Πρώην ἡμῖν ἡ μεγάλη καὶ θεοπρεπὴς τοῦ σωτῆρος ἐπιφάνεια πλουσίαν τράπεζαν παραθεῖσα, καὶ ὑπερχεόμενον κρατῆρα τῆς ἐνθέου φιλοσοφίας κεράσασα, ἅπαντα τὸν λαόν, μᾶλλον δὲ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἐμέθυσε. Μεθυσθήσονται γάρ, φησὶν ὁ προφήτης, ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅταν δὲ ἡ θεία γραφὴ λέγῃ μέθην, οὐκ οἶνον λέγει μεθύσκοντα, ἀλλὰ λόγον σοφίζοντα. Παρηκολούθησε δὲ τῇ τοῦ σωτῆρος παρουσίᾳ ὁ τῆς μετανοίας καρπός . Ἀκόλουθον γὰρ τῇ τοῦ σωτῆρος ἐπιλάμψει ἀκολουθῆσαι τοὺς καρποὺς τῆς μετανοίας . Διὰ τοῦτο χθὲς ἡμῖν ὁ περὶ ταύτης ἐγυμνάζετο λόγος. Πολὺ μὲν τῆς ἀξίας τῶν προκειμένων ἀπολιμπανόμενος, τῆς δὲ οἰκείας δυνάμεως οὐκ ἀφιστάμενος, περὶ μετανοίας ἐκινεῖτο λόγος, ὅ ἐστι φάρμακον σωτηρίας· καὶ ἰατρὸς ἐκηρύττετο ψυχῶν τε καὶ σωμάτων, οὐ φαρμάκῳ ἐπιθεραπεύων, ἀλλὰ νεύματι φιλανθρωπίας ἰώμενος. Ἐπειδὴ δὲ ἡ εὐαγγελικὴ ἀνάγνωσις παρέδραμεν ἡμῶν τὴν διάνοιαν ὧδε κἀκεῖσε περισπωμένων, ἀναγκαῖον σήμερον εἰς ὑμᾶς βραχέα περὶ ταύτης διελθόντας, καταπαῦσαι τὸν λόγον. Ὁ σωτὴρ καὶ λόγῳ τὴν εὐσέβειαν ὑποτιθέμενος καὶ παραβολαῖς καὶ αἰνίγμασι καὶ διαφόροις τρόποις διδασκαλίας τὸ συμφέρον τοῖς πιστοῖς εἰσηγούμενος, εἶπε τινα παραβολὴν ἰσχυρὰν ἔχουσαν τῆς μετανοίας εἰκόνα. Ἄνθρωπος γάρ τις φησὶν εἶχε δύο υἱούς , ὧν ὁ νεώτερος προσελθὼν ἠξίωσε τὸν πατέρα διελεῖν αὐτοῖς τὴν οὐσίαν. Ἔτυχεν ὧν ᾔτησε καὶ λαβών τὴν πατρῴαν οὐσίαν κακῶς διέθηκε. Καὶ τὴν μὲν ὑπόθεσιν ἴστε. Τὴν δὲ θεωρίαν ἄξιον εἰσαγαγεῖν ἐνταῦθα. Εἰ γὰρ καὶ τοῖς πολλοῖς διαφόρως πάρεστι νοῆσαι, ἀλλ’ αὐτὴ ἑαυτὴν σαφηνίζει τοῖς εὐγνώμοσιν ἡ ἀλήθεια. Τί οὖν ἐνταῦθα ὑποτίθεται ἡ πηγὴ τῆς σοφίας; Τὸ πρῶτον τάγμα τῶν δικαίων καὶ τὸ δεύτερον τάγμα τῶν ἐκ μετανοίας δικαιουμένων· τῶν μὲν ἀπ’ ἀρχῆς τὸ δίκαιον τιμώντων, τῶν δὲ ἐκ μετανοίας εἰς τὸ δίκαιον ἐπαναγομένων. Ἄνθρωπός τις εἶχε δύο υἱούς , οὓς, εἰ καὶ ἡ προαίρεσις ἔτεμε τὸν ἀσεβῆ ἀπὸ τοῦ εὐσεβοῦς, ἀλλ’ ἡ ἀλήθεια ἓν οἶδε πλάσμα τοῦ δημιουργοῦ τοὺς πάντας καὶ πάντες υἱοὶ θεοῦ, εἰ καὶ τῇ διανοίᾳ τῇ πονηρᾷ ἀποσχοινίζονται τῆς ἑαυτῶν ἀξίας. Ὅθεν ὁ θεὸς, ἂν ἡμεῖς διὰ πονηρῶν ἐπιθυμιῶν ἀποστῶμεν τῆς εὐσεβείας, αὐτὸς οὐκ ἀρνεῖται τὴν οἰκειότητα ἀλλὰ καὶ τοὺς ἀφηνιῶντας πατρῴαν φωνὴ ἀφίησιν· Ἐπιστράφητε πρός με, υἱοὶ ἀφεστηκότες, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς . Ὁρᾷς ὅτι ἂν ἐφεστῶσα ἡ διάνοια τοῦ ἁμαρτάνοντος, ὁ θεὸς οὐκ ἀπαξιοῖ υἱοὺς καλεῖν τοὺς ἀφεστηκότας; Ἰδίαν γὰρ οἶδε τὴν πλάσιν καὶ οὐκ ἀπαρνεῖται τὴν ἰδίαν εὐεργεσίαν. Διὰ τί οὖν ὁ νεώτερος κακῶς τοῖς δοθεῖσι ἐχρήσατο; Αἴνιγμά ἐστι τὸ προκείμενον. Καὶ ὅπως ἄκουε. Ἀπ’ ἀρχῆς ἡ δικαιοσύνη ἦν καὶ ἐφαίνετο καὶ διέλαμπεν. Ἡ δὲ ἁμαρτία νεωτέρα τις ἐπεισήχθη τῷ κόσμῳ καὶ πρόσφατος. Διὰ τοῦτο ὁ πρῶτος υἱὸς οὐ τίθεται ἐν χώρᾳ τοῦ κακῶς δαπανήσαντος. Ἡ γὰρ ἀρχαία δημιουργία ἀπηρτισμένην εἶχε τὴν εὐπρέπειαν, ὅτε καινὸς ἦν ὁ κόσμος, καινὴν χάριν ἐκλάμπων, καινὴν εὐπρέπειαν. Μαρτυρεῖ γὰρ Μωϋσῆς τῷ κάλλει τῆς δημιουργίας λέγων· Καὶ ἦν πάντα καλά, οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ λίαν καλά . Ὥστε ἡ δικαιοσύνη πρώτη ἦν καὶ τὸ καλὸν ἀρχαιότατον. Ἡ δὲ ἁμαρτία νεωτέρα ἦν. Ἐπεισῆλθε γὰρ τῇ δικαιοσύνῃ καὶ ἐθόλωσε τὴν εὐπρέπειαν. Διεῖλεν οὖν αὐτοῖς ἐπίσης τὰ ὑπάρχοντα. Διὰ τί ἐπίσης; Οὐδὲν γὰρ πλέον ἔχουσιν οἱ δίκαιοι ἐν τῷ παρόντι βίῳ, ἐπειδὴ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς . Ἀλλ’ ὁ μὲν εἰς τὴν χώραν τῶν δικαίων εἰκονογραφούμενος οὐκ ἠθέλησε διελεῖν τὸν πατρῷον κλῆρον, ἀλλ’ ἔμεινε ὑπὸ τὴν τοῦ πατρὸς αὐθεντίαν. Ὁ γὰρ δίκαιος πάντοτε τῷ θεῷ ἀκολουθεῖ καὶ εἰς οἰκείαν ἐξουσίαν οὐδὲν παρασπᾶται. Θέλεις δὲ μαθεῖν ὅτι ὁ δίκαιος οὐδὲν θέλει λαβεῖν παρὰ τοῦ θεοῦ, ἀλλὰ μόνῃ τῇ οἰκονομίᾳ καὶ τῇ προνοίᾳ στοιχεῖ τοῦ αὐτοῦ πατρός; Βοᾷ Δαυὶδ ἐκ τοῦ τάγματος τῶν δικαίων· Τί μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὁρᾷς ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων· ἀλλ’ ὑπὸ τὴν τοῦ πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Ὁ δὲ νεώτερος λαβὼν τὴν πατρικὴν οὐσίαν ἀπεδήμησεν εἰς χώραν μακράν οὐ τόποις διειργομένην, ἀλλὰ τρόπος ἀπεσχοινισμένην. Ὁ γὰρ ἁμαρτάνων θεοῦ μακράν ἐστιν, ἀδελφοί, οὐ τόπῳ ἀλλὰ τρόπῳ, κατὰ τὸ εἰρημένον ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται . Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἐσκόρπισεν αὐτὴν ἀσώτως ζῶν ἐν αὐτῇ· Ἣν παρέλαβεν δημιουργίαν τῇ ἁμαρτίαν ἐμόλυνεν. Ἔλαβε τὸν ἥλιον εἰς ἀπόλαυσιν καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνησεν· ἔλαβε πηγὰς εἰς τρυφὴν καὶ τὸ δῶρον θεὸν ἐνόμι σεν. Ἠγνοήθη ὁ χαρισάμενος καὶ ἐτιμήθη τὰ χαρίσματα, ὡς ἀποδυσπετεῖ βοῶν ὁ Παῦλος · Καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα . Ἡ αὐτὴ κρίσις, ἡ αὐτὴ πατρικὴ οὐσία. Καὶ ὁ μὲν καλῶς αὐτῇ ἐχρήσατο, ὁ δὲ κακῶς. Τάγμα τοῦτο κἀκεῖνο καλῶς καὶ ἐναντίως. Ὁ εὐσεβὴς ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ ἀπὸ τοῦ κάλλους τὸν γενεσιουργὸν ἐννοεῖ· Ὄψομαι γάρ φησι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Εἶδε τὸ κάλλος καὶ εὐχαρίστησε τῷ τοιοῦτον κάλλος ἐργασαμένῳ· εἶδε τὸν κόσμον καὶ εὐφήμησε τὸν κοσμήσαντα. Ὁ γὰρ εὐσεβὴς τὴν μὲν κτίσιν ἐπαινεῖ, τὸν δὲ κτίστην προσκυνεῖ. Οἱ εὐσεβεῖς ὅταν φεύγωσι τὴν προσκύνησιν τῶν φαινομένων, οὐ τὴν κτίσιν ὑβρίζουσιν, ἀλλὰ τῷ δεσπότῃ τὴν τιμὴν ἀπονέμουσιν. Οὐ μισεῖ πιστὸς ἥλιον, ἐπειδὴ μὴ σέβει τὸ φῶς μετὰ τῶν ἀσεβῶν, ἀλλὰ μέτρον ἐπιτίθησι τῇ τιμῇ. Καὶ τιμᾷ καὶ ἀγαπᾷ ὡς θεοῦ δῶρα τὰ φαινόμενα. Θέλεις ἰδεῖν πῶς ὁρᾷ ὁ εὐσεβὴς καὶ θαυμάζει τὸ κάλλος καὶ τὴν προσκύνησιν τῷ κτίστῃ ταμιεύεται; Λέγει τις τῶν σοφῶν – τῶν κατὰ τὴν εὐσέβειαν λέγω σοφῶν –· Ἥλιος ἐλάμπων ἐν ὑψίστοις κυρίου, σκεῦος θαυμαστόν, ἔργον ἰσχυρόν, ἀκτῖνας πυροειδεῖς ἐκφυσῶν, καταλάμπων τὸν οὐρανόν. Καὶ τί εὐθέως; Μέγας ὁ κύριος ὁ ποιήσας αὐτόν . Καὶ τὸ κάλλος ἐκήρυξε καὶ τὸν τεχνίτην οὐκ ἔκρυψεν. Ὁ δὲ ἀσεβὴς κακῶς εἶδε τοὺς οὐρανοὺς διηγουμένους δόξαν θεοῦ, οὐ λόγοις, ἀλλὰ τῷ κάλλει τῆς δημιουργίας. Οὐ γὰρ φωνήν ποτε ἔρρηξεν ὁ οὐρανός, ἀλλὰ φωνῆς ἐνεργεστέραν ἀφίησι μαρτυρίαν διὰ τῆς εὐπρεπείας. Καὶ σιωπῶν ὁ οὐρανὸς διηγεῖται δόξαν θεοῦ; Πάνυ μὲν οὖν. Τὰ σὰ γράμματα σιωπῶντα λαλεῖ· Στοιχεῖα δὲ θεοῦ σιωπῶντα οὐ φθέγγεται; Ἔλαβες γὰρ τὸ γεῦμα τῆς εὐσεβείας· ἀπὸ τοῦ γεύματος τὸ πᾶν λάμβανε τῆς ἀληθείας. Ἐξέτασον τὸ μέρος τοῦ ἀσεβοῦς, πῶς ἀπὸ τῶν αὐτῶν προσκόπτει, ἀφ’ ὧν ὁ δίκαιος δικαιοῦται. Ὁρᾷ σελήνην, καὶ προσκυνεῖ· ὁρᾷ τὰ ἄστρα, καὶ σέβει· ὁρᾷ τὴν θάλασσαν, καὶ θεοποιεῖ. Οἱ ἐπὶ τῆς Βαβυλωνίας καμίνου, οἱ ἐν αὐτῇ εἰσελθόντες, μετὰ τῆς σωτηρίου καὶ καλῆς ὁμολογίας ὕμνουν τὸν θεὸν διὰ τῶν ἔργων, λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον . Ἀρκεῖ μὲν οὖν ταύτην εἰπόντας τὴν φωνὴν παῦσαι τὸν ὕμνον. Οὐ γὰρ τῷ μήκει τῶν ὕμνων, ἀλλὰ τῇ προθέσει τῶν ὑμνούντων θεὸς ἐπαναπαύεται. Διὰ τοῦ τοίνυν εἰπεῖν Πάντα τὰ ἔργα , πάντα περιελαμβάνετο καὶ οὐ χρεία ἦν ἑτέρας προσθήκης. Ἀλλ’ ἐπειδὴ οὐχ ἑαυτοῖς ἐκήρυττον, τὸν δὲ θεὸν ὕμνουν καὶ διὰ τοῦ ὕμνου τοὺς παρεστῶτας Χαλδαίους ἐπαίδευον, ἀναγκαίως διὰ πάσης αὐτῆς ὁδεύει τῆς κτίσεως ὁ ὕμνος, ἵνα μάθωσιν οἱ πεπλανημένοι Χαλδαῖοι , τί τὸ ὑμνούμενον καὶ τίνα τὰ ὑμνοῦντα. Ἀλλ’ ἐπειδὴ εἰς πολλὴν θεωρίαν ὁ λόγος ἡμᾶς ἐνέβαλεν, ἐκεῖνο τέως ἀφέντες, εἰς τὸ προκείμενον ἐπανέλθωμεν Ἀπεδήμησεν εἰς χώραν μακρὰν ὁ νεώτερος υἱὸς καὶ ἐδαπάνησε κακῶς τὴν οὐσίαν καὶ ἤρξατο ὑστερεῖσθαι. Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Κύριος γὰρ οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ . Ἤρξατο ὑστερεῖσθαι. Καὶ προσῆθεν ἑνὶ τῶν ἀρχόντων τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν ἐκεῖνος βόσκειν χοίρους . Βλέπετε ὅσον ὕψος τῆς ἀρχαίας εὐγενείας· ὅση ταπείνωσις τοῦ ἀποσχοινισθέντος τῆς εὐσεβείας. Ἐδόθη βόσκειν χοίρους, τουτέστιν, ἡδοναῖς καὶ ἁμαρτίαις ἐμφύρεσθαι. Ὁ γάρ ἐστι βόρβορος χοίροις, τοῦτο ἁμαρτία τοῖς ἐμφυρομένοις. Διὰ τοῦτο ὁ σωτὴρ τοὺς ἐν ἀκαθαρσίᾳ ζῶντας καὶ βορβόρου δίκην ταῖς ἁμαρτίαις ἐμφυρομένους αἰνιττόμενος ἔλεγε· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ βάλλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροθεν τῶν χοίρων. Ἔβοσκε χοίρους.