοῦ κηρύττοντος, ἀλλὰ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων. Ἡμῖν δὲ σκοπὸς δεῖξαι τὰ ἐπὶ Χριστοῦ πρὸ τοῦ Ἀδὰμ προτετυπωμένα καὶ τοὺς ἀποστόλους προεκλελεγμένους καὶ τὴν χάριν τοῦ εὐαγγελίου πρὸ χρόνων αἰωνίων προτετυπωμένην. Πρόσεχε ἀκριβῶς. Δύναται μία λέξις παροραθεῖσα συκοφαντίας γεμίσαι τὸ λεγόμενον. Οὐ μόνον εἶδεν ὁ θεὸς ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ παραβαίνοντα, ἀλλὰ καὶ τὸν σωτῆρα, τὸν ἐν σαρκὶ φανέντα δεσπότην, προοδοποιοῦντα τὴν ἀρετὴν καὶ πάντας εἰς ὑπακοὴν ἕλκοντα. Ἔβλεπεν ὁ θεὸς τὴν πλευρὰν τὴν ἐκ τοῦ Ἀδὰμ τικτομένην καὶ εἰς γυναῖκα μεταβαλλομένην καὶ προεῖδε πάλιν τὴν πλευ ρὰν τοῦ Χριστοῦ προφέρουσαν ἡμῖν τὰ μυστικὰ δῶρα, ὕδωρ καὶ αἷμα , ὧν τὸ μέν ἐστι τοῦ λουτροῦ σύμβολον, τὸ δὲ τῶν μυστηρίων ἐνέχυρον. Καὶ οὐ τοσοῦτον αὐτὴν ἐταλάνισε τὴν πληγήν, ὅσον ἐννοήσας τὸ φάρμακον ἐμακάρισεν. Ἐκεῖ γυνὴ ἐξ ἀνδρὸς εἰς παρανομίαν, ὧδε ἀνὴρ ἐκ γυναικὸς εἰς σωτηρίαν. Ἐκεῖ πλευρὰ τίκτουσα θανάτου ὑπόθεσιν, ἐνταῦθα πλευρὰ φέρουσα τὸν ἀρραβῶνα τῆς ἀφθαρσίας . Ἐκεῖ ὄφις περὶ τὸ ξύλον, ὧδε Χριστὸς περὶ τὸν σταυρόν. Ἐκεῖ βρῶμα προκαλούμενον θάνατον, ἐνταῦθα βρῶμα ἀφανίζον θάνατον. Οἶδας τὰ πιστῶν, ἐπίγνωθι τὰ μυστήρια. Ἐκεῖ ἀνέβλεψαν κακῶς καὶ εἶδον ὅτι γυμνοί εἰσιν , ἡμεῖς νῦν ἀναβλέπομεν εὐσεβῶς καὶ βλέπομεν ὅτι ἐστολισμένοι ἐσμέν. Ἐκεῖ ἀνάβλεψις καὶ γύμνωσις, ἐνταῦθα φωτισμὸς καὶ στολισμός. Ἐκεῖ δερμάτινοι χιτῶνες καλύπτοντες τὴν ἀσχημοσύνην, ἐνταῦθα χιτὼν δόξης καλύπτων ἡμῶν τὴν ἀσθένειαν, τοῦ Χριστοῦ τὸ σῶμα, αὐτοῦ τοῦ βασιλέως τὸ ἔνδυμα· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐκεῖ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ , ὧδε ἀνακαινίσας τὴν γῆν ποιεῖ τὸν ἄνθρωπον ἐπουράνιον, οὐ γῆν ἐπαγγελλόμενος, ἀλλὰ βασιλείαν. Ἐκεῖ φλογίνη ῥομφαία κωλύουσα τὸν Ἀδάμ , ἐνταῦθα γλῶσσαι πυρὸς ἐξ οὐρανοῦ φωτίζουσαι τὸν Ἀδάμ . Ἐκεῖ ἐκβαλλόμενος τοῦ παραδείσου, ὧδε πιστευόμενος κλεῖς οὐρανῶν. Προεῖδεν ὁ θεὸς τὰ μέλλοντα πρὸ τῶν παρόντων. Καὶ ὥσπερ σήμερον, πρὶν ἑλκύσωμεν τὸ ὕδωρ, ὑδραγωγὸς κατασκευάζεται, καί, πρὶν ῥεύσῃ τὰ ὕδατα, ὑδρεῖον λέγεται, οὐχ ὕδατος ῥέοντος, ἀλλὰ μέλλοντος ῥεῖν, οὕτως ὁ θεὸς προώρισε τὰ μέλλοντα ἐν Χριστῷ τυποῦσθαι καὶ ᾔδει ὅτι ἐν Χριστῷ ἀνακαινίζεται τὰ πάντα. Καὶ ἄρχεται ἄνωθεν. Ἐπιβαίνει τῷ οὐρανῷ κατὰ τὸ Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι. Παρῆλθε τοὺς οὐρανοὺς ἁγιάσας αὐτούς. Διέτεμε τὸν ἀέρα, ἵνα ἁγιάσῃ αὐτὸν ταῖς αἰσχραῖς ᾠδαῖς μιανθέντα. Πατεῖ τὴν γῆν, ἵνα ἁγιάσῃ αὐτὴν φόνοις μεμολυσμένην. Ἐπάτησε θαλάττης κύματα, ἵνα τὰ μιανθέντα ἁγιάσῃ ὕδατα. Βαπτίζεται ἐν τῷ Ἰορδάνῃ , ἵνα τῶν ποταμῶν τὴν φύσιν ἁγιάσῃ. Εὑρίσκει καὶ τὸν Ἀδὰμ κείμενον ἐν τάφῳ καὶ ὑπέρχεται αὐτοῦ τὴν εἰκόνα καὶ γίνεται ὁ Χριστὸς καὶ μετὰ τὸν Ἀδὰμ καὶ ἀνακαινισμὸς τοῦ Ἀδάμ . Καὶ ὅπως ἄκουε. Ἀναλαμβάνει τὴν μορφὴν ἣν ἔπλασεν ἐν παραδείσῳ καὶ πᾶσιν αὐτὴν τοῖς ἐναντίοις ἐκόσμησεν ὑπεναντία τῇ ἐν τῷ παραδείσῳ διαγωγῇ δοὺς αὐτῷ τὰ τῆς ἀρετῆς ἐφόδια. Ἐν παραδείσῳ διὰ τρυφὴν ἠπατήθη ὁ Ἀδάμ , ἡ σὰρξ τοῦ Χριστοῦ ἐν νηστείᾳ στεφανοῦται. Ἐν παραδείσῳ ἡ πρώτη πάλη, ἐν ἐρήμῳ ὁ δεύτερος ἀγὼν πρὸς τὸν διάβολον. Ἄρχεται τοίνυν ὁ σωτήρ, ἀνακαινίζων τὸ πλάσμα τοῦτο, παντοίαις αὐτὸ ἀρεταῖς στεφανοῦν καὶ εἰσέρχεται μεσολαβῶν θεῷ καὶ ἀνθρώποις. Ἦλθεν ἀπαγγεῖλαι τῷ κόσμῳ ὅτι ἀνακαινίζεται ἡ πεπτωκυῖα εἰκών, ὅτι ἐγείρεται, ὅτι σῴζεται. Οὐκ ἠδύνατο ἀπαγγεῖλαι ταῦτα, εἰ μὴ ἦν μεσίτης. Ὥσπερ γὰρ πρόσωπον ἀξιόπιστον ὑποβεβηκότι ἐὰν ἐπαγγείληταί τι, οὐ τολμᾷ τὴν ἐπαγγελίαν ἀπαιτῆσαι ὁ ὑποκείμενος, ἐὰν μὴ ἔχῃ μεσίτην Ἐπειδὴ γὰρ ἀόρατος ἦν ὁ θεός, ὁ δὲ κόσμος ἦν ὁρώμενος, δίδωσι μεσίτην ἀξιόπιστον. Μεσίτης γὰρ θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός . ὁ μεσίτης ἐὰν μὴ ἔχῃ συγγένειαν πρὸς τὰ μεσιτευόμενα, μεσίτης εἶναι οὐ δύναται. Ἐπεὶ οὖν μεσίτης θεοῦ καὶ ἀνθρώπων Χριστός , ἐχρῆν αὐτὸν δειχθῆναι συγγενῆ τοῦ θεοῦ καὶ συγγενῆ τῶν ἀνθρώπων καὶ φανῆναι ὥσπερ τινὰ οἰκονομίαν μέσην καὶ θεῷ συναπτομένην κατὰ τὴν θεότητα καὶ ἀνθρώποις ἡνωμένην κατὰ τὴν ἀνθρωπότητα. Καὶ τί ποιεῖ; Ἐπειδὴ πρῶτον διδάσκει καὶ τότε ἀνακαινίζει, γίνεται καὶ μεσίτης καὶ ἔγγυος. Ἀντιφωνεῖ τὰ τοῦ θεοῦ τοῖς ἀνθρώποις καὶ τὰ τῶν ἀνθρώπων τῷ θεῷ. Ἐπειδὴ γὰρ ἐχθρὸν ἦν τὸ ἀνθρώπινον γένος τῷ θεῷ διὰ τὴν παράβασιν, οὐκ ἐπιστεύετο οὔτε ἄνθρωπος τῷ θεῷ οὔτε θεὸς τῷ ἀνθρώπῳ ὅτι διαλλάσσεται τῷ πεσόντι. Ὡσεὶ ἔλεγε τοῖς ἀνθρώποις· Μὴ ἀπιστήσητε ὅτι ἐστὶν ἀνάστασις. Ἐγὼ τούτου ἔγγυος. Λαμβάνω τὴν ἐξ ὑμῶν σάρκα, παραδίδωμι αὐτὴν θανάτῳ. Ἐὰν μὴ ἀναστήσω αὐτήν, μὴ πιστεύσητέ μοι . Ἐγγυᾶται τοῖς ἀνθρώποις τὸν θεόν. Ὡσεὶ ἔλεγεν· Πρὸς ἐμὲ τὸν ἄνθρωπον ἔχεις. Ἐγὼ αὐτὸν ἀνακαινίζω, ἐγὼ αὐτὸν ποιήσω ἀρνήσασθαι τὴν πλάνην καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν. Δέξαι με ὑπὲρ ἀνθρώπων ἐγγυώμενον, ἵνα καὶ αὐτοὶ δέξωνταί με ἐγγυητὴν τῆς σῆς δυνάμεως . Ὅτι μὲν οὖν μεσίτης ὁ Χριστός , ἔδειξεν ἡ γραφή· ὅτι δὲ καὶ ἔγγυος καὶ ἀνάδοχος, ποῦ εὑρίσκομεν, ἵνα μὴ φανῶμεν τὰ ἑαυτῶν λαλοῦντες ἐν ἐκκλησίᾳ; Εἰ τὰ ἑαυτοῦ λαλῶ, ἵνα τί λαλῶ; Εἰ δὲ τὰ τοῦ θεοῦ κηρύττω, τὰ τοῦ πνεύματος ἑρμηνεύω. Δέξαι τὴν διδασκαλίαν. Ὅτι οὖν ἔγγυός ἐστιν ὁ Χριστός , λέγει Παῦλος · Νῦν δὲ διαφορωτέρας τετυχήκαμεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης ἔγγυος Ἰησοῦς . Ἰδοὺ ἐγγυώμενος τὸν θεὸν τοῖς ἀνθρώποις. Ἐγγυᾶται καὶ τὸν ἄνθρωπον τῷ θεῷ καὶ τὸν θεὸν τοῖς ἀνθρώποις. Εἶπεν ἡμᾶς ἐγείρειν, καὶ ἐγείρει. Εἶπεν ἡμᾶς ἀθανασίᾳ τιμᾶν, καὶ τιμᾷ. Ὅτε ἔπλαττε τὸν Ἀδάμ , ἐγγύας οὐκ ἔδωκε τῶν γινομένων, ἐγγύας οὐ παρέσχεν, καὶ ἔδωκεν αὐτῷ τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἔδωκεν αὐτῷ τὸν οὐρανὸν μὴ ἐπαγγειλάμενος, τὴν γῆν μὴ ὑποσχόμενος, τὸν παράδεισον, τὰ ἄλλα πάντα. Ἃ μὴ ἐπηγγείλατο, ἔδωκεν· ἃ μετ’ ἐγγύης ἐπηγγείλατο, οὐ δίδωσιν; Τὸ εὐαγγέλιον ἡ γραφή ποτε καινὴν καλεῖ διαθήκην, ποτὲ νέαν διαθήκην , ποτὲ κρείττονα διαθήκην, ποτὲ δευτέραν, ποτὲ αἰώνιον. Ἐπειδὴ ἓν ὄνομα πᾶσαν τὴν δύναμιν παραστῆσαι οὐ δύναται, διαφόροις ὀνόμασι δείκνυσι τοῦ εὐαγγελίου τὴν δύναμιν. Καὶ μάλιστα Παῦλος ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν καλεῖ καινὴν διαθήκην τὸ εὐαγγέλιον ὡς τὴν παλαιὰν ἀνακαινίζουσαν· τὸ γὰρ καινὸν ξένης ἐστὶ καὶ ἀληθῶς ἀνεπάφου φύσεως ἑρμηνεία. Ἡ νέα πρὸς ἀντιδιαστολὴν τῆς γεγηρακυίας, ἡ κρείττων πρὸς ἀντιδιαστολὴν τῆς ἐλάττονος, ἡ δευτέρα πρὸς ἀντιπαράθεσιν τῆς πρώτης, ἡ αἰώνιος πρὸς ἀντιδιαστολὴν τῆς προσκαίρου. Καινὴ λέγεται διαθήκη κατὰ τὸν μακάριον Ἰερεμίαν τὸν λέγοντα· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει κύριος, διαθήσομαι ὑμῖν διαθήκην καινήν. Καὶ ὁ σωτὴρ παραδιδοὺς τὸ μυστήριον λέγει· Τοῦτό μού ἐστι τὸ σῶμα τὸ τῆς καινῆς διαθήκης . Ἰδοὺ καινὴ διαθήκη. Καὶ ἀλλαχοῦ καλεῖ αὐτὴν νέαν διὰ τὸ νέον καὶ ἀκμάζον κήρυγμα. Καὶ λέγει Παῦλος · Προσεληλύθαμεν ὄρει Σιὼν καὶ μυριάσιν ἀγγέλων καὶ ἐκκλησίᾳ πρωτοτόκων καὶ μεσίτῃ νέας διαθήκης Ἰησοῦ . Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην. Ἀλλαχοῦ καλεῖ κρείττονα διαθήκην λέγων· Νῦν δὲ διαφορωτέρας τετυχήκαμεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. Εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Ἰδοὺ καὶ πρώτη καὶ δευτέρα. Ποῦ ἡ αἰώνιος; Ἄκουε Παύλου λέγοντος· Ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου . Ἐπειδὴ ἡ πρώτη διαθήκη πρόσκαιρος ἦν, αὕτη αἰώνιος. Καὶ ἀλλαχοῦ λέγει· Διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυίδ , τὰ πιστά. Καινὴ διαθήκη, νέα, πρώτη, δευτέρα, κρείττων, αἰώνιος· τούτων τῶν διαθηκῶν ἔγγυος Ἰησοῦς . Ὅτε τοίνυν μέλλει ὁ ἄνθρωπος ἀνακαινίζεσθαι, γίνεται ὁ οὐρανὸς καινός, οὐκ ἀφανιζόμενος, ἀλλ’ ἀνακαινιζόμενος τῇ καινῇ κτίσει. Ἥλιος καινός, σελήνη καινή, ἄστρα καινὰ προσθήκην λαμβάνοντα καὶ αὔξησιν· λέγει γὰρ ὁ προφήτης· Ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. Ἰδοὺ ἀνακαι νίζεται ἡ κτίσις, καὶ οὐ ψεύδεται ὁ ἐπαγγειλάμενος. Ὅσην λαμβάνει προσθήκην ὁ ἄνθρωπος, λαμβάνει καὶ τὰ στοιχεῖα. Πόθεν τοῦτο; Λέγει Ἡσαΐας · Ἔσται γὰρ τὸ φῶς τοῦ ἡλίου ἑπταπλάσιον, καὶ τὸ φῶς τῆς σελήνης ὡς ὁ ἥλιος. Εἶδες, πῶς οὐκ ἐψεύσατο ὁ θεὸς τὴν ἐπαγγελίαν, ἀλλ’ ἀνεκαίνισε τὴν κτίσιν; Ἀρχηγὸς δὲ τοῦ ἀνακαινισμοῦ Χριστός .