Πάντοτε μὲν ὁ θεός, ὡς φιλάνθρωπος, καιρὸν εἰς μετάνοιαν τοῖς ἁμαρτωλοῖς δέδωκε· τῇ δὲ ῥᾷθυμίᾳ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσιν ὁ ἀμελής. Φιλῶν γὰρ τὰ μάταια, καὶ γήϊνα, καὶ πρόσκαιρα, ἀποστερεῖται τῶν ἐπουρανίων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ ὁ κατασταθεὶς βασιλεὺς καὶ κύριος πάντων ὑπὸ τοῦ πλάστου καὶ θεοῦ, ἄνθρωπος, δοῦλος γέγονε τῆς ἁμαρτίας διὰ κοσμικὰς ἐπιθυμίας. Ὅθεν καὶ Δαυΐδ φησι περὶ τῶν ταῦτα πραττόντων· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται. Καὶ ὁ Χριστὸς αἰνιττόμενος τοὺς ἁμαρτωλούς, φησίν· Οὐκ ἔρχονται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῶσιν αὐτῶν τὰ ἔργα· πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Καὶ πάλιν λέγει· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε πρὸς τὸ φῶς, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. Καὶ πάλιν λέγει· Ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα μὴ ἀπόλωνται, ἀλλ’ ἵνα ζωὴν ἔχωσι. Καὶ πάλιν, Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι· καὶ πάλιν· Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ταῦτα τὰ ῥήματα ἀκούσασα ἡ πόρνη, ὥσπερ ἀρώματα πανταχοῦ κηρυττόμενα, καὶ πᾶσι τοῖς ἀξίοις τὴν ὀσμὴν ζωῆς παρέχοντα, τῶν ἔργων αὐτῆς τῶν κακῶν εἰς νοῦν ἐλθοῦσα, εὐθέως ἐπελάβετο τούτων, κλαίουσα τὴν αἰσχύνην τὴν ἐπ’ αὐτοῖς, καὶ ἐννοοῦσα τὰ μέλλοντα αὐτῇ κακὰ γίνεσθαι διὰ τούτων· πολλὴ γὰρ θλίψις καὶ ὀδύνη γίνεται τοῖς πόρνοις ἐκεῖ. Ταῦτα φοβηθεῖσα, μετεβλήθη ἡ πόρνη. καὶ οὐκ ἔτι ἔμεινε πόρνη, ἀλλ’ εὐθέως παρθένου γέγονε σεμνοτέρα. Καθίσασα γὰρ καθ’ ἑαυτὴν δικαστήριον συνεστήσατο, καὶ ἑαυτὴν κατακρίνουσα ἔλεγεν· Οἴμοι τῇ ἁμαρτωλῷ, οἴμοι τῇ ἀσώτῳ, ἕως τίνος οὐκ ἀφίσταμαι τῶν κακῶν; τὶ οὐ λογίζομαι τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ; ὅτι δι’ ἐμὲ τὴν πλανωμένην, ὡς πρόβατον, πᾶσαν ὁδὸν περιέρχεται ὁ δεσπότης. Δι’ ἐμὲ γὰρ οὐρανοὺς ἔκλινε, καὶ κατέβη· δι’ ἐμὲ τῷ ἁμαρτωλῷ Φαρισαίῳ συνδειπνεῖ ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Ἐγγίζει τῷ ἁμαρτωλῷ ὁ ἀναμάρτητος· τραπέζης μετέχει ὁ πάντας τρέφων, καὶ κατάκειται ἐπὶ τὴν γῆν ὁ ἐπὶ τῶν Χερουβὶμ βασταζόμενος, καὶ χαρίζεται πᾶσι τοῖς ἁμαρτωλοῖς τὰ χειρόγραφα τῶν ἁμαρτιῶν. Τί λοιπὸν μένεις; θάρσει, ψυχὴ μου, πρόσελθε· οὐκ ἦλθε δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλούς. Καὶ ταῦτα εἰπούσης αὐτῆς͵ εὐθὺς ἐκ τῆς τραπέζης τοῦ Χριστοῦ εὐωδία συγχωρήσεως ἦλθεν ἐπ’ αὐτήν, τὴν ποτὲ ἄσωτον, νυνὶ δὲ σώφρονα· τὴν ποτὲ θῆρα, νῦν δὲ πρόβατον· τὴν ποτὲ δούλην τῆς ἁμαρτίας, νῦν δὲ ἐλευθέραν τῇ μετανοίᾳ· τὴν ποτὲ πόρνην, νῦν δὲ σεμνήν. Καὶ στᾶσα τῆς ἀντιλήψεως προθύμῳ τῇ ψυχῇ, ἔρχεται πρὸς αὐτόν. Καὶ ἰδοῦσα ἐπὶ τῆς τραπέζης τὸν δεσπότην, οὐκ ἐζήτησεν, ὡς ἡ Χαναναία , ψιχία, ἀλλ’ αὐτὸν τὸν ἄρτον τῆς ζωῆς ὅλον περιέλαβεν. Ἡ γὰρ Χαναναία περὶ θυγατρὸς δαιμονιζομένης παρεκάλει, καὶ κύνα ἑαυτὴν ἀκούσασα, ψιχία λαβεῖν ἠιτεῖτο· αὕτη δὲ οὐ θυγατέρα δαιμονιζομένην εἶχεν, ἀλλὰ πᾶν σῶμα δαιμονιζόμενον ταῖς ἀσελγείαις. Ἀλλ’ ἡ Χαναναία ἐπὶ πάντων ἔκραζεν· Ἐλέησόν με, υἱὲ Δαυίδ · ἡ δὲ πόρνη οὐ κραυγὴν ἀφῆκεν, ἀλλ’ ἰδοῦσα, ὅτι πάντα οἶδεν ὡς θεός, σιγῶσα τῷ στόματι, τῇ καρδίᾳ ἐλάλει τῷ τὰς καρδίας εἰδότι· καὶ κλαίουσα κατεφίλει τοὺς πόδας, καὶ οὕτω τὸν δεσπότην εἰς συμπάθειαν ἤνεγκεν. Ἀλλ’ ἤθελον, ἀδελφοί, ἐρευνῆσαι τῆς σοφῆς ἐκείνης τὰς φρένας, καὶ μαθεῖν, πῶς ἐδέξατο αὐτὴν ὁ Χριστός, καὶ πῶς ἐνέλαμψε τῇ ἐσκοτισμένῃ ψυχῇ. Καὶ γὰρ ἀληθῶς, καθὼς προεφήτευσεν ὁ Δαυίδ · Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ κύριος· καὶ οὐ μόνον ὡραῖος, ἀλλὰ καὶ τῶν ὡραίων ἐραστής. Ταύτην γὰρ καὶ πρὶν εἰσελθεῖν πρὸς αὐτόν, ἐπεγίνωσκεν ἔχουσαν ψυχῆς ἀγαθῆς προαίρεσιν. Ἀλλ’ εἰ δοκεῖ, καὶ τοῦ ῥητοῦ τοῦ εὐαγγελικοῦ ἀκούσωμεν. Ἀνακειμένου τοῦ Ἰησοῦ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου , γυνή τις ἁμαρτωλὸς ἐν τῇ πόλει ἤκουσε. Καὶ λαβοῦσα μύρον πολύτιμον, εἰσελθοῦσα ἤλειφεν αὐτοῦ τοὺς πόδας, καὶ τοῖς δάκρυσιν ἔβρεχε, καὶ ταῖς θριξὶν ἔμασσε. Μεγάλη σπουδὴ γυναικός, μέγας δρόμος σωτηρίας, μεγάλη προαίρεσις ψυχῆς κινδύνων θελούσης ἀπαλλαγῆναι· ἤκουσε καὶ ἔσπευσεν, ὤθησε τὴν ἔννοιαν εἰς τὴν μετάνοιαν, λέγουσα ταῦτα ἐν αὐτῇ· Ὦ ψυχὴ ἁμαρτωλὴ καὶ τρισαθλία, τί ἀναμένεις; τί σκέπτῃ; Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Ἰδοὺ ὁ καιρός, ὃν ἐζήτεις, ἔφθασεν· ἰδοὺ πάρεστιν ὁ λύων καὶ καθαίρων καὶ ἀποσμήχων τὰ ἁμαρτήματα· πάρεστι τὸ μύρον· μέχρι τίνος προσμένεις τῷ βορβόρῳ καὶ τῇ δυσωδίᾳ; ἄπελθε πρὸς αὐτόν· καὶ γὰρ αὐτὸς διὰ σὲ ἦλθεν. Ἄφες τὰ ποτὲ μάταια, καὶ πόθησον τὰ νῦν ὡραῖα· ἐκεῖνα βδελυκτά, ταῦτα ποθητὰ καὶ αἰώνια· μίμησαι τὴν ἀρχαίαν γνώμην, μύρισον τὸν τὸ μύρον ποιήσαντα, κολάκευσον τόν σε σῶσαι θέλοντα. Εὗρες ἐραστὴν ὑπὲρ πάντας οὓς ἔσχες ἐραστάς. Ἐκείνους φιλήσασα, πολλὰς ἁμαρτίας εἰς ἑαυτὴν ἐξεκένωσας· τοῦτον ἐὰν φιλήσῃς, καὶ τὰς προτέρας ἁμαρτίας, ἃς ἐξ ἐκείνων ἐκτήσω, αὐτός σοι συγχωρήσει. Ταῦτα λογισαμένη, ὑπεισέρχεται τῇ οἰκίᾳ, καὶ λέγει· Ἀναχωρῶ τῶν ἀρχαίων καχῶν, εὑρίσκω τὰ νέα καλά, καὶ συμφωνῶ· ἀποτάσσομαι τῷ πονηρῷ, καὶ συντάσσομαι τῷ ἀγαθῷ· ἤκουσα γὰρ τοῦ Δαυίδ λέγοντος· Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε· καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος· Ἐγγίσατέ μοι, κἀγὼ ἐγγιῶ ὑμῖν. Ἐγγίζω κἀγὼ τῷ θεῷ, ἀλλὰ φοβοῦμαι ἡ ἁμαρτωλὸς πρὸς τὸν ἀναμάρτητον, ὁ βόρβορος πρὸς τὸ μύρον. Ἀλλ’ ἔχω ἐνέχυρον τῆς εὐσπλαγχνίας αὐτοῦ τὴν φωνὴν τὴν λέγουσαν· Δεῦτε πρός με, πάντες οἱ ἁμαρτωλοί, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀπέρχομαι τοίνυν· οὐκ ὀνειδίζει με, οὐ λέγει μοι· Ἀπόστα ἀπ’ ἐμοῦ, ἡ ἁμαρτωλός· ἕως ἄρτι ἐν τῷ σκότει διῆγες, καὶ νῦν ἦλθες ἰδεῖν με τὸν τῆς δικαιοσύνης ἥλιον; Ἀλλὰ τί σκέψομαι; λαμβάνω μύρον, καὶ πορεύομαι πρὸς αὐτόν, καὶ ποιῶ φωτιστήριον τὸν οἶκον τοῦ Φαρισαίου , καὶ τοῖς ῥείθροις τῶν δακρύων κολυμβήθραν μοι κατασκευάζω· καὶ τῷ ἀλαβάστρῳ τοῦ μύρου τὴν σφραγῖδα λαμβάνω τῶν πιστῶν κατὰ τοῦ μετώπου, καὶ τῇ μετανοίᾳ καθαρίζομαι τῶν ἁμαρτημάτων μου καὶ τῷ λόγῳ αὐτοῦ τῷ ἰαματικῷ ἀποφεύγω τοὺς βρόχους τοῦ διαβόλου. Οὐδέν μοι ἀπηλπισμένον ἐστίν. Οἶδα ἐν τῇ παλαιᾷ διαθήκῃ Ῥαὰβ τὴν πόρνην ἐπὶ τὴν πύλην τῆς πόλεως οἰκητήριον τῆς ἁμαρτίας ἔχουσαν· ἀλλ’ αὕτη τοὺς κατασκόπους τοῦ Ἰσραὴλ δεξαμένη, τῆς φιλοξενίας τὸν μισθὸν ἐκομίσατο τὴν ζωήν. Ὁ γὰρ σώσας ἐκείνην Ἰησοῦς ὁ τοῦ Ναυή , τύπον εἶχε τοῦ ἀληθινοῦ Ἰησοῦ · ἀμοιβὰς ἀγαθὰς τῇ πόρνῃ ὑπὲρ τῶν κατασκόπων ὁ τοῦ Ναυὴ Ἰησοῦς ἐχαρίσατο. Εἰ οὖν τότε τὸ ὄνομα τοῦ Ἰησοῦ σωτηρίαν καὶ συγχώρησιν ἁμαρτιῶν παρέσχε· νῦν ὁ ἀληθινὸς Ἰησοῦς , ὁ παρθένος καὶ ἐκ παρθένου, πόρνην ξενοδοχοῦσαν, καὶ ἀλείφουσαν μύρῳ τοὺς πόδας, ἀπώσασθαι ἔχει, καὶ μὴ χαρίσασθαι ἄφεσιν ἁμαρτιῶν; Ἀλλ’ ἐκεῖ Ῥαὰβ ἀπέλυσε τοὺς κατασκόπους, ἐγὼ δὲ μένω κατέχουσα ὃν ἐπόθησα, οὐχ ὡς ἐκείνη, κατάσκοπον πόλεως, ἀλλ’ ὡς ἐπίσκοπὸν πασῶν τῶν ἀνθρωπίνων ψυχῶν. Ἰδού, καθὼς προεῖπον, ἔφθασε καιρός, ὃν ἰδεῖν ἐπεθύμουν· ἔλαμψέ μοι ἡμέρα, καὶ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἐνιαυτὸς δεκτὸς παρὰ κυρίου, καὶ μεγάλη ἐπισκοπὴ παρὰ θεοῦ. Ἀληθῶς γὰρ ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. Ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος αὐλίζεται ὁ δεσπότης· ἀπέλθω πρὸς αὐτόν. Καὶ τί ποιήσω; Κλαύσω, ὥσπερ Ἄννα ἔκλαυσε τὴν στείρωσιν; Ἀλλὰ λογίζεταί με ὁ Σίμων ὡς μεθύουσαν· ὥς ποτε καὶ τὴν Ἄνναν Ἠλὶ ὁ ἀρχιερεύς. Ἀλλὰ μένω προσευχομένη τῇ καρδίᾳ πρὸς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ δακρύουσα; Τοῦτο ποιήσω. Συνήργησε δὲ ἡ πίστις τῆς πόρνης τῇ καθαρᾷ προθέσει, καὶ παραγίνεται πρὸς τὸν τὸ μύρον πωλοῦντα, καὶ ἄρχεται λέγειν αὐτῷ· Ἐπειδὴ μέγας μοι φίλος παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων παρεγένετο, εἰ ἔχεις ἐπάξιον μύρον, δός μοι· ἵνα ἀξίως προσενέγκω τῷ ἀξίως φιλουμένῳ παρ’ ἐμοῦ, τῷ πυρώσαντί μου τὴν καρδίαν καὶ τοὺς νεφρούς· μηδὲν περὶ τιμῆς μελέτω σοι, ἐὰν δέῃ με, καὶ μέχρι σώματος καὶ ὀστέων, ἑτοίμως ἔχω πωλῆσαι καὶ δοῦναι, ἵνα κἂν μικρόν τι ἔχω προσενέγκαι τῷ οὕτω καθαρίσαι με θέλοντι. Ὁ δὲ βλέπων τῆς πίστεως τὸ θερμὸν καὶ προαιρετικόν, λέγει αὐτῇ· Εἰπέ μοι τίς ἐστιν ὅνπερ ποθεῖς, ὅτι τοσοῦτον ἐθέρμανέ σου τὸ φίλτρον; Τί πρὸς τὸ μύρον τοῦτο προσδοκᾷς παρ’ αὐτοῦ λαβεῖν; Ἡ δὲ πρὸς αὐτὸν λέγει· Τί μοι λέγεις, ὦ ἄνθρωπε; ἀγνοεῖς, οὐκ οἶδας τί φθέγγῃ. Ἔχει δοῦναί μοι ἀντάξιον τοῦ μύρου, εἰ καὶ οἷόν τι οὐδεὶς δύναται τούτῳ αὐτάξιον δοῦναι τοῦ ἀξιώματος. Οὐδὲ αὐτὸς ὁ οὐρανός, οὔτε ἡ γῆ, οὔτε οὐδεὶς τῶν ἐν τῷ κόσμῳ τούτῳ συγκρίνεται τῷ ἐλθόντι πρός με. Ἣν σὺ μὲν εὐτελῇ θεωρεῖς, ἐκεῖνος δὲ καταξιώσας ὡς φιλάνθρωπος, τῶν ἁμαρτιῶν ἠλευθέρωσεν. Οὗτος υἱὸς Δαυΐδ ἐστι κατὰ σάρκα· διὰ τοῦτο καὶ εὔοπτός ἐστι· περὶ αὐτοῦ γὰρ ἔλεγεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὗτος υἱὸς θεοῦ· καὶ τοῦτον οὐκ εἶδον, ἀλλὰ ἀκούσασα περὶ αὐτοῦ, ἐτρώθην τῷ πόθῳ. Τὸν Δαυὶδ Μελχὼλ ἡ τοῦ Σαοὺλ θυγάτηρ ἀγαπήσασα, τὰ βασίλεια κατέλιπε, καὶ τούτῳ πτωχεύοντι ἠκολούθησεν. Ἐγὼ δὲ τὸν ἴδιον πλοῦτον πωλῶ, εἰ καὶ κακῶς τοῦτον συνήγαγον, καὶ ἀγοράζω μύρον, καὶ προστρέχω τῷ ἐκ Δαυὶδ δι’ ἐμὲ πτωχεύσαντι. Καὶ λαβοῦσα ἡ πιστὴ πόρνη τὸ μύρον, ἔδραμεν ὡς κληθεῖσα εἰς τὸν οἶκον τοῦ Φαρισαίου . Καὶ ὁ μὲν Φαρισαῖος ἰδὼν τὴν πόρνην κατέχουσαν τοὺς πόδας τοῦ Ἰησοῦ , καὶ μυ ρίζουσαν, καὶ πᾶσαν τὴν οἰκίαν πληρωθεῖσαν τῆς εὐωδίας τοῦ μύρου, εἰς ἑαυτὸν ἐλογίζετο, καὶ ἔλεγεν· Εἰ ἦν οὗτος προφήτης, ἐνόησεν ἂν τίς ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ τὴν παῤῥησίαν τῆς πόρνης ἔψεγεν, ὡς ἀναισχύντως ἐγγισάσης καὶ ἁψαμένης αὐτοῦ· καὶ αὐτὸν τὸν δεσπότην ἐμέμφετο, ὡς ἀσκέπτως δεχόμενον πάντας τοὺς προσιόντας αὐτῷ· καὶ ἄγνοιαν αὐτοῦ καταψηφιζόμενος, ἔλεγεν ἐν ἑαυτῷ· Ὢ τῶν πραγμάτων· ἐκάλεσα ἐπὶ δεῖπνον αὐτὸν ὡς ἕνα τῶν προφητῶν· καὶ αὐτήν, ἣν πάντες οἴδασιν οἱ κατοικοῦντες ἐν τῇ πόλει, καὶ ἣν ἕκαστος ἐπίσταται, οὗτος οὐκ ἔγνω. Εἰ ἦν προφήτης, ἐγίγνωσκεν ἂν τίς ἡ γυνή. Ἀλλ’ ὁ Χριστὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἐθεώρει τοῦ Φαρισαίου τοὺς λογισμούς· καὶ σαλευομένων αὐτοῦ τῶν ἐνθυμήσεων, γίνεται αὐτῷ ἔνδοθεν γαλήνη ὁ Χριστός· καὶ λέγει αὐτῷ· Σίμων , ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· Διδάσκαλε, εἰπέ. Λέγει αὐτῷ· Μεμπταῖός σοι ἐφάνην, ὅτι οὐκ ἐνέτρεψα τὴν πόρνην, ἀλλ’ ἐσκέπασα· μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ἀπεστράφην τὴν ἁμαρτωλόν, ἀλλὰ ἀπεδεξάμην· μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ἐδίωξα, ἀλλ’ ἐδικαίωσα· μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ὠργίσθην, ἀλλ’ ἠπαλύνθην· μεμπταῖόν σοι ἐφάνη, ὅτι τὴν θέλουσαν φυγεῖν τῶν ἑαυτῆς ἀνομιῶν, ταύτην ἀνεκαλεσάμην· δέον σε χαρῆναι ἐπὶ τῷ πεσόντι καὶ ἀναστάντι, λυπῇ ἐπὶ τοῖς καλοῖς. Ἀλλ’ οὐκ εὔλογος ἡ μέμψις σου. Σύγκρινον τοῦτο, ὃ μέλλω σοι λέγειν. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Τούτοις δὲ ἀπορήσασιν ἀμφοτέροις ἐχαρίσατο τὰ χειρόγραφα ὁ δανειστής. Τίς οὖν αὐτῶν ὀφείλει πλέον ἀγαπᾷν; Ὁ δὲ λέγει· Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Καὶ λέγει αὐτῷ· Ὀρθῶς ἔκρινας. Εἶτα στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν σοι ἀπηγορευμένην; Σύ μοι νίψαι τοὺς πόδας οὐ κατηξίωσας, αὕτη δὲ δάκρυσί μου τοὺς πόδας ἔβρεξε· φίλημά μοι ἀγάπης οὐ προσήγαγες, αὕτη δὲ οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας· ἐλαίῳ τὴν κεφαλὴν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Ἀλλὰ διδάχθητι, Φαρισαῖε , τίς ὁ δανειστής, καὶ τίνες οἱ χρεωφειλέται. Ἐγώ εἰμι ὁ δανειστὴς τῶν δύο, σοῦ καὶ αὐτῆς· καὶ οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων. Ἐγὼ πᾶσιν ἐχάρισα, ἅπερ καὶ ἔλαβον, ἀπ ̓ ἐμοῦ, ψυχήν, πνοήν, σῶμα, αἴσθησιν, γνῶσιν, κίνησιν. Τὸν οὖν δανειστήν, τὸν οὐκ ἀπαιτοῦντά σε παρασχεῖν, ἅπερ ἔλαβες, εἰς πλῆρες, ἂν μὴ ἔχῃς ἀποδοῦναι, ἱκέτευσον συγχωρῆσαί σοι τὸ δάνειον. Εἰ δὲ οὔτε ἀποδοῦναι δύνασαι, οὔτε ἱκετεῦσαι ἀξιοῖς συγχωρηθῆναι, κἂν μὴ ἀναισχυνθῇς πολυλογῶν καὶ ἀνθιστάμενος· σίγησον ὡς αὐτὴ ἡ πόρνη, ἣτις τὰ πολλὰ ἑαυτῆς ἰδοῦσα χρέη, εἶπεν ἐν ἑαυτῇ· Τί λαλήσω, ἢ τὶ ἀποκριθῶ; ἐὰν θελήσω εἰπεῖν· Οὐ χρεωστῶ τὸ δάνειον, αὐτὸς πάντα οἶδε, καὶ πόσα χρεωστῶ αὐτὸς ἐπίσταται, καὶ ἀπὸ ποίων χρόνων ὑπεύθυνός εἰμι. Διὰ τοῦτο ὡς ἰδοῦσα, ὅτι πάντα οἶδε, καὶ οὐδὲν τῶν πεπραγμένων αὐτῇ κακῶν ἐστιν, ὃ λανθάνει αὐτὸν, σιγῇ προσῆλθε δακρύουσα, καὶ τῇ καρδίᾳ αὐτῆς πάντα τὰ χρέη ὁμολογοῦσα, ἐξηυμενίσατο τὸν θεόν. Σίγησον οὖν καὶ σύ, Φαρισαῖε , ἵνα σοι χαρίσηται ὁ κύριος τὴν ὀφειλήν. Μὴ σύ, κατάδικος ὤν, καταδίκαζε τὴν καταδεδικασμένην· μὴ σύ, εὐτελὴς ὤν, εὐτέλιζε τὴν εὐτετελισμένην. Ἡσύχασον· οὔτε γὰρ τῶν σῶν, οὔτε τῶν αὐτῆς χρείαν ἔχω· ἀλλ’ ἀμφοτέροις ἦλθον τὴν ὀφειλὴν χαρίσασθαι. Τῶν γὰρ δύο δανειστὴς φιλάνθρωπος ὑπάρχω, οὐ μόνον δὲ ὑμῶν, ἀλλὰ καὶ πᾶσι τοῖς μὴ ἔχουσιν ἀποδοῦναι· ἐὰν μόνον ὁμολογήσωσι τὸ χρέος, καὶ αἰτήσωνταί με συγχωρῆσαι αὐτοῖς διὰ μετανοίας τὸ χειρόγραφον. Εἴ τις οὖν χρεωστῇ, καὶ προσέλθῃ τῇ χάριτι τοῦ βαπτίσματος, δι’ αὐτῆς ἐλευθεροῦται τοῦ χρέους. Ὑπάγετε τοίνυν, ἰδοὺ τῶν χρεῶν ἀπελύθητε, πάσης ἐνοχῆς τῇ χάριτι ἠλευθερώθητε· μὴ πάλιν ἄλλο χειρόγραφον ἑαυτοῖς ἐπεισενέγκητε, τοῦ πρώτου ἅπαξ σχισθέντος. Ἀλλά, κύριε δέσποτα, Ἰησοῦ Χριστέ, ἐπειδὴ ἀποδοῦναί σοι ἃ χρεωστῶ, οὐκ ἔχω, οὐδὲ ἰσχύω (ἀπὸ γὰρ τῶν πολλῶν ἀνομιῶν μου καὶ τὸ κεφάλαιον σὺν τόκῳ κακῶς ἀνήλωσαι, μὴ ἀπαιτήσῃς με, ἃ παρέσχες μοι, τῆς ψυχῆς τὸ κεφάλαιον, καὶ τῆς σαρκὸς τὸν τόκον· ἀλλὰ κούφισόν με τοῦ βάρους τῶν χρεῶν μου, ὡς φιλάνθρωπος, καὶ εἰπὲ κἀμοὶ ὡς τῇ πόρνῃ· Ἀφέωνταί σου αἱ πολλαὶ ἁμαρτίαι. Σὺ γὰρ εἶ μόνος ἀναμάρτητος καὶ ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ συγχωρῶν ἁμαρτίας· καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.