Καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι, καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος. Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής. Πόνοι γεννῶσι ἀρετάς, πόνοις ἁρμόζεται τὸ τῆς νηστείας διάγγελμα, πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα. Πόνων ἔπαθλον ἡ βασιλεία τῶν οὐρανῶν. Διήνυσται ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων ἡ πανάρετος ἑβδομάς, καὶ εἰς τέλος ἔδραμε τὸ πρῶτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον. Σήμερον, ἀδελφοί, ἐστιν ἡ ἡμέρα, καθ’ ἣν ὁ Ἀδὰμ ἐπλάσθη, καθ’ ἣν κατ’ εἰκόνα θεοῦ γέγονε. Καὶ ἐπειδὴ χθὲς τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθ’ ἣν ὁ Ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους. Ἔπλασεν αὐτὸν ὁ θεὸς τῇδε τῇ ἡμέρᾳ· πάλιν αὐτὸν ἀναπλάτ τει κατὰ τήνδε τὴν ἡμέραν. Τί οὖν; ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα; ὅτε ὁ θεὸς ἐποίησε τὴν οἰκουμένην, καὶ διεκόσμησεν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ τὴν γῆν ὁμοίως διεποίκιλε ποταμοῖς καὶ πηγαῖς διεζωσμένην, ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην καὶ θάλασσαν μὲν ἀπετείχισε, σύμπασαν δὲ τὴν εὐπρέπειαν τῷδε τῷ κόσμῳ περιέθηκεν, ὡς πολλάκις ἔφθην εἰπών. ἐδημιούργησε καὶ ἔπλασε τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ αὐτὸν οὐχ ὁμοίως τοῖς ἄλλοις. Τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη λόγῳ μόνῳ κελεύσας ἀπὸ γῆς προσέφερεν· Ἐξαγαγέτω ἡ γῆ τετράποδα, ἑρπετὰ καὶ θηρία. Τὰ δοῦλα λόγῳ καλεῖται, τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ διαπλάττεται, οὐχ ὅτι θεοῦ χείρ ἐστι καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ χεῖρα δημιουργοῦσαν. Τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων ἐπιτάττοντες ποιοῦμεν, τὰ δὲ ποθεινὰ δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν. Διὰ τοῦτό φησιν ἡ γραφή· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. ἔλαβε χοῦν , οὐ βῶλον, οὐ παχυτάτην γῆν, ἀλλὰ λεπτότατον χοῦν. Ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον· Καὶ εἰς χοῦν θανάτου κατήγαγές με , ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος, ἀπαγορεύσῃ τὴν ἐλπίδα τῶν ἀνθρώπων, ἐν αὐτῇ τῇ δημιουργίᾳ ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως. Διό φησιν ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. Ἐκεῖ χοῦς καὶ ὧδε χοῦς· ἐκεῖνος τῇ δυνάμει τοῦ τεχνίτου μετεποιήθη καὶ οὗτος τῇ σοφίᾳ τοῦ δημιουργοῦ μετεβάλλετο. Ἔλαβε χοῦν καὶ ἔπλασεν . Τὸ μὲν πόθεν ἔλαβε καὶ τὶ ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλαβες τὸν λόγον. Τὴν πλάσιν εἶπε, τὸν δὲ τρόπον ἀπέκρυψεν, ἵνα μάθῃς μὴ περιεργάζεσθαι θεοῦ δημιουργίαν. Εἰ δὲ θεοῦ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι, πολλῷ μᾶλλον θεοῦ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις. Ἔπειτα μὲν τετράποδα ποιῶν ὁ θεός, ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγε. Τὸν δὲ ἄνθρωπον πλάττων, πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἐνέθηκε. Διὰ τί; Ἵνα καὶ ἐν τούτῳ δείξῃ τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου. Ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῷα καὶ τὰ κτήνη λυόμενα θανάτῳ, συναφανίζει τῷ σώματι καὶ τὴν ψυχήν, ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν, ὅπου πάλιν τὸ πᾶν ἤμελλεν ἀφανίζεσθαι. Τὸ μὲν οὖν σῶμα ἀπὸ γῆς λαμβάνει τὸν ἄνθρωπον πλάσας θεός, τὴν δὲ ψυχὴν ἐμφυσᾷ. Καὶ μικρὸν ἀνάμεινον, ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω. Ἐκ προοιμίων γὰρ καὶ τούτῳ καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει. Πλάττει τὸ σῶμα πρῶτον. Καὶ πρῶτον ὁ ἄνθρωπος ἔλαβεν εἰκόνα νεκράν, καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο. Πρῶτον ἐδείχθη νεκρός, εἶτα ζῶν. Πρῶτον ἔπλασε σῶμα νεκρόν, εἰς ὃ ἤμελλε καταλήγειν ὁ ἄνθρωπος. Εἶτα ὅτε ἀπετέλεσε τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα. Καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρῶτον, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων. Οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται, ὡς συνεργὸς οὖσα τοῦ θεοῦ. Καὶ οὐ μόνον, ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μηδὲ τὸν τρόπον ἴδῃ τοῦ γινομένου. Τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός. Καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν τῇ κοιλίᾳ. Καὶ πῶς πλάττει, οὐδενὶ βλέπειν συνεχώρησε. Σπειρόμεθα καὶ πλαττόμεθα, καὶ ἡ μὲν φύσις τὸν δρόμον διανύει, τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεὶς καταλαμβάνει. Ὢ τοῦ θαύματος. Κτίζεται ναὸς ἐν ναῷ, οἶκος ἐν οἴκῳ κατασκευάζεται. Καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται. Ποιεῖ τοίνυν τὸν ἄνθρωπον κατὰ τὴν νεκρὰν εἰκόνα. Εἶτά φησιν· Ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδὰμ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα αὐτοῦ ἦν ἡ ψυχὴ καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ μετεδόθη τῷ σώματι ἡ ψυχή. Ἔστι γὰρ πολλῆς οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος. Εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἡ ψυχή, οὐκ ἐχρῆν ἐν τῷ μὲν εἶναι σοφήν, ἐν ἄλλῳ δὲ μωρὰν καὶ ἀσύνετον, οὐδὲ ἐν τούτῳ μὲν εἶναι ψυχὴν δικαίαν, ἐν ἑτέρῳ δὲ ἄδι κον. Ἡ γὰρ τοῦ θεοῦ οὐσία οὐ μερίζεται, οὐδὲ ἀλλοιοῦται, ἀλλ’ ἔστιν ἀναλλοίωτος. Ἐγὼ γάρ εἰμί φησι καὶ οὐκ ἠλλοίωμαι. Ἔπειτα, ἀδελφοί, οὐ μόνον εὑρίσκομεν διαμαρτανούσας ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας, ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας. Λέγει γὰρ ὁ σωτήρ· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχή, ἑαυτὸν κρίνει ὁ θεός.