Πόθεν δέ σοι τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον; Ἠρνήσω πατρὸς καὶ υἱοῦ τὴν προσηγορίαν· Σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος τῇ προσηγορίᾳ. Οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεὸς; Οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸ τῆς σῆς ἐπινοίας εὑρεῖν; Οὐκ ἠδύνατο εἰπεῖν, βαπτίζετε αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; Ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη καὶ ὁ ὑπὲρ εὐσεβείας ἀγὼν ἑτέρῳ καιρῷ ταμιευέσθω, εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· Ἐπέβαλε τῷ Ἀδὰμ τὸν ὕπνον καὶ τότε τὴν πλευρὰν ἔλαβεν. Ἐπεὶ οὖν ἐκ τῆς πλευρᾶς ταύτης ἔμελλε προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως – Γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τῷ Ἀδάμ –, ὁ σωτὴρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι ἀντιτίθησι πλευρὰν πλευρᾷ· καὶ ἐν τῷ σταυρῷ τῇ λόγχῃ παρέδωκε τὴν πλευράν , ἵνα ὅθεν ἐπήγαγε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσῃ ἡ σωτηρία. Ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα καὶ βλέπε τὸ θαυμαστόν. Ἐπειδὴ γὰρ ὁ Ἀδὰμ μετὰ τὸν ὕπνον ἀφῃρέθη τῆς πλευρᾶς – Οὐ γὰρ ἐγρηγορότος τοῦ Ἀδὰμ ἡ πλευρὰ ἀφῃρέθη. –, ὁ σωτὴρ οὐκ ἐγρηγορὼς τῷ σώματι τὴν πλευρὰν διενύγη, ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκε τὴν πλευρὰν τῷ στρατιώτῃ. Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ὁ σωτὴρ ἐπὶ τοῦ σταυροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, τὰ μὲν ἄλλα ὑπέμεινεν ἔτι ὢν ἐν σαρκὶ καὶ φαινόμενος, κατὰ τὴν ἀνθρωπίνην κατάστασιν. Θεοῦ γὰρ πάθος οὐχ ἅπτεται. Θεὸν πάθος οὐχ ὑβρίζει. Θεὸν πάθος οὐ μειοῖ, εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος. Εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι , πῶς αὐτὸς τῶν παθῶν μετέσχε τοῦ σώματος; Ψυχὴ οὐκ ἀποθνήσκει καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; Πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, ἐπὶ τέλει τῆς οἰκονομίας, ἵνα δείξῃ τῆς οἰκονομίας τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν αὐθεντοῦσαν, καὶ οὐχ ὑποκύπτουσαν νόμοις φύσεως, φησὶν ἐπὶ τοῦ σταυροῦ· Τετέλεσται. Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Φωνῇ τὴν φύσιν διέλυσε, λόγῳ τὴν πῆξιν ἐφήρμοσε. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ὅτε οὖν παρέδωκε τὸ πνεῦμα κατὰ τὸ ἀνθρώπινον σχῆμα, νεκρωθέντος αὐτοῦ, μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως, οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου τὸ ψιλῷ ῥήματι τὴν ψυχὴν παραδοῦναι, προσῆλθον πειράζοντες εἰ ζῇ. Καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῷ σώματι, ζῶντα δὲ τῇ ἐνεργείᾳ. Καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον, μετὰ τὸν σταυρὸν ὡμολόγουν υἱὸν τοῦ θεοῦ. Ὅτε γὰρ ὁ στρατιώτης λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἤνοιξεν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ , ὅ ἐστι νεκροῦ ἀλλότριον. Οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει, ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικόν, τότε ἡ πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν. Τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκὼς τῷ σταυρῷ· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος. Ζῶντα ἠρνήσω καὶ ἀποθανόντα κηρύττεις; Ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· Ὥσπερ τῷ Ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν , οὕτω τοῦ σωτῆρος τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη. Καὶ γὰρ τότε μετὰ τὸν ὕπνον καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες υἱὸν θεοῦ ἐκήρυξαν. Οἱ δὲ αἱρετικοὶ καὶ θαῦμα βλέποντες, κτίσμα λέγουσι. Διὰ τί δέ, ἀδελφοί, τῇ λόγχῃ ὑπήντησεν ἡ πλευρά ; Ἔδει ἐν τῷ σχήματι τοῦ σταυροῦ πάντα λυθῆναι τὰ κατὰ τοῦ Ἀδάμ . Ἐπειδὴ γὰρ ἐκβαλὼν ὁ θεὸς τὸν Ἀδὰμ ἀπὸ τοῦ παραδείσου τὴν φλογίνην ῥομφαίαν τὴν κωλύουσαν αὐτὸν περιέθηκεν εἰσέρχεσθαι εἰς τὸν παράδεισον, ἡ δὲ ῥομφαία ἦν στρεφομένη. Πᾶν δὲ τὸ στρεφόμενον ἕως ἂν συγκρούσῃ τινὶ τῶν ἀντιπιπτόντων οὐχ ἵσταται. Ἴστε δὲ ἀπὸ τῆς πείρας, ἀδελφοί, τὸ λεγόμενον, ὅτι πᾶν τὸ στρεφόμενον, ἐὰν μή τινι συγκρούσῃ, οὐχ ἵσταται τοῦ οἰκείου δρόμου. Ἐπεὶ οὖν οὐδεὶς ἠδύνατο ἀντιστῆναι τῇ πυρίνῃ ῥομφαίᾳ, ἐν τῇ οἰκονομίᾳ τοῦ σταυροῦ τῷ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν, ἵνα διὰ τῆς αἰ σθητῆς λόγχης ἡ νοητὴ ῥομφαία συγκρούσασα τῇ πλευρᾷ, παύσηται λοιπὸν τῆς ἀπειλῆς καὶ μηκέτι τοῖς ἀνθρώποις τὴν εἴσοδον ἀποκλείσῃ τοῦ παραδείσου. Ἐδέξατο τοίνυν ὁ κύριος τὴν ῥομφαίαν διὰ τῆς πλευρᾶς καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδείσου. Ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία τῷ πληγέντι διὰ πλευρᾶς. Ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου καὶ ἐπὶ τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς τὴν βασιλείαν. Ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν ἀλλ’ οὐκ ἠφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν. Ἀλλ’ οἶδα ὅτι καιρὸς τῇ λειτουργίᾳ παραχωρεῖν. Πάντα γὰρ δυνατὰ τῷ θεῷ, ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν παντὸς λόγου τὴν δύναμιν. Δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται. Εὐχαριστήσωμεν οὖν τῷ θεῷ, ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν καὶ μυρίους παραδείσους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν. Εὐχαριστήσωμεν τῷ θεῷ, ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες, εἰς βασιλείαν οὐρανῶν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.