Τί οὖν βούλεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν. Τὸ ἐμφύσημα ἐπὶ θεοῦ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν ἐνέργεια. Ὥσπερ γὰρ ὁ σωτὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπε Λάβετε πνεῦμα ἅγιον , οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκουόμενον, πνεῦμά ἐστι τὸ προσκυνητὸν καὶ ἅγιον. Τοῦτο τὸ πνεῦμα προελθὸν οὐκ αὐτὸ γέγονε ψυχή, ἀλλὰ ψυχὴν ἔκτισεν. Οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησε. Δημιουργὸν γὰρ τὸ πνεῦμα τὸ ἅγιον. Κοινωνεῖ τῇ δημιουργίᾳ τοῦ σώματος καὶ τῇ δημιουργίᾳ τῆς ψυχῆς. Πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον τῇ θείᾳ δυνάμει δημιουργεῖ τὸ πλάσμα. Καὶ μὴ νομίσῃς ὅτι μέρος μὲν ὁ πατὴρ συνεβάλετο, μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἐκεῖνο λέγω, ὅτι κἂν ὁ πατὴρ ποιήσῃ, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος τὸ κατόρθωμα. Κἂν ὁ υἱὸς δημιουργήσῃ, πατρὸς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος ἡ δημιουργία. Εἰ δέ τις ἀπιστεῖ, ὅτι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῇ ἡμετέρᾳ δημιουργίᾳ ἐλεγχέσθω ἐκ τῶν μυστηρίων. Εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς καὶ τῷ ἁγίῳ πνεύματι ἐπιγράφεται ἡ μυσταγωγία; Πῶς ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀνακαινίζεται ἡ δημιουργία; Ἀλλ’ ὅταν μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονε τοῦ πνεύματος· ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα; Οὐκοῦν δημιουργὸν τὸ πνεῦμα τὸ ἅγιον, κἂν θέλωσιν οἱ ἐχθροί, κἂν μὴ θέλωσι. Καὶ μαρτυρεῖ Δαυὶδ τῇ δημιουργικῇ δυνάμει τοῦ πνεύματος. Περὶ γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος κατασκευῆς φησι· Πάντα πρὸς σὲ προσδοκῶσι, κύριε, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σου αὐτοὶ συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται. Εἶτα τί τὸ ἐπαγόμενον; Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται. Οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα τὸ ἅγιον. Καὶ βλέπε ῥημάτων ἀκρίβειαν. Ὅτε μὲν περὶ ψυχῆς τῆς ἡμετέρας λέγει· Ἀντανελεῖς φησι τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ὅτε δὲ περὶ τοῦ πνεύματος διαλέγεται· Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται. Εἰ δὲ πρὸς ταύτην ἀντιβλέψαι τολμήσωσι τὴν ἀλήθειαν οἱ αἱρετικοί , ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει, τὴν τοῦ ἁγίου πνεύματος δημιουργικὴν δύναμιν κηρύττουσα. Τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης ἔργον τοῦ ἁγίου πνεύματος εὑρίσκεται. Τὸ γὰρ τοῦ Χριστοῦ τὸ πανάγιον καὶ προσκυνητὸν σῶμα, δι’ οὗ καὶ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος. Τῆς γοῦν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῖνα καὶ λεγούσης· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ὁ ἄγγελός φησι πρὸς αὐτήν· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Τινὲς ἐνόμισαν πνεῦμα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα, δύναμιν δὲ ὑψίστου τὸν υἱόν. Δεῖ δὲ εἰδέναι ὅτι τὸ αὐτὸ ἐκάλεσε καὶ πνεῦμα ἅγιον καὶ δύναμιν ὑψίστου. Ὥσπερ γὰρ ὁ υἱὸς δύναμις ὑψίστου λέγεται – Χριστὸς γὰρ θεοῦ δύναμις –, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον δύναμις ὀνομάζεται. Λέγει γοῦν τοῖς ἀποστόλοις ὁ κύριος· Μείνατε εἰς Ἱερουσαλήμ , ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Καὶ πρὸ τούτου δὲ, ἀδελφοί, ὁ ἄγγελος τῷ Ἰωσὴφ διαλεγόμενός φησιν· Ἰωσὴφ υἱὸς Δαυίδ , μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου. Τὸ γὰρ ἐν αὐτῇ γενηθέν – Οὐ γεννηθὲν, ἵνα μὴ νομίσῃς κτιστὴν τὴν θείαν καὶ ἄχραντον φύσιν. – ἐκ πνεύματος ἐστιν ἁγίου. Εἰ τοίνυν τὸ σῶμα τοῦ Χριστοῦ ἔκτισε τὸ πνεῦμα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν. Ἀλλ’ ὅρα μὴ αἰσχυνθῇς, πατρὶ μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα, τῷ πνεύματι δὲ τὴν οὐράνιον. Εἰ γὰρ κατὰ τὸν σὸν λόγον, ὅτε ὁ Ἀδὰμ ἐκτίσθη, κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα, εὑρεθήσεται ὁ μὲν πατὴρ καὶ υἱὸς κτίζων τὸν γήϊνον ἄνθρωπον, τὸ δὲ πνεῦμα τὸν οὐράνιον. Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ἐπλάσθη ὁ Ἀδάμ , ὅτε ἐδημιουργήθη, ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστο. Ἀλλὰ τί ποιεῖ ὁ θεός; Ὥσπερ οὐκ ἠθέλησε τὴν ψυχὴν τοῦ Ἀδὰμ παρεῖναι τῇ δημιουργίᾳ τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησε θνητὸν ὀφθαλμὸν παρεῖναι τῇ τῆς γυναικὸς δημιουργίᾳ. Διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει ὕπνον τῷ Ἀδάμ , ἵνα μὴ παρῇ καὶ περιεργάζηται θεοῦ δημιουργίαν. Καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν, τουτέστιν ὕπνον, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ. Ὁ δήσας καὶ ἔλυσεν. Ἐξ ὧν ἐργάζεται, δανείζεται· ἐξ ὧν ποιεῖ λαμβάνει. Ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Πόθεν ἀντεπλήρωσεν, ἀπορεῖ ὁ λόγος· ἡ δύναμις οὐκ ἀπορεῖ. Καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν, εἰς γυναῖκα. Πῶς πάλιν ᾠκοδόμησεν; Ὀστοῦν πλευρᾶς πῶς εἰς ὀφθαλμὸν μετεποιήθη; Πῶς εἰς χεῖρας διεπλάσθη; Πῶς εἰς νεῦρα διετάθη; Πῶς εἰς ἧπαρ μετεχρώσθη; Πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη; Πῶς ἐπάγη γλῶττα; Πῶς ἀπετορνεύθη χείλη; Πῶς διεγλύφησαν ῥῖνες; Πῶς ἐπετάσθη τὰ ὦτα; Πῶς ἤνθησαν τρίχες; Πόθεν ἐφύησαν ὄνυχες; Πῶς διατρέχει τὸ αἷμα; Ἑρμήνευσον τὴν σὴν δημιουργίαν. Εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν. Ἐπέβαλεν ἐπὶ τῷ Ἀδὰμ ἔκστασιν ὁ θεὸς καὶ ὕπνωσε. Καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα. Καὶ βλέπε τὴν πάνσοφον σοφίαν. Ἀπὸ ἑνὸς πλάττει δύο, ἵνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέσῃ διὰ τῆς συμφυίας. Ἀπὸ τοῦ Ἀδὰμ ἐποίησε τὴν γυναῖκα. Ἀπὸ τοῦ ἑνὸς ἐποίησε δύο. Πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα. Τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖ σῶμα. Τὸ ῥῆμα ἀνθρώπινον· τὸ δὲ νόημα θεῖον. Ἑρμήνευσον πῶς ᾠκοδόμηται, καὶ οὐχ εὑρήσεις πῶς ἡ πλευρὰ ᾠκοδόμηται. Πῶς τὸ μὲν ἔπλασε, τὴν δὲ ᾠκοδόμησε. Μὴ ταὐτόν ἐστι πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς. Ἔπλασεν ὁ θεὸς τὸν Ἀδὰμ ἀπὸ γῆς. Ἐδημιούργησε τὴν Εὔαν ἀπὸ πλευρᾶς. Κατασκευάζει τὸν Κάιν καὶ τὸν Ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀπὸ συναφείας. Καί εἰσιν οἱ μὲν γενητοί, ὁ δὲ πλαστός, ἡ δὲ οἰκοδομητή. Τὰ ὀνόματα οὐκ ἴσα. Ἐμερίσθη ἡ οὐσία; Οὐδαμῶς. Ταῦτά μοι εὐκαίρως εἰρήσθω, ἐπειδὴ λέγουσιν οἱ αἱρετικοί , ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια, ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφοράν, τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν. Δὸς οὖν διαφορὰν τοῦ Ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ. Ὁ γὰρ Ἀδὰμ καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητός, καθὼς ἐγένετο· ἀγέννητος, καθὼς οὐκ ἐγεννήθη. Καὶ ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ οὔτε ἐγεννήθη, οὔτε ἐπλάσθη. Ἐπανάλαβε πάλιν τὸ ῥῆμα καὶ στῆσον τὸ νόημα. Ὁ Ἀδὰμ ἐπλάσθη, καὶ οὐκ ἐγεννήθη· ἡ γυνὴ ᾠκοδομήθη, καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη, ὥσπερ ὁ Κάιν · καὶ οἱ λοιποὶ οὔτε ἐπλάσθησαν, οὔτε ᾠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν. Ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν νοημάτων – Ἄλλο γὰρ τὸ πλασθῆναι, καὶ ἄλλο τὸ οἰκοδομηθῆναι, καὶ ἄλλο τὸ γεννηθῆναι –, δεῖξόν μοι οὐσίας διαφορὰν τοῦ Ἀδὰμ πρὸς τὴν Εὔαν , καὶ τοῦ ἐξ αὐτῶν. Εἰ δὲ τέμνονται ταῖς προσηγορίαις καὶ οὐ τέμνονται τῇ οὐσίᾳ, τί θαυμαστόν; Εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφεις, ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν.