Ὄντως ἐπεφάνη ἡμῖν ἡ τοῦ Χριστοῦ χάρις καὶ συνεξέλαμψεν ἡμῖν τῆς εὐσεβείας ἡ δύναμις· ὄντως ἀνέτειλεν ἡμῖν ὁ τῆς δικαιοσύνης ἥλιος , καὶ μαρτυρεῖ φωτισθέντα τῆς οἰκουμένης τὰ πέρατα · ἐπεφάνη γὰρ ὁ τῶν οὐρανῶν δεσπότης καὶ πᾶσαν τὴν γῆν, ὡς ἠθέλησεν, εἰς οὐρανὸν μετεποίησεν, καθὼς προείρηται ἐν ὑμῖν. Ἐπουράνιος ὢν ἐπουρανίους ἀπεργάζεται καὶ ἐπουράνια τοῖς ἐπουρανίοις χαρίζεται. Παρὰ τοῦ πιστοῦ τοῖς πιστοῖς τὰ πιστά, παρὰ τοῦ ἁγίου τοῖς ἁγίοις τὰ ἅγια, παρὰ τοῦ ζῶντος τοῖς ζῶσι τὰ ζῶντα. Ταῦτα γὰρ ὑμῖν ἐν ταῖς ἱεραῖς καὶ βασιλικαῖς τῶν ἀποστόλων αὐλαῖς εἰσηγούμεθα, ὅτε τῶν προφητικῶν ἡψάμεθα νοημάτων, ὅτε οὐρανὸς καὶ γῆ ἐμερίζοντο τὰς φωνὰς τῶν προφητῶν, γῆ μὲν ἔχουσα τὸν Ἰωάννην λέγοντα· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. , οὐρανὸς δὲ ἔχων τοῦ πατρὸς τὴν φωνὴν ἐπὶ τοῖς ἔργοις βεβαιουμένην ὅτι Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων Ταῦτα ὑμῖν ὑπεθέμεθα. Ἀρκεῖ δὲ ταῦτα καὶ τοῖς σπουδαίοις εἰς ὑπόμνησιν καὶ τοῖς πιστοῖς εἰς βεβαίωσιν. Δεῖ δὲ εἰδέναι, ὅτι ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοτέρας ὑμῶν τὰς ψυχὰς ἀπεργάζεται. Ὥσπερ γὰρ τὴν γῆν ὁρῶμεν τότε μάλιστα καλῶς γεωργουμένην, ὅταν τοῖς αὐτοῖς ἀρότροις διευθύνη ται καὶ τὴν πρώτην ἐπιφάνειαν ἡ δευτέρα καταλαβοῦσα κοσμήσῃ, οὕτω καὶ τὴν ψυχὴν ἀροτριωμένην τῷ θείῳ λόγῳ, ἐὰν ὑπόμνησις τῶν προειρημένων εἰσελθοῦσα ἀνανεώσῃ τὴν διάνοιαν, καὶ γονιμωτέραν τὴν ψυχὴν ἀπεργάζεται εἰς τὴν τῆς ἀρετῆς καρποφορίαν. Καιρὸς δὲ ἡμῖν ἐπὶ τὴν ὀφειλὴν ὑπαντῆσαι, ὀφειλὴν ἣν καὶ αὐτοὶ ὑπεσχόμεθα καὶ ὑμεῖς ἐν διανοίᾳ φέρετε. Ἀξιῶ δὲ πάντας τοὺς φιλοχρίστους ὑποσχεῖν καὶ τὰς ἀκοὰς καὶ τὴν διάνοιαν, ἵνα ἡ μὲν ἀκοὴ ἀπαραλείπτως δέχηται τὰ λεγόμενα, ἡ δὲ διάνοια ἀκριβῶς ἐξετάζῃ τὰ νοήματα· περὶ Χριστοῦ γάρ ἐστιν ὁ λόγος. Πᾶν δὲ τὸ περὶ Χριστοῦ λεγόμενον οὐκ ἔστιν ἁπλοῦν κήρυγμα, ἀλλ’ εὐσεβείας μυστήριον. Πᾶσα ἡ τοῦ Χριστοῦ οἰκονομία μυστήριον ὀνομάζεται. Τὸ δὲ μυστήριον οὐκ ἐν τῷ γράμματι φαίνεται, ἀλλ’ ἐν τῷ πράγματι κηρύττεται. Διὰ τοῦτο ἡ γραφὴ πᾶσαν τοῦ Χριστοῦ τὴν οἰκονομίαν μυστήριον καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος · Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν · καὶ πάλιν· Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, ὃ ἐφανερώθη ἐν σαρκί · καὶ πάλιν· Κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ · καὶ ἀλλαχοῦ· Ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, εὐαγγελίσασθαι ὑμῖν τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ , καὶ φωτίσαι πάντα, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου αὐτοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστι Χριστός , ἡ ἐλπὶς τῆς δόξης. Τοίνυν σφάλλονται αἱρετικῶν παῖδες μυστήριον θεοῦ λογισμοῖς ὑποβάλλοντες ἀνθρωπίνοις· λέγει γάρ· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Τίνες δὲ οἱ τοῦ θεοῦ; Ἦ δῆλον ὅτι οἱ πιστοί. Ὅταν θέλῃς τι περὶ Χριστοῦ μαθεῖν ἢ ἀκοῦσαι, μὴ ἐπερωτήσῃς λογισμόν, μὴ ἐξετάσῃς σοφόν, ἀλλ’ ἐρώτησον προ φήτην, ἐρώτησον ἀπόστολον, ἐξέτασον ἄγγελον· ἐὰν ἀπορήσωσιν οὗτοι, ἐπὶ τὸν πατέρα δράμε. Ἐὰν ἐρωτήσῃς προφήτας καὶ εἴπῃς· Τίς ἐστιν οὗτος ὁ Χριστός ; , ἀποκρίνεταί σοι ὁ προφητικὸς χορὸς λέγων· Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐὰν δὲ ἐρωτήσῃς· Τίς ἐστιν οὗτος ὁ Χριστός , καὶ πῶς ἐγεννήθη; πολυπραγμονῶν τὸ θεῖον γέννημα, ἐπιστομίζουσί σου τὴν παρρησίαν οἱ προφῆται καὶ ἄρχονται λέγειν· Ἃ μὴ ἐχώρησεν ὁ ἡμέτερος λογισμός, σὺ χωρεῖς; Ἐὰν θέλῃς μαθεῖν, μάθε ὅτι θεός· εἰ δὲ ὅπως ἐγεννήθη πολυπραγμονεῖς, μάθε παρ’ ἡμῶν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἐὰν ἐρωτήσῃς ἀπόστολον, λέγω δὴ τὸν ἀποστολικὸν χορόν, ἐροῦσί σοι ὅτι Ὁ Χριστὸς θεός, ἐν ἀρχῇ θεός, καὶ πρὸς τὸν θεὸν θεός, καὶ ἀεὶ θεός . Ἐροῦσί σοι· Ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως, εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐὰν ἐρωτήσῃς· Πῶς ὁ ὢν ἐγεννήθη; ἐροῦσί σοι· Τὸ ἦν ἠκούσαμεν, καὶ ὅτι ἦν ἐμάθομεν· τὸ δὲ πῶς ἐστιν ἐκ τοῦ ὄντος ὁ ὤν, πίστει παρειλήφαμεν, οὐ καταλήψει . Πάλιν ἐὰν αὐτοὺς ἐρωτήσῃς· Εἰ τοίνυν μὴ οἴδατε πῶς ἐγεννήθη, πῶς οἴδατε ὅτι υἱὸς θεοῦ ἐστιν; , ἐροῦσί σοι· Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας , Πάλιν ἐὰν τοὺς ἀποστόλους καταλιπὼν καὶ τοὺς προφήτας, δράμῃς ἐπὶ τοὺς ἀγγέλους καὶ εἴπῃς αὐτοῖς· Τίς ἐστιν οὗτος ὁ Χριστὸς ὁ κηρυσσόμενος; , ἐροῦσί σοι οἱ εὐαγγελισάμενοι τοὺς ποιμένας· Ἡμεῖς δοξάζειν ἐμάθομεν, οὐ πολυπραγμονεῖν. Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἡμεῖς οὕτως αὐτὸν κηρύττομεν· Εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαυίδ · καὶ ὅτι Χριστός , καὶ ὅτι σωτὴρ καὶ κύριός ἐστιν, ἐπιστάμεθα . Ἐὰν δὲ εἴπῃς αὐτοῖς· Εἴπατε ἡμῖν, τίς ἡ φύσις αὐτοῦ, ἢ πῶς ἐγεννήθη, ἢ πῶς ἐστι μετὰ τοῦ πατρὸς ἡ ἀδιαίρετος δύναμις , ἐροῦσί σοι· Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· “ Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν , πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ ; Ἡμεῖς θέλημα ποιεῖν ἐκελεύσθημεν, οὐ φύσιν πολυπραγμονεῖν . Ἀλλ’ ἆρα μὴ ἄγγελοι μὲν σιωπῶσι καὶ προφῆται οὐκ ἀπαγγέλλουσι καὶ ἀπόστολοι ταμιεύονται, ὁ δὲ πατὴρ ὁ γεννήσας κηρύττει τὸν υἱὸν πῶς ἐγέννησεν; Οὐδὲ αὐτός, οὐ τῷ μὴ εἰδέναι, ἀλλὰ τῷ μὴ ἐκφῆναι. Ὅτι ἐγέννησεν, λέγει· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Λέγει ὅτι ἐγέννησεν, καὶ οὐ κρύπτει τὸ ἀθάνατον ἐκεῖνο γέννημα τὸ ἐκ τῆς ἀιδίου ῥίζης ἀνθῆσαν, ὡς μαρτυρεῖ περὶ αὐτοῦ λέγων ὁ πατήρ· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Αὐτῷ λέγει· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε , τῷ κόσμῳ λέγει· Ἐγέννησα. Καὶ φύσιν μὲν ἀπαγγέλλει, τὸν δὲ τρόπον οὐχ ἑρμηνεύει. Ἐπεὶ τοίνυν πρόκειται ἡμῖν περὶ Χριστοῦ ἀναγκαία ζήτησις, μὴ ἐκβῶμεν τῶν προφητικῶν καὶ ἀποστολικῶν πηγῶν, ἀλλ’ ἐξ ἐκείνων τῶν ἀεννάων ῥείθρων καὶ τῶν ἀθανάτων ποταμῶν ἀρυσώμεθα τὰ θεῖα νάματα τῆς ἐνθέου διδασκαλίας. Ὅταν γάρ τις τὰ τοῦ θεοῦ φθέγγηται ἀπὸ τῶν τοῦ θεοῦ, ὡς ἀπὸ ζώσης πηγῆς, ζῶντα ἀρύεται νάματα κατὰ τὸ εἰρημένον· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. , καὶ πάλιν· Πῖνε ὕδατα ἐκ τῶν πηγῶν τοῦ σωτηρίου Ἐὰν μέντοι καταλιπόντες τὰς γραφὰς ἐπιθυμίαις δουλεύσωμεν ἀνθρωπίνων λογισμῶν ἐκεῖνα νοοῦντες ἃ λογισμὸς ὑποβάλλει, εὑρίσκεται ἡμῶν τὰ ὕδατα τῆς διδασκαλίας ἐρήμου ὕδατα, οὐ ζῶντος ποταμοῦ, ἀλλ’ ἐρήμου, καθὼς ἔλεγεν ὁ μακάριος Ἰερεμίας πρὸς τὴν Ἱερουσαλήμ · Ἐπλάτυνε τὰς ὁδοὺς αὐτῆς ἐπὶ ὕδατα ἐρήμου. Καὶ ἵνα ἑρμηνεύσῃ ὃ λέγει, ἐπάγει· Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο , τουτέστιν, ἐκεῖνα ἐλάλει ἃ ἐπεθύμει ἡ ψυχὴ αὐτῆς, οὐχὶ ἃ ἤθελεν ὁ θεός. Οὕτω καὶ νῦν ὁ τὰς ἐπιθυμίας τῶν οἰκείων λογισμῶν πληρῶν καὶ μὴ τὰ τοῦ θεοῦ ζητῶν ἐπὶ ὕδατα ἐρήμου πλανᾶται. Οὐδὲν οὕτως ἐκκλησίας ἀφανίζει κάλλος ὡς τὸ ἐπιθυμίας ἀνθρωπίνων λογισμῶν βεβαιοῦν. Διὰ τοῦτο Παῦλος περὶ τῶν αἱρετικῶν ἔλεγεν· Κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας ἐπισωρεύουσιν ἑαυτοῖς διδασκάλους Ἔλθωμεν τοίνυν ἐπὶ τὴν ὀφειλήν. Ταῦτα δὲ ἀναγκαίως προηρραβωνισάμεθα ὑμῶν τὴν ἀγάπην, ἵνα πάντων τῶν λεγομένων τὴν ἀκριβῆ ἐξέτασιν ζητῆτε, μὴ παρ’ ἡμῶν καὶ τῶν ἡμετέρων λογισμῶν, ἀλλὰ παρὰ τῶν θείων γραφῶν. Προέκειτο ἡμῖν δεῖξαι, πῶς ὁ Χριστὸς ἀνακαινίζει τὸν κόσμον, πῶς τὸν ἄνθρωπον τὸν παλαιωθέντα ἐν τῷ παραδείσῳ διὰ τὴν ἁμαρτίαν ἀνακαινίζει Χριστὸς διὰ τῆς ἑαυτοῦ οἰκονομίας. Ταύτην δὲ τὴν ὑπόσχεσιν ἐποιησάμεθα ἐν ταῖς ἱεραῖς τῶν ἀποστόλων αὐλαῖς ταμιευσάμενοι τὴν ἀπόδοσιν διὰ τὸ μὴ πάντας παρεῖναι. Λάβωμεν δὲ ἀρχὴν ὁμολογουμένην καὶ πρέπουσαν τῷ λόγῳ, τὴν δημιουργίαν. Ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀρχὴ γὰρ πρέπουσα τῶν μελλόντων λέγεσθαι, ἡ πρώτη κρηπὶς τοῦ κόσμου, ὁ πρῶτος θεμέλιος τῆς δημιουργίας. Ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς , ἵνα συντέμω. Καὶ τὰ μὲν ἄλλα πάντα λόγῳ παρήγαγεν, ἀβίαστον ἔχων τὸ νεῦμα καὶ οὔτε κόπον ὑπομένων οὔτε ἱδρῶτα ὑφιστάμενος, ἀλλὰ τῷ λέγειν ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γενομένων. Ἐποίησε τὴν δημιουργίαν ἅπασαν καὶ ἐπὶ τέλει τὸ τῆς δημιουργίας κάλλος, τὸν ἄνθρωπον. Ὥσπερ γὰρ ὅλον τὸ σῶμα τὸ ἡμέτερον ἐκτὸς τοῦ προσώπου νεκρὸν φαίνεται, οὕτω πᾶσα ἡ δημιουργία ἡ φαινομένη ἐκτὸς τῆς τοῦ ἀνθρώπου κατασκευῆς νεκρά ἐστιν. Καὶ ὅπως ἄκουε· Λαμπρὸς ὁ ἥλιος, ἀλλ’ ἑαυτὸν ἑρμηνεῦσαι οὐ δύναται. Λαμπρὰ ἡ σελήνη, ἀλλὰ τὰς ἑαυτῆς τροπὰς οὐκ αὐτὴ ἐπαίδευσεν, ἀλλὰ λόγος παρέδωκεν. Λαμπρὰ τῶν ἄστρων ἡ τάξις, ἀλλὰ τοὺς τούτων ῥυθμοὺς διδασκαλία παρέδωκεν. Μεγάλη ἡ θάλασσα, ἀλλὰ τοὺς ἐν αὐτῇ κόλπους ἀνθρωπίνη γλῶσσα παρέδωκεν. Καὶ οὐδέν ἐστι τῶν ἐν τῷ κόσμῳ γενομένων, ὃ μὴ δεῖται ἑρμηνέως τῆς ἀνθρωπίνης φωνῆς. Τοῦτο ποιεῖ καὶ τὸ φαινόμενον ἄτοπον δειχθῆναι καλὸν καὶ τὸ καλὸν δειχθῆναι ὄντως καλόν. Πολλὰ γὰρ ἀπατᾶται ἡ ὄψις καὶ πλανᾷ τὴν διάνοιαν· λόγος δὲ εἰσελθὼν δείκνυσι τὴν φύσιν, ὑποβάλλει τὴν δύναμιν, ἑρμηνεύει τὴν διδασκαλίαν. Πρόσεχε τοίνυν. Ἐποίησεν ὁ θεὸς τὴν δημιουργίαν ἅπασαν καὶ ἐπὶ τέλει τῆς δημιουργίας τὸν ἄνθρωπον εἰργάσατο κατ’ εἰκόνα ἑαυτοῦ καὶ ὁμοίωσιν , εἰκόνα αὐτῷ χαρισάμενος οὐ τὸν χαρακτῆρα τοῦ σώματος, ἀλλὰ τὸ ἀρχικὸν ἀξίωμα, τὴν διακριτικὴν δύναμιν, τὸ ταῖς ἀρεταῖς ἀφομοιοῦσθαι τῷ ποιήσαντι. Ἐγένετο τοίνυν ἐν εἰκόνι καὶ ὁμοιώματι θεοῦ ὁ ἄνθρωπος· ἐξέτεινε δὲ τὴν ὁμοίωσιν εἰς ἀμετρίαν. Καὶ μὴ νομίσῃς ξένα εἶναι ταῦτα παρὰ τὸ προκείμενον ἡμῖν πρόβλημα· ῥίζα γὰρ τῶν μελλόντων λέγεσθαι τὰ νῦν γυμναζόμενα. Ἐποίησε τὸν ἄνθρωπον ἐν εἰκόνι ἰδίᾳ καὶ ὁμοιώσει. Ἠβουλήθη αὐτὸν εἰς ὁμοιότητα δραμεῖν τῆς δεσποτικῆς ἀξίας, μέτρῳ μέντοι καὶ ἀκολουθίᾳ καὶ τάξει. Οἷόν τι λέγω· Δεῖ γὰρ καὶ ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων στῆσαι τὸ ζητούμενον. Ἐάν τις τῶν καθ’ ἡμᾶς δεσπότης ἔχῃ δοῦλον καὶ ἴδῃ τὸν δοῦλον μιμούμενον αὐτοῦ τὴν σωφροσύνην, ἀγαπᾷ αὐτὸν καὶ τιμᾷ· ἐὰν δὲ μιμήσηται δοῦλος δεσπότου φιλανθρωπίαν, ἀγαπᾷ ὁ δεσπότης τὸ κτῆμα· ἐὰν ἴδῃ τὸν δοῦλον ἑαυτοῦ σχολάζοντα ἐν ἐκκλησίᾳ, εὐσεβοῦντα, νηστεύοντα, ἐλεημοσύνας ἐργαζόμενον, ἀγαπᾷ ὁ δεσπότης τὴν καλὴν τοῦ δούλου μίμησιν. Ἐὰν μέντοι ὁ δοῦλος ἐκβάλῃ τὴν μίμησιν εἰς ἀμετρίαν καὶ ἄρξηται μιμεῖσθαι τοῦ δεσπότου τὴν αὐθεντίαν, ἐπιτάττων τοῖς συνδούλοις ὡς δεσπότης, διασκορπίζων τὰ πράγματα ὡς δεσπότης, οὐκέτι ἡ μίμησις ἐπαινετή, ἀλλὰ ψεκτή· δεῖ γὰρ τὸν δοῦλον μιμεῖσθαι δεσπότου ἐπιείκειαν, σωφροσύνην, εὐσέβειαν, δικαιοσύνην, οὐκ αὐθεντίαν, οὐ δεσποτείαν. Λαβὼν τοίνυν ὁ ἄνθρωπος τὸ μιμεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθότητα ἐξέτεινε τὸ μέτρον τῆς μιμήσεως εἰς ἀμετρίαν καὶ ἐπεθύμησε λοιπὸν τοῦ θεοῦ ζηλωτὴς γενέσθαι, οὐ κατὰ ἀρετήν, ἀλλὰ κατὰ αὐθεντίαν· τοῦτο γὰρ ἠπάτησεν αὐτὸν ὁ ὄφις λέγων· Ἧι ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἐπαινεῖ δὲ ὁ θεὸς τὴν μίμησιν, ὅταν μέτρον ἔχῃ· ἐὰν δὲ τὸ μέτρον ἐξέλθῃ, ὑπὸ ψόγον ὁ μιμησάμενος. Καὶ πόθεν τοῦτο; Λέγει· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Ὡμοιώθησαν τῷ θεῷ οἱ ἀπόστολοι, καὶ οὐκ ἐμέμφθησαν. Ὡμοιώθησαν τῷ θεῷ οἱ προφῆται, καὶ οὐκ ἐψέχθησαν· μιμηταὶ ἐγένοντο φιλανθρωπίας, ἐλεημοσύνης, δικαιοσύνης, εὐσεβείας. Ὡμοιώθη τις τῷ θεῷ κατὰ αὐθεντίαν θεϊκήν, καὶ εὐθέως ἐτιμωρήθη. Λέγει Ἡσαΐας πρός τινα τύραννον ἐν Βαβυλῶνι μανέντα ἰσοθεΐαν· Σὺ εἶπας ἐν τῇ διανοίᾳ σου· “Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ καθιοῦμαι ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν· ἐπάνω τῶν νεφελῶν ἀναβήσομαι, καὶ ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ”. Νῦν δὲ εἰς ᾅδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς. Ὁρᾷς πῶς τὸν ἐπαρθέντα τῇ ὑπερηφανίᾳ κολάζει; Ποῖος γὰρ ἦν φθόνος τὸ γενέσθαι ὅμοιον τοῦ δημιουργοῦ, εἰ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος ἐγένετο ; Ἀλλ’ οὐκ εἶχε μέτρον τῆς ὁμοιώσεως ἡ ἄμετρος αὐτοῦ τόλμα· κατέλιπε γὰρ τῆς ἀρετῆς τὴν ὁμοίωσιν καὶ ἔδραμεν ἐπὶ δεσποτικῆς αὐθεντίας ὁμοίωσιν. Οὕτω καὶ ἐπὶ τοῦ Δαυὶδ λέγει· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί , ἄνδρα κατὰ τὴν καρδίαν μου. Ἰδοὺ ὁμοίωσις κατ’ εἰκόνα, ἐπειδὴ ἦν ὁ λογισμὸς τοῦ Δαυὶδ πρὸς θεὸν βλέπων, ἐπιεικείας μεστός, ταπεινοφροσύνης γέμων, δικαιοσύνης φροντίζων καὶ φιλανθρωπίας ἀντεχόμενος. Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί , ἄνδρα κατὰ τὴν καρδίαν μου. Καὶ τὸν μὲν καλῶς μιμησάμενον καρδίαν θεοῦ ἐπῄνεσεν, ἄλλον δέ, τύραννον, μιμησάμενον θεοῦ καρδίαν, οὐ κατὰ ἀρετήν, ἀλλὰ κατὰ δεσποτείαν, ἔψεξεν, μᾶλλον δὲ καὶ ἐκό λασεν. Καὶ λέγει ὁ θεὸς διὰ τοῦ Ἰεζεκιήλ · Καὶ σύ, υἱὲ ἀνθρώπου, εἶπον τῷ ἄρχοντι Τύρου · “Ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· ‘Θεός εἰμι ἐγώ’ (σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ θεός), καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάξω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου”. Καί, ἵνα συντέμω, ἐπάγει· Καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. Μὴ λέγων ἐρεῖς· “Θεός εἰμι ἐγώ” ἐνώπιον τῶν ἀναιρούντων σε;. Ὁρᾷς, πῶς τὸ ἄμετρον τῆς μιμήσεως ὑπὸ κόλασιν ἔρχεται; Ἐκτραπεὶς τοίνυν ὁ ἄνθρωπος καὶ ἐξολισθήσας εἰς ὁμοιότητα ἄμετρον ηὑρέθη καὶ ὧν εἶχε γυμνούμενος· πᾶσα γὰρ θνητὴ φύσις τῶν ὑπὲρ δύναμιν ἐπιθυμοῦσα παρὰ γνώμην θεοῦ οὐ μόνον οὐ προσλαμβάνει τι, ἀλλὰ καὶ ἃ ἔχει ἀπόλλυσιν. Καὶ ὥσπερ ὁ ὀφθαλμὸς τῆς μετρίας ἀκτῖνος ἀπολαύων τοῦ ἡλίου εὐφραίνεται καὶ φωτίζεται, ἐὰν δὲ θέλῃ εἰς αὐτὸν ἀτενίσαι τὸν κύκλον, οὐ μόνον οὐ προσλαμβάνει φῶς, ἀλλὰ καὶ ὃ ἔχει προσζημιοῦται, οὕτω καὶ ἡ θνητὴ φύσις τῶν ὑπὲρ δύναμιν ἐπιθυμοῦσα παρὰ γνώμην θεοῦ ἀμαυροῦται τὴν διάνοιαν. Ἐξωλίσθησε τοίνυν ὁ ἄνθρωπος, καὶ ἀπὸ τῆς ὀλισθήσεως πολλὰ τῷ πτώματι ἠκολούθησαν τραύματα, εἰδωλολατρεία, πορνεία, μοιχεία, πλεονεξία, καὶ ὅσα τούτοις ἀδελφὰ καὶ συγγενῆ. Κατέπεσε τοίνυν ὁ ἄνθρωπος πτῶμα μέγιστον καὶ τὸν μὲν χαρακτῆρα τῆς θεϊκῆς ὄψεως ἀπώλεσε διὰ ἀπροσεξίαν· παρασυνεβλήθη γὰρ τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Ἡ δὲ κτίσις ἐμερίσθη, καὶ ἡ μὲν ἀφηνίασεν, ἡ δὲ ἔμενε δουλεύουσα, ὡς προεῖπον ἐν τῇ προλαβούσῃ διδασκαλίᾳ. Οἱ λέοντες ἐπεβούλευον τῇ εἰκόνι· οἱ ὄφεις ἔδακνον, πᾶσα ἡ τῶν ἀλόγων φύσις κατὰ τοῦ δεσπότου ἐμάνη. Ἐπειδὴ εἶδεν αὐτὸν παραχαράξαντα τοῦ θεοῦ τὸν νόμον, ἠθέλησε καὶ ἡ ἄλλη κτίσις φυγεῖν τὴν δεσποτείαν. Ἠθέλησεν ὁ ἥλιος μὴ ἀνατέλλειν τῷ παραβάτῃ, ἠθέλησεν ἡ σελήνη σκοτίσαι τὰς ἑαυτῆς αὐγάς, ἠθέλησαν οἱ ἀστέρες μὴ φάναι τῷ πλάσματι, ἠθέλησαν αἱ πηγαὶ ἀρνήσασθαι τὰ νάματα, οἱ ποταμοὶ τὰ ῥεύματα, οἱ λειμῶνες τὰ ἄνθη, οἱ παράδεισοι τὴν τρυφήν. Πάντα ἠθέλησεν ἀρνήσασθαι τὸν ἄνθρωπον, ἐπειδὴ ἠρνήσατο τὸν ἑαυτοῦ δεσπότην. Οἶδα ὅτι βαθὺς ὁ λόγος καὶ συνεσκιασμένος, ἀλλὰ διὰ τοὺς πιστοὺς καὶ συντρόφους τῆς ἐκκλησίας ἐρευνᾶν δεῖ τῆς θείας γραφῆς τὰ νοήματα. Ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ, οὐχ ὡς ἀξίῳ, ἀλλὰ τοῦ θεοῦ τοῦτο προστάξαντος μὴ ὑβρισθῆναι δι’ ὅλου τὴν εἰκόνα, εἰ καὶ παρέβη. Πάσης τοίνυν τῆς κτίσεως στασιαζούσης ὁ θεὸς ἐκέλευσε τῇ κτίσει μὴ ἀφηνιᾶν, ἀλλὰ παρέχειν τὸν ἥλιον τὴν ἑαυτοῦ ἀκτῖνα, τὴν γῆν τοὺς ἑαυτῆς καρπούς, τὴν θάλασσαν τὰς ἐμπορίας, τοὺς ἀστέρας τὴν ἑαυτῶν φαιδρότητα. Ταύτην γοῦν τὴν ἔννοιαν ὁ ἀπόστολος γυμνῶν λέγει· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. Οἷόν τι λέγω· Ὡς εἶδεν ὁ θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα καὶ τὴν κτίσιν ἀνανεύουσαν πρὸς ὑπηρεσίαν τοῦ ἀναισθήτου, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσαν καὶ ἐκέλευσε τὸν ἥλιον ἀνατέλλειν, τὴν γῆν φέρειν τοὺς καρποὺς καὶ μὴ ἀρνεῖσθαι τὸν παραβάτην διὰ τὴν ἀγνωμοσύνην, ἀλλὰ δεικνύναι τοῦ εὐεργέτου τὴν ἄφθονον εὐεργεσίαν, ἐπαγγειλάμενος τῇ δημιουργίᾳ τὸ μετὰ τοῦ ἀνθρώπου τοῦ φθαρέντος ἀνακαινισθῆναι. Ὡσεὶ ἔλεγεν ὁ θεὸς τῇ κτίσει· Ἐπειδὴ ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησε διὰ τὴν παράβασιν καὶ φθείρεται διὰ τὴν παρακοήν, ἀνάσχου δουλεῦσαι τῇ φθορᾷ τοῦ φθαρέντος, ἵνα, ὅταν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα, τὸν ἐμὸν ἄνθρωπον τὸν φθαρέντα, σὺν αὐτῷ καὶ σὲ τὴν κτίσιν ἀνακαινίσω καὶ σύνθρονον αὐτοῦ ποιήσω τῆς δόξης. Συγκατεσπάσθης αὐτοῦ τῇ ταλαιπωρίᾳ· συνανάστηθι αὐτοῦ τῇ δόξῃ . Τί δέ ἐστιν, ἀδελφέ, τὸ τὴν κτίσιν ἀποφεύγειν τὴν τοῦ ἀνθρώπου δεσποτείαν; Λέγει γάρ· Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη. Ποίᾳ ματαιότητι; Ἀφ’ οὗ ἂν ἐκτραπῇ ὁ ἄνθρωπος τοῦ θεοῦ, ματαιότης καλεῖται, ὡς λέγει ὁ Δαυίδ · Πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν. Πᾶς ἄνθρωπος μάταιός ἐστιν ὁ τὸν θεὸν καταλιμπάνων καὶ τὰ μάταια μεταδιώκων.