Ἦσαν οὖν οἱ ἄγγελοι ἐν πάσῃ τῇ γῇ ἐπιτεταγμένοι τὰ ἔθνη, καθὼς μαρτυρεῖ Μωϋσῆς λέγων· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ , ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Οἷόν τι λέγω Διώρισεν ὁ θεὸς τὰ κλίματα τῆς οἰκουμένης ἑκάστῳ ἀγγέλῳ. Φέρε εἰπεῖν· ἀπένειμε τήνδε τὴν ἐπαρχίαν ἢ τόδε τὸ κλίμα ἑνὶ ἀγγέλῳ, τὸ ἕτερον ἄλλῳ, ἵνα ταύτην τὴν ἄψυχον φύσιν ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ θαλάσσης χαλινώσωσι πρὸς τὴν τοῦ θνητοῦ ἀνθρώπου ἀπόλαυσιν. Πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι τοῖς ἀνθρώποις τοῖς ἀναξίοις καὶ ἐθλίβοντο ὁρῶντες τὴν δεσποτικὴν ἀξίαν προδιδομένην καὶ εἴδωλα προσκυνούμενα. Διεπρίοντο οἱ ἄγγελοι ἐννοοῦντες· Ἄλλος ὁ χορηγὸς καὶ ἄλλοι οἱ εὐχαριστούμενοι . Ἔφερεν ἡ γῆ τὸν οἶνον καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο· ἔφερεν ἡ γῆ τῶν καρπῶν τὴν ἀφθονίαν καὶ τοῖς εἰδώλοις ἀνετίθετο. Οὐκ ἔφερον οἱ ἄγγελοι τὴν βίαν ὁρῶντες τὰ μὴ ὄντα, ἀντὶ τοῦ Ὄντος τιμώμενα. Ἐντεῦθεν λύεται καὶ τὸ ἕτερον ζήτημα τὸ ἐν τῷ προφήτῃ ἀναφερόμενον. Ἦλθε πρὸς αὐτόν φησιν ὁ ἄγγελος Γαβριὴλ καὶ λέγει αὐτῷ· Δανιὴλ ὁ δοῦλος τοῦ θεοῦ, ἀφ’ ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυχήν σου ἐνώπιον κυρίου, εἰσηκούσθη ἡ δέησίς σου καὶ ἀπεστάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα. Ἀλλ’ ὁ ἄρχων τῆς βασιλείας Περσῶν ἀντέστη μοι, εἰ μὴ Μιχαὴλ ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν ἦλθεν εἰς βοήθειαν. Τίς οὖν ὁ ἄγγελος ὁ ἀντιστὰς τῷ Γαβριήλ , ἢ διὰ τί αὐτῷ ἀντέστη; Εἴρηται καὶ πρώην ἐν ὑμῖν, ἀδελφοί, ὅτι τοῖς ἀγγέλοις ὁ θεὸς ἕκαστον ἀπένειμε κλίμα πρὸς φυλακὴν πάσης τῆς κτίσεως. Ἀποσταλέντι τοίνυν τῷ ἁγίῳ Γαβριὴλ ἐξ οὐρανοῦ ἀνθίσταται ὁ ἄγγελος ὁ ἐπιτεταγμένος τὴν βασιλείαν Περσῶν , τουτέστι τὴν Περσίδα . Τὸ δὲ ζητούμενον· Εἰ παρὰ θεοῦ ἀπεστάλη, παρὰ θεοῦ δὲ ἀπεστάλη καὶ Γαβριήλ , διὰ τί οὖν αὐτῷ ἀνθίσταται; Εἰ μὲν γὰρ ἦν ἄλλης δεσποτείας ὁ ἀποσταλεὶς ἄγγελος, καλῶς αὐτῷ ἀνθίστατο· εἰ δὲ ὁ αὐτὸς θεὸς ὁ κἀκεῖνον ἐπὶ τοῦ ἔθνους καταστήσας καὶ τοῦτον πρὸς τὸν προφήτην ἀποστείλας, διὰ τί αὐτῷ ἀνθίσταται; Πρόσεχε ἀκριβῶς. Ἦν ὅλος ὁ κόσμος εἰδωλολατρείας πεπληρωμένος. Οἱ ἄγγελοι ἠγανάκτουν καὶ ἐθλίβοντο ὁρῶντες τὸν θεὸν ἀθετούμενον καὶ εἴδωλα προσκυνούμενα. Ὅτε δὲ κατῆλθεν ὁ λαὸς αἰχμάλωτος εἰς Βαβυλῶνα , ἐφάνη Δανιὴλ τὸν θεὸν κηρύττων, ἐφάνησαν οἱ τρεῖς παῖδες τὸν θεὸν ὑμνοῦντες. Ὅτε φλὸξ ἐπατεῖτο, καὶ ἀσέβεια ἐλύετο· ὅτε λέοντες ἐφιμοῦντο, καὶ ἄπιστοι ἐπεστομίζοντο. Ὁ οὖν ἄγγελος ὁ ἀρχηγὸς βασιλείας Περσῶν ἔχαιρε καὶ ἐσκίρτα, ὅτι ἐν τοῖς αὐτοῦ μέρεσι θεὸς κηρύττεται. Ἔβλεπεν ὁ ἄγγελος τοὺς Χαλδαίους , τούς ποτε πῦρ προσκυνοῦντας καὶ εἴδωλα δοξάζοντας, τὸν θεὸν ἐπὶ τῇ παραδοξοποιΐᾳ ὑμνοῦντας καὶ ἔχαιρεν ὁρῶν τὴν ἑαυτοῦ χώραν τήν ποτε ἀσεβείᾳ κομῶσαν εἰς εὐσέβειαν μεταβληθεῖσαν· ἔβλεπεν ὁ ἄγγελος Ναβουχοδονόσορ τὸν βασιλέα λέγοντα· Σεδράχ , Μισάχ , Ἀβδεναγώ , οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου , καὶ ἐσκίρτα. Ἐπεὶ οὖν ὁ μακάριος Δανιὴλ ἐδέετο τοῦ θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ὁρισθέντων, τῆς αἰχμαλωσίας ἀνακληθῆναι τὸν λαόν, ἀπεστάλη δὲ Γαβριὴλ μηνῦσαι αὐτῷ ὅτι ὁ λαὸς ἐπανάγεται ἀπὸ τῆς αἰχμαλωσίας καὶ μέλλει τὴν γῆν τὴν ἑαυτοῦ, τουτέστι τὴν Ἱερουσαλήμ , καταλαμβάνειν, ἀνθίσταται τῷ Γαβριὴλ ὁ ἄγγελος λυπούμενος, ὅτι πάλιν ἡ γῆ αὐτοῦ γυμνοῦται εὐσεβείας καὶ πληροῦται ἀσεβείας· ἐλυπεῖτο, ὅτι πάλιν ἡ γῆ αὐτοῦ εἰς τὴν ἀρχαίαν τάξιν ἐπανῄει τῆς εἰδωλολατρείας, καὶ ἀνθίστατο αὐτῷ, οὐ μαχόμενος, ἀλλὰ δικαιολογούμενος. Τί σπουδάζετέ φησιν ἀνακληθῆναι τὸν λαόν; Τί γὰρ ἐβλάβησαν αἰχμαλωτισθέντες; Ὅτε ἦσαν ἐν τῇ ἑαυτῶν χώρᾳ, εἴδωλα προσεκύνουν· ὅτε ἦλθον ἐνταῦθα, τὸν θεὸν δοξάζουσιν. Καὶ αὐτοὶ ὠφελήθησαν καὶ τούτους ὠφέλησαν. Τί κωλύει ἐν μέσῳ αὐτοὺς γενέσθαι; Τί ἠδίκηται ὁ λαός, καὶ σπουδάζετε ἐπαναγαγεῖν τὴν αἰχμαλωσίαν; Βλέπεις θεὸν προσκυνούμενον καὶ ἔθνη φωτιζόμενα, καὶ σπεύδεις τοσαύτην εὐεργεσίαν λῦσαι; Τί ἀπεστάλης; Ἀπεστάλην φησίν ἐπαναγαγεῖν τὸν λαὸν εἰς τὴν πατρίδα αὐτοῦ . Ποίαν φησίν πατρίδα; Ἣν ἐμίαναν ταῖς μιαιφονίαις, ὅτε ἦσαν ἐν τῇ Ἱερουσαλήμ ; Οὐ ταῦτα Ἰερεμίας κατηγορεῖ λέγων ὅτι Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα , καὶ κατὰ τὰ ἄμφοδα Ἱερουσαλὴμ ἔθυες τῷ Βάαλ ; Μυρία τότε ἔπασχον παρὰ τοῦ θεοῦ καλά, καὶ τῆς κακίας οὐκ ἀνεχώρουν· νῦν μυρία πάσχουσι κακά, καὶ τοῦ θεοῦ οὐκ ἀφίστανται . Ἦν οὖν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν· οὐ γὰρ εἶπεν· Ἐμάχετο , ἀλλ’· Ἀνθίστατο . Ἔστι πολλάκις ἀντίστασις δικαίου πρὸς ἀγαθόν. Ἀνθίσταται ἔσθ’ ὅτε νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος. Ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει, φιλανθρωπία βασιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ. Ὧδε οὖν ἡ μάχη, οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές· οὔτε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος οὔτε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρίσκεται. Ἀλλὰ τοῦτο μὲν ἐν παρόδῳ· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Οὕτως γοῦν τῆς κτίσεως διακειμένης καὶ ἀγανακτούσης ἐπὶ τῷ παραβάτῃ καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ ἀγνωμοσύνῃ καὶ τοῦ κόσμου ὅλου κακωθέντος διὰ τὴν παρανομίαν· ὃ γὰρ πάσχει δένδρον ἢ ἄλλη ὕλη, τοῦτο πάσχει ἡ γῆ κατὰ τὸ εἰρημένον· Καὶ εἶδεν ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη πᾶσα, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Εἶδε τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. Οὕτως οἱ προφῆται ἀπήγγελλον τῷ κόσμῳ τὸν αἰῶνα τὸν μέλλοντα τὸν πεσόντα κόσμον ἐγείρειν καὶ τὴν φθαρεῖσαν εἰκόνα ἀνακαινίζειν. Καὶ μή τις ὑπολαμβανέτω πολλὰς εἶναι περιόδους λόγων τῷ ὧδε κἀκεῖσε φέρεσθαι τὰ νοήματα· ταῦτα γὰρ πάντα εἰς μίαν ἀνάγεται δύναμιν. Ἐὰν μὴ πρῶτον δείξωμεν, πῶς ἐφθάρη ὁ κόσμος, οὐ δυνάμεθα δεῖξαι, πῶς ἀνεκαινίσθη. Ἦν τοίνυν πᾶσα ἡ γῆ κατεφθαρμένη, οὐρανὸς ἀμβλυωμένος καὶ πᾶσα ἡ κτίσις τεθολωμένη. Οὐκ ἦν ἡ κτίσις οἵαν ἐποίησεν αὐτὴν ὁ θεὸς ἀπ’ ἀρχῆς, οὐκ ἦν ὁ οὐρανὸς τοῖς ἄστροις καταλαμπόμενος, οὐκ ἦν ἡ γῆ τοῖς καρποῖς εὐθηνοῦσα, οὐ θάλασσα ταῖς ἐμπορίαις. Εἰσῆλθε γὰρ ὁ παραβάτης καὶ ἐμίανε τὴν γῆν, ἐμίανε τὸν οὐρανόν, τὸν ἀέρα, τὴν θάλασσαν, τὰς πηγάς, τοὺς ποτα μούς. Πάντα ἐμίανε ταῖς βλασφημίαις, τὸν οὐρανὸν τῇ βλασφημίᾳ, τὸν ἀέρα ταῖς αἰσχραῖς φωναῖς, τὴν γῆν ταῖς ἀθεμίτοις μιαιφονίαις, τὴν θάλασσαν τοῖς πειραταῖς καὶ τοῖς λῃσταῖς, τὰς πηγὰς καὶ τοὺς ποταμοὺς ταῖς ἀθεμίτοις εἰδωλολατρείαις. Καὶ γὰρ πηγαὶ καὶ ποταμοὶ καὶ παράδεισοι καὶ δένδρα καὶ πᾶσα ἡ κτίσις ἐθεοποιεῖτο. Οὐδὲν δὲ οὕτω μιαίνει κτίσιν ὡς τὸ θεοποιεῖσθαι αὐτήν.