Ἦσαν οὖν οἱ ἄγγελοι ἐν πάσῃ τῇ γῇ ἐπιτεταγμένοι τὰ ἔθνη, καθὼς μαρτυρεῖ Μωϋσῆς λέγων· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ , ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Οἷόν τι λέγω Διώρισεν ὁ θεὸς τὰ κλίματα τῆς οἰκουμένης ἑκάστῳ ἀγγέλῳ. Φέρε εἰπεῖν· ἀπένειμε τήνδε τὴν ἐπαρχίαν ἢ τόδε τὸ κλίμα ἑνὶ ἀγγέλῳ, τὸ ἕτερον ἄλλῳ, ἵνα ταύτην τὴν ἄψυχον φύσιν ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ θαλάσσης χαλινώσωσι πρὸς τὴν τοῦ θνητοῦ ἀνθρώπου ἀπόλαυσιν. Πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι τοῖς ἀνθρώποις τοῖς ἀναξίοις καὶ ἐθλίβοντο ὁρῶντες τὴν δεσποτικὴν ἀξίαν προδιδομένην καὶ εἴδωλα προσκυνούμενα. Διεπρίοντο οἱ ἄγγελοι ἐννοοῦντες· Ἄλλος ὁ χορηγὸς καὶ ἄλλοι οἱ εὐχαριστούμενοι . Ἔφερεν ἡ γῆ τὸν οἶνον καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο· ἔφερεν ἡ γῆ τῶν καρπῶν τὴν ἀφθονίαν καὶ τοῖς εἰδώλοις ἀνετίθετο. Οὐκ ἔφερον οἱ ἄγγελοι τὴν βίαν ὁρῶντες τὰ μὴ ὄντα, ἀντὶ τοῦ Ὄντος τιμώμενα. Ἐντεῦθεν λύεται καὶ τὸ ἕτερον ζήτημα τὸ ἐν τῷ προφήτῃ ἀναφερόμενον. Ἦλθε πρὸς αὐτόν φησιν ὁ ἄγγελος Γαβριὴλ καὶ λέγει αὐτῷ· Δανιὴλ ὁ δοῦλος τοῦ θεοῦ, ἀφ’ ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυχήν σου ἐνώπιον κυρίου, εἰσηκούσθη ἡ δέησίς σου καὶ ἀπεστάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα. Ἀλλ’ ὁ ἄρχων τῆς βασιλείας Περσῶν ἀντέστη μοι, εἰ μὴ Μιχαὴλ ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν ἦλθεν εἰς βοήθειαν. Τίς οὖν ὁ ἄγγελος ὁ ἀντιστὰς τῷ Γαβριήλ , ἢ διὰ τί αὐτῷ ἀντέστη; Εἴρηται καὶ πρώην ἐν ὑμῖν, ἀδελφοί, ὅτι τοῖς ἀγγέλοις ὁ θεὸς ἕκαστον ἀπένειμε κλίμα πρὸς φυλακὴν πάσης τῆς κτίσεως. Ἀποσταλέντι τοίνυν τῷ ἁγίῳ Γαβριὴλ ἐξ οὐρανοῦ ἀνθίσταται ὁ ἄγγελος ὁ ἐπιτεταγμένος τὴν βασιλείαν Περσῶν , τουτέστι τὴν Περσίδα . Τὸ δὲ ζητούμενον· Εἰ παρὰ θεοῦ ἀπεστάλη, παρὰ θεοῦ δὲ ἀπεστάλη καὶ Γαβριήλ , διὰ τί οὖν αὐτῷ ἀνθίσταται; Εἰ μὲν γὰρ ἦν ἄλλης δεσποτείας ὁ ἀποσταλεὶς ἄγγελος, καλῶς αὐτῷ ἀνθίστατο· εἰ δὲ ὁ αὐτὸς θεὸς ὁ κἀκεῖνον ἐπὶ τοῦ ἔθνους καταστήσας καὶ τοῦτον πρὸς τὸν προφήτην ἀποστείλας, διὰ τί αὐτῷ ἀνθίσταται; Πρόσεχε ἀκριβῶς. Ἦν ὅλος ὁ κόσμος εἰδωλολατρείας πεπληρωμένος. Οἱ ἄγγελοι ἠγανάκτουν καὶ ἐθλίβοντο ὁρῶντες τὸν θεὸν ἀθετούμενον καὶ εἴδωλα προσκυνούμενα. Ὅτε δὲ κατῆλθεν ὁ λαὸς αἰχμάλωτος εἰς Βαβυλῶνα , ἐφάνη Δανιὴλ τὸν θεὸν κηρύττων, ἐφάνησαν οἱ τρεῖς παῖδες τὸν θεὸν ὑμνοῦντες. Ὅτε φλὸξ ἐπατεῖτο, καὶ ἀσέβεια ἐλύετο· ὅτε λέοντες ἐφιμοῦντο, καὶ ἄπιστοι ἐπεστομίζοντο. Ὁ οὖν ἄγγελος ὁ ἀρχηγὸς βασιλείας Περσῶν ἔχαιρε καὶ ἐσκίρτα, ὅτι ἐν τοῖς αὐτοῦ μέρεσι θεὸς κηρύττεται. Ἔβλεπεν ὁ ἄγγελος τοὺς Χαλδαίους , τούς ποτε πῦρ προσκυνοῦντας καὶ εἴδωλα δοξάζοντας, τὸν θεὸν ἐπὶ τῇ παραδοξοποιΐᾳ ὑμνοῦντας καὶ ἔχαιρεν ὁρῶν τὴν ἑαυτοῦ χώραν τήν ποτε ἀσεβείᾳ κομῶσαν εἰς εὐσέβειαν μεταβληθεῖσαν· ἔβλεπεν ὁ ἄγγελος Ναβουχοδονόσορ τὸν βασιλέα λέγοντα· Σεδράχ , Μισάχ , Ἀβδεναγώ , οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου , καὶ ἐσκίρτα. Ἐπεὶ οὖν ὁ μακάριος Δανιὴλ ἐδέετο τοῦ θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ὁρισθέντων, τῆς αἰχμαλωσίας ἀνακληθῆναι τὸν λαόν, ἀπεστάλη δὲ Γαβριὴλ μηνῦσαι αὐτῷ ὅτι ὁ λαὸς ἐπανάγεται ἀπὸ τῆς αἰχμαλωσίας καὶ μέλλει τὴν γῆν τὴν ἑαυτοῦ, τουτέστι τὴν Ἱερουσαλήμ , καταλαμβάνειν, ἀνθίσταται τῷ Γαβριὴλ ὁ ἄγγελος λυπούμενος, ὅτι πάλιν ἡ γῆ αὐτοῦ γυμνοῦται εὐσεβείας καὶ πληροῦται ἀσεβείας· ἐλυπεῖτο, ὅτι πάλιν ἡ γῆ αὐτοῦ εἰς τὴν ἀρχαίαν τάξιν ἐπανῄει τῆς εἰδωλολατρείας, καὶ ἀνθίστατο αὐτῷ, οὐ μαχόμενος, ἀλλὰ δικαιολογούμενος. Τί σπουδάζετέ φησιν ἀνακληθῆναι τὸν λαόν; Τί γὰρ ἐβλάβησαν αἰχμαλωτισθέντες; Ὅτε ἦσαν ἐν τῇ ἑαυτῶν χώρᾳ, εἴδωλα προσεκύνουν· ὅτε ἦλθον ἐνταῦθα, τὸν θεὸν δοξάζουσιν. Καὶ αὐτοὶ ὠφελήθησαν καὶ τούτους ὠφέλησαν. Τί κωλύει ἐν μέσῳ αὐτοὺς γενέσθαι; Τί ἠδίκηται ὁ λαός, καὶ σπουδάζετε ἐπαναγαγεῖν τὴν αἰχμαλωσίαν; Βλέπεις θεὸν προσκυνούμενον καὶ ἔθνη φωτιζόμενα, καὶ σπεύδεις τοσαύτην εὐεργεσίαν λῦσαι; Τί ἀπεστάλης; Ἀπεστάλην φησίν ἐπαναγαγεῖν τὸν λαὸν εἰς τὴν πατρίδα αὐτοῦ . Ποίαν φησίν πατρίδα; Ἣν ἐμίαναν ταῖς μιαιφονίαις, ὅτε ἦσαν ἐν τῇ Ἱερουσαλήμ ; Οὐ ταῦτα Ἰερεμίας κατηγορεῖ λέγων ὅτι Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα , καὶ κατὰ τὰ ἄμφοδα Ἱερουσαλὴμ ἔθυες τῷ Βάαλ ; Μυρία τότε ἔπασχον παρὰ τοῦ θεοῦ καλά, καὶ τῆς κακίας οὐκ ἀνεχώρουν· νῦν μυρία πάσχουσι κακά, καὶ τοῦ θεοῦ οὐκ ἀφίστανται . Ἦν οὖν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν· οὐ γὰρ εἶπεν· Ἐμάχετο , ἀλλ’· Ἀνθίστατο . Ἔστι πολλάκις ἀντίστασις δικαίου πρὸς ἀγαθόν. Ἀνθίσταται ἔσθ’ ὅτε νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος. Ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει, φιλανθρωπία βασιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ. Ὧδε οὖν ἡ μάχη, οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές· οὔτε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος οὔτε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρίσκεται. Ἀλλὰ τοῦτο μὲν ἐν παρόδῳ· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Οὕτως γοῦν τῆς κτίσεως διακειμένης καὶ ἀγανακτούσης ἐπὶ τῷ παραβάτῃ καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ ἀγνωμοσύνῃ καὶ τοῦ κόσμου ὅλου κακωθέντος διὰ τὴν παρανομίαν· ὃ γὰρ πάσχει δένδρον ἢ ἄλλη ὕλη, τοῦτο πάσχει ἡ γῆ κατὰ τὸ εἰρημένον· Καὶ εἶδεν ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη πᾶσα, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Εἶδε τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. Οὕτως οἱ προφῆται ἀπήγγελλον τῷ κόσμῳ τὸν αἰῶνα τὸν μέλλοντα τὸν πεσόντα κόσμον ἐγείρειν καὶ τὴν φθαρεῖσαν εἰκόνα ἀνακαινίζειν. Καὶ μή τις ὑπολαμβανέτω πολλὰς εἶναι περιόδους λόγων τῷ ὧδε κἀκεῖσε φέρεσθαι τὰ νοήματα· ταῦτα γὰρ πάντα εἰς μίαν ἀνάγεται δύναμιν. Ἐὰν μὴ πρῶτον δείξωμεν, πῶς ἐφθάρη ὁ κόσμος, οὐ δυνάμεθα δεῖξαι, πῶς ἀνεκαινίσθη. Ἦν τοίνυν πᾶσα ἡ γῆ κατεφθαρμένη, οὐρανὸς ἀμβλυωμένος καὶ πᾶσα ἡ κτίσις τεθολωμένη. Οὐκ ἦν ἡ κτίσις οἵαν ἐποίησεν αὐτὴν ὁ θεὸς ἀπ’ ἀρχῆς, οὐκ ἦν ὁ οὐρανὸς τοῖς ἄστροις καταλαμπόμενος, οὐκ ἦν ἡ γῆ τοῖς καρποῖς εὐθηνοῦσα, οὐ θάλασσα ταῖς ἐμπορίαις. Εἰσῆλθε γὰρ ὁ παραβάτης καὶ ἐμίανε τὴν γῆν, ἐμίανε τὸν οὐρανόν, τὸν ἀέρα, τὴν θάλασσαν, τὰς πηγάς, τοὺς ποτα μούς. Πάντα ἐμίανε ταῖς βλασφημίαις, τὸν οὐρανὸν τῇ βλασφημίᾳ, τὸν ἀέρα ταῖς αἰσχραῖς φωναῖς, τὴν γῆν ταῖς ἀθεμίτοις μιαιφονίαις, τὴν θάλασσαν τοῖς πειραταῖς καὶ τοῖς λῃσταῖς, τὰς πηγὰς καὶ τοὺς ποταμοὺς ταῖς ἀθεμίτοις εἰδωλολατρείαις. Καὶ γὰρ πηγαὶ καὶ ποταμοὶ καὶ παράδεισοι καὶ δένδρα καὶ πᾶσα ἡ κτίσις ἐθεοποιεῖτο. Οὐδὲν δὲ οὕτω μιαίνει κτίσιν ὡς τὸ θεοποιεῖσθαι αὐτήν. Ἦν οὖν πᾶσα ἡ κτίσις τεθολωμένη. Εἰσέρχεται ὁ σωτὴρ τοῦ κόσμου, μᾶλλον δὲ κηρύττεται ὑπὸ τῶν ἀποστόλων ὅτι ἥξει ἀνακαινίζων τὰ πάντα. Οὐ μόνον δὲ οἱ ἀπόστολοι, ἀλλὰ καὶ οἱ προφῆται προέλεγον ὅτι ἔρχεται ὁ Χριστός . Διὰ τί; Ἵνα μή τις νομίσῃ ὅτι ὁ θεὸς ὡς ἄνθρωπος, ὅταν ἀπορήσῃ κατὰ τὴν πρώτην βοήθειαν, δευτέραν ἐπινοεῖ καί, ὅταν ταύτης ἀποτύχῃ, ἐπὶ τρίτην ἔρχεται καὶ ταύτης διαμαρτὼν τετάρτης ἅπτεται. Ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, προέλεγον οἱ προφῆται τὸν μέλλοντα ἔρχεσθαι, ἵνα δείξωσιν ὅτι θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ’ ἀπ’ ἀρχῆς προεῖδε τὰ πάντα. Ἡμεῖς οἱ ἄνθρωποι σκεπτόμεθα καί, ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας, ἐρχόμεθα ἐφ’ ἑτέραν. Ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ’ ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μαθών, ἀλλ’ ἀπ’ ἀρχῆς εἰδὼς ὅτι ἄλλως οὐχ οἷόν τε ἦν τὴν κτίσιν γενέσθαι καὶ στῆναι μὴ τοῦ Χριστοῦ φαινομένου. Καὶ ἡμεῖς μὲν οἱ ἄνθρωποι ὅταν ἴδωμεν τὰ νοσήματα, τότε ἐπινοοῦμεν τὰ βοηθήματα· ὁ δὲ θεὸς πρὸς τῶν τραυμάτων τοῦ ἡμετέρου πλάσματος προεῖδε τὸ φάρμακον τῆς σωτηρίας. Πολλοὶ λέγουσιν· Οὐ προῄδει οὖν ὁ θεὸς ὅτι ἁμαρτήσει ὁ Ἀδάμ ; . Ἐγὼ τοῦτο λέγω ὅτι οὐ τοῦτο μόνον προῄδει, ἀλλὰ πρὸ τῆς παραβάσεως ὅτι ἐγείρει αὐτὸν ὁ Χριστὸς διὰ τὴν οἰκονομίαν. Καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν. Ἀλλὰ προαπέθετο τὸ φάρμακον τῆς ἀναστάσεως καὶ τότε συνεχώρησεν εἰς πεῖραν θανάτου ἐλθεῖν τὸν ἄνθρωπον, ἵνα μάθῃ, τίνος μὲν ἀπολαύει δι’ ἑαυτόν, τίνος δὲ τυγχάνει διὰ τὸν θεόν. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ πρῶτον ἤνεγκε τὰ ἔτη τῆς εὐθηνίας, προαποθέμενος φάρμακον τῷ λιμῷ τὰ ἔτη τῆς εὐθηνίας, καὶ τότε τὰ ἔτη τοῦ λιμοῦ ἐπήγαγεν, καὶ προέλαβε τὴν τοῦ τραύματος φύσιν ἡ τοῦ φαρμάκου βοήθεια, οὕτω πρὶν πλασθῇ ὁ Ἀδάμ , πρὶν φανῶσιν οἱ ἐξ αὐτοῦ ἄνομοι, πρὶν τεχθῶσιν οἱ ἐξ αὐτοῦ δίκαιοι καὶ οἱ ἐξ αὐτοῦ προφῆται, προεῖδεν ὁ θεὸς ὅτι οὐχ οἷόν τέ ἐστι τὴν εἰκόνα ταύτην στῆναι μὴ ἀνακαινισθεῖσαν ὑπὸ τοῦ Χριστοῦ . Ἐν τῷ Ἀδὰμ ὁ θεὸς ἔβλεπε Παῦλον , ἔβλεπε Πέτρον . Οὐκ ἔβλεπε τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ τρεφόμενον καὶ μέλλοντα ἐκβάλλεσθαι, ἀλλ’ ἔβλεπεν ἐν αὐτῷ Παῦλον τὴν εὐσέβειαν κηρύττοντα καὶ εἰς παράδεισον ἁρπαζόμενον καὶ Πέτρον κλεῖς οὐρανῶν πιστευόμενον. Καὶ πάντα ἐν τῷ πρώτῳ ἔβλεπεν ἀνθρώπῳ· ἐν γὰρ τῇ ῥίζῃ ἦσαν οἱ καρποί. Καί μοι συγχωρήσατε μικρόν τι ὡς ἐν ὁμιλίᾳ γενέσθαι θεοῦ καὶ εἰσαγαγεῖν τὸν θεόν, ὥσπερ ἠθοποιΐᾳ τινὶ κεχρημένῳ, διαλεγόμενον τῷ ἑαυτοῦ υἱῷ. Καὶ μή τις νομίσῃ βεβιασμένον εἶναι τὸ ῥῆμα· ὥσπερ γὰρ ποιῶν τὸν ἄνθρωπον ὁ θεὸς συμβούλῳ κέχρηται τῷ μονογενεῖ καὶ συνεργῷ· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν , εἰκὸς ἦν καὶ τὸν υἱὸν λέγειν πρὸς τὸν πατέρα. Ἀνάμενε δὲ τὸ τέλος. Μὴ εἴπῃς· Καταμαντεύεται οὗτος τοῦ θεοῦ. Μὴ παρὼν τοῖς ἐκεῖ, πῶς οἶδε ταῦτα; . Ἐὰν τὸ τέλος μὴ ἀπαντήσῃ πρὸς τὴν ἔννοιαν, ὡς συκοφάντην με κρῖνον. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν Ὡς δημιουργὸς ἔλεγεν, ὡς προγνώστης ἀπεκρίνατο. Ἐὰν οὖν ἁμάρτῃ ὁ Ἀδάμ (ἁμαρτάνει γάρ) διαβάλλεται ἡμῶν ἡ δημιουργία . Ἐννόησον ταῦτα λέγοντα ἢ πατέρα υἱῷ ἢ υἱὸν πατρί. Ἀδιάστατος γὰρ ἡ βουλή, οἷς ἀδιαίρετος ἡ οὐσία. Ἀλλ’ ἁμαρτάνει ὁ Ἀδάμ , παραβαίνει, ἀποθνῄσκει· καὶ δι’ αὐτὸν πάντες οἱ ἄνθρωποι ἀπόλλυνται, καὶ συκοφαντεῖται ἡμῶν τὸ πλάσμα ὡς κακῶς γενόμενον . Πάλιν ἡ βουλή. Ἀλλὰ δεῖ πρὸ πάντων ὁρίσαι τὴν θεραπείαν. Δεῖ γὰρ σέ, ὦ μονογενές μου, ὦ υἱὲ λόγε, ὦ ἀπαύγασμα ἐμῆς δόξης, δεῖ σε, εἰ ὅλως προνοεῖς τοῦ πλά σματος ὅπερ συνεργοῦντες ἀλλήλοις εἰργασάμεθα, δεῖ σε τὸν φθειρόμενον ἐνδύσασθαι ἄνθρωπον, δεῖ σε τοὺς ἀποστόλους λαβεῖν, ἵνα, ὥσπερ τῷ ὄφει ὁ διάβολος ὑπουργῷ ἐχρήσατο καὶ ὅπλῳ πρὸς τὴν ἀπάτην, οὕτω καὶ σὺ ὑπουργῷ χρήσῃ τῷ σῷ πλάσματι πρὸς εὐεργεσίαν καὶ ἀνακαινίσῃς τὸν πεσόντα . Ἀλλὰ πολλοὶ ἔσονται τῶν δογμάτων φησὶν ἀσεβῶν εὑρεταί. Ἀνακύπτει γὰρ ἡ ἄθεος τῶν Ἐπικούρων πλάνη· ἀνακύπτει αἵρεσις ἡ λέγουσα ἀπρονόητα εἶναι τὰ τοῦ βίου· ἀνακύπτει ἄλλη αἵρεσις ἡ λέγουσα τὸ σῶμα θεόν. Πολλοὶ γίνονται τῆς πλάνης διδάσκαλοι. Τίς οὖν λύσει ταῦτα τὰ μοχθηρά; . Ταῦτα εἶπον ἐπὶ σχήματι, ἵνα ἐπὶ τέλει τῇ ἀποστολικῇ φωνῇ σφραγίσω τὴν ἔννοιαν. Τί οὖν; Ἆρα τοῦτο τὸ ἔνδυμα, ὃ λαμβάνει ὁ θεὸς λόγος, τοῦτο ὀφείλει διαδραμεῖν τὰ πέρατα τῆς ὑπ’ οὐρανὸν καὶ φωτίσαι πάντας; Οὐχί φησιν, ἀλλὰ σύ μου πληροῖς τὴν θείαν οἰκονομίαν. Ἕξεις δὲ τοὺς ἀποστόλους κήρυκας τοῦ θείου λόγου· ἕξεις Παῦλον κηρύττοντα· ἕξεις Πέτρον τὴν Ῥώμην καταλαμβάνοντα· ἕξεις τοὺς ἀποστόλους κοινωνοῦντας ἡμῶν τῇ οἰκονομίᾳ . Ταῦτα ἐλέγετο πρὶν ἢ Ἀδὰμ πλασθῇ. Πρῶτον ἐτυπώθη τὰ κατὰ τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὰ κατὰ τοὺς ἀποστόλους , καὶ τότε ὁ Ἀδὰμ ἐπλάσθη. Πόθεν τοῦτο; Ἄκουε Παύλου λέγοντος· Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ τῶν γενεῶν , καί· Εὐλογητὸς ὁ θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, καθὼς ἐξελέξατο ἡμᾶς ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς εἰς υἱοθεσίαν. Καὶ ἀλλαχοῦ περὶ ἑαυτοῦ καὶ τῶν κατ’ αὐτὸν λέγει· Οὓς προέγνω συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. Οὐ μόνον δὲ προωρίσθη καὶ ἐξελέχθη, ἀλλὰ καὶ τὴν χάριν ἣν ἔλαβε Παῦλος μετὰ πολλὰς γενεὰς οὕτως ἀπαριθμεῖται ὡς λαβὼν αὐτὴν πρὸ τῶν αἰώνων. Πόθεν τοῦτο; Λέγει Τιμοθέῳ · Τέκνον Τιμόθεε , συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων Ἐξελέξατο πρὸ καταβολῆς κόσμου, προώρισε πρὸ τῶν αἰώνων, ἐχαρίσατο ἡμῖν πρὸ τῶν αἰώνων. Καὶ ταῦτα πάντα συνᾴδει, ὅτι πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς προώφθη καὶ προωρίσθη ἡ τοῦ σωτῆρος οἰκονομία. Ἀλλ’ οἶδα ὅτι καὶ ἐν φίλοις διαλέγομαι τῆς εὐσεβείας, ἐνίοτε δὲ καὶ ἐν κατασκόποις, οἳ οὐ πρὸς τὸ συμφέρον βλέποντες τῶν κηρυττομένων, ἀλλ’ ἓν ἔργον τιθέμενοι, πῶς ἐπιλάβωνται τοῦ λέγοντος· ὧν ἀληθῶς οὐ μισῶ τὸν τρόπον, ἀλλὰ μᾶλλον ἐλεῶ. Ὅμως κατὰ τὸν ἀπόστολον· Διὰ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες εἰσέρχονται κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν , γυμνάσωμεν τὸ νόημα. Δύναται γὰρ ὁ ἐχθρὸς ἐξελθὼν εἰπεῖν· Μεγάλη θεολογία. Εἰσήγαγε τὸν θεὸν σκεπτόμενον καὶ λέγοντα· Ἐπεὶ οὖν πολλοὶ γίνονται πλάνης διδάσκαλοι, τί ἔσται; καὶ τὸν πατέρα λέγοντα τῷ υἱῷ ὡς ἐκείνου μὲν ἀποροῦντος, τούτου δὲ διδάσκοντος ταῦτα . Αἱ γραφαὶ ὅταν παιδεύωσιν ἡμᾶς περὶ θεοῦ, οὐδέποτε ἁρμόζοντα τῇ θείᾳ δυνάμει φθέγγονται ῥήματα, ἀλλὰ πρέποντα τῇ ἡμετέρᾳ ἀσθενείᾳ. Ἆρα γάρ, ὅτε ὁ θεὸς καθίζει δικαστήριον ἀνθρώπινον καὶ λέγει· Καὶ νῦν σύ, ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες τὴν Ἱερουσαλήμ , κρίνατε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; , λαλοῦντος ἡ φωνὴ ἢ σκεπτομένου; Ἀλλ’ ἆρα, ὅτε λέγει πρὸς τὸν Ἡσαΐαν · Τίνα ἀποστελῶ, ἢ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; ἀμφιβάλλων λέγει ἢ ἀγνοῶν τὸν ὑπηρέτην; Ὅσα λέγεται περὶ θεοῦ κατὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν δεῖ μετρεῖν, οὐ τῇ δυνάμει τοῦ κηρύττοντος, ἀλλὰ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων. Ἡμῖν δὲ σκοπὸς δεῖξαι τὰ ἐπὶ Χριστοῦ πρὸ τοῦ Ἀδὰμ προτετυπωμένα καὶ τοὺς ἀποστόλους προεκλελεγμένους καὶ τὴν χάριν τοῦ εὐαγγελίου πρὸ χρόνων αἰωνίων προτετυπωμένην. Πρόσεχε ἀκριβῶς. Δύναται μία λέξις παροραθεῖσα συκοφαντίας γεμίσαι τὸ λεγόμενον. Οὐ μόνον εἶδεν ὁ θεὸς ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ παραβαίνοντα, ἀλλὰ καὶ τὸν σωτῆρα, τὸν ἐν σαρκὶ φανέντα δεσπότην, προοδοποιοῦντα τὴν ἀρετὴν καὶ πάντας εἰς ὑπακοὴν ἕλκοντα. Ἔβλεπεν ὁ θεὸς τὴν πλευρὰν τὴν ἐκ τοῦ Ἀδὰμ τικτομένην καὶ εἰς γυναῖκα μεταβαλλομένην καὶ προεῖδε πάλιν τὴν πλευ ρὰν τοῦ Χριστοῦ προφέρουσαν ἡμῖν τὰ μυστικὰ δῶρα, ὕδωρ καὶ αἷμα , ὧν τὸ μέν ἐστι τοῦ λουτροῦ σύμβολον, τὸ δὲ τῶν μυστηρίων ἐνέχυρον. Καὶ οὐ τοσοῦτον αὐτὴν ἐταλάνισε τὴν πληγήν, ὅσον ἐννοήσας τὸ φάρμακον ἐμακάρισεν. Ἐκεῖ γυνὴ ἐξ ἀνδρὸς εἰς παρανομίαν, ὧδε ἀνὴρ ἐκ γυναικὸς εἰς σωτηρίαν. Ἐκεῖ πλευρὰ τίκτουσα θανάτου ὑπόθεσιν, ἐνταῦθα πλευρὰ φέρουσα τὸν ἀρραβῶνα τῆς ἀφθαρσίας . Ἐκεῖ ὄφις περὶ τὸ ξύλον, ὧδε Χριστὸς περὶ τὸν σταυρόν. Ἐκεῖ βρῶμα προκαλούμενον θάνατον, ἐνταῦθα βρῶμα ἀφανίζον θάνατον. Οἶδας τὰ πιστῶν, ἐπίγνωθι τὰ μυστήρια. Ἐκεῖ ἀνέβλεψαν κακῶς καὶ εἶδον ὅτι γυμνοί εἰσιν , ἡμεῖς νῦν ἀναβλέπομεν εὐσεβῶς καὶ βλέπομεν ὅτι ἐστολισμένοι ἐσμέν. Ἐκεῖ ἀνάβλεψις καὶ γύμνωσις, ἐνταῦθα φωτισμὸς καὶ στολισμός. Ἐκεῖ δερμάτινοι χιτῶνες καλύπτοντες τὴν ἀσχημοσύνην, ἐνταῦθα χιτὼν δόξης καλύπτων ἡμῶν τὴν ἀσθένειαν, τοῦ Χριστοῦ τὸ σῶμα, αὐτοῦ τοῦ βασιλέως τὸ ἔνδυμα· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐκεῖ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ , ὧδε ἀνακαινίσας τὴν γῆν ποιεῖ τὸν ἄνθρωπον ἐπουράνιον, οὐ γῆν ἐπαγγελλόμενος, ἀλλὰ βασιλείαν. Ἐκεῖ φλογίνη ῥομφαία κωλύουσα τὸν Ἀδάμ , ἐνταῦθα γλῶσσαι πυρὸς ἐξ οὐρανοῦ φωτίζουσαι τὸν Ἀδάμ . Ἐκεῖ ἐκβαλλόμενος τοῦ παραδείσου, ὧδε πιστευόμενος κλεῖς οὐρανῶν. Προεῖδεν ὁ θεὸς τὰ μέλλοντα πρὸ τῶν παρόντων. Καὶ ὥσπερ σήμερον, πρὶν ἑλκύσωμεν τὸ ὕδωρ, ὑδραγωγὸς κατασκευάζεται, καί, πρὶν ῥεύσῃ τὰ ὕδατα, ὑδρεῖον λέγεται, οὐχ ὕδατος ῥέοντος, ἀλλὰ μέλλοντος ῥεῖν, οὕτως ὁ θεὸς προώρισε τὰ μέλλοντα ἐν Χριστῷ τυποῦσθαι καὶ ᾔδει ὅτι ἐν Χριστῷ ἀνακαινίζεται τὰ πάντα.