Κ αλοὶ τῆς ὑπομονῆς οἱ πόνοι, καὶ κάλλϊστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεής· πό νοι γεννῶσϊν ἀρετάς, πόνοις ἀρμόζεται, τὸ τῆς νηστείας ἐ πάγγελμα· πόνοις κατορθοῦται, τὸ λαμπρὸν τοῦ μαρτϋ ρΐου στρατήγημα· πόνον ἔπαθλον, ἡ βασϊλεία τῶν οὐρανῶν οὐνῶν . δϊήνυσται ἡμῗν μετὰ τῶν ἱερῶν τούτων πόνων, ἡ πανάρετ ω ο ς ἐβδομάς· καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γϋμνάσϊον, καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἐστϊν ἡ ἡμέρα, καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆ ἕκτη ἡμέρα, πάλϊν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θῦ λόγος κατὰ τήνδε τὴν ἡ μέραν· τϊ οὖν. ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώ μεθα· ὅτε ἐποίησεν ὁ θεὸς θς τὴν οἰκουμένην· καὶ δϊἐκόσμη σεν οὐρανὸν οὐνὸν ἡλΐω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοίως δϊεποίκϊλε ποταμοῖς καὶ πηγαῖς δϊεζωσμένην· ἄνθεσϊ καὶ φϋτοῖς ἐστεφανομένην· καὶ θάλασσαν μὲν ἀπετείχϊσεν σύμπασαν δὲ τὴν εὐρέπειαν τῶδε τῷ κόσμῳ παρέθηκεν. ὡς πολλάκϊς ἔφθην εἰπὼν, ἐδημϊούργησε καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ, οὐ χ’ ὁμοίως τοῖς ἄλλοις· τὰ γὰρ τετράποδα καὶ τὰ θηρΐα καὶ τὰ κτήνη· λόγω μόνω κελεύσας· ἀπο γῆς προέφερεν· ἐ ξαγαγέτω ἡ γῆ τετράποδα· ἑρπετὰ καὶ θηρΐα, τὰ δούλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διαπλά ττεται· οὐχ’ ὅτϊ θεοῦ θῦ χεῖρ ἐστϊ καὶ μέλλος τοιοῦτον· ἀλλὰ βου ληθεὶς τὸ τΐμϊον παραστῆσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ θῦ χεῖρα δημϊουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπι τάττοντες ποιοῦμεν· τὰ δὲ ποθϊνὰ, δϊ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνωμεν. διὰ τοῦτο φησὶν ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ βώλον· οὐ παχϋ τάτην γῆν· ἀλλὰ λεπτότατον χοῦν, ὅρα πῶς ἐξ αὐτῶν τῶν προοἰμΐων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τϊς τὸν ἐν τά φοις χοῦν θεασάμενος ἀπαγορεύση τὴν ἐλπΐδα τῶν ἀνθρώπων ἀνων · ἐν αὐτῆ τῆ δημϊουργία ἔπηξε τὴν ἐλπΐδα τῆς ἀναστάσεως, ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς, ἐκεῖ χοῦς, καὶ ὧδε χοῦς, ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνΐτου μετεποιή θη, καὶ οὗτος τῆ σοφΐα τοῦ δημϊουργοῦ μετεβάλλεται, ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν· καὶ τΐ ἔ πλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλα βες. τὸν λόγον ἐδΐδαξεν, τὸν δὲ τρόπον ἀπέκρϊψεν· ἵνα μάθης μὴ περιεργάζεσθαι θεοῦ θῦ δημϊουργΐαν· εἰ δὲ θεοὺ θῦ δη μϊουργΐαν οὐκ’ ἐπετράπεις περϊεργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θῦ γέννησϊν πολϋπραγμονεῖν οὐκ’ ὀφείλεις· ἐπεὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεός θς · ὁμοῦ μετὰ τῶν ἀσωμά των, καὶ τὰς ψϋχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπων ἄνον πλάττων, πρῶ τον κατασκευάζει τὸ τοῦ σῶματος ὄργανον, καὶ τότε τὴν ψϋχὴν δημϊουργήσας ἐνέθηκεν, δια τῒ· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου , ἐπειδὴ γὰρ τὰ μὲν ἄλογα ζῶα καὶ τὰ κτήνη· λυόμεν ἀθανάτω, συναφανί ζει τῶ σώματι καὶ τὴν ψϋχήν ἐκεῖθεν αὐτῶν λέγει τὴν γέ νεσϊν, ὅπου πάλϊν τὸ πᾶν ἔμελλεν ἀφανΐζεσθαι. τὸν δὲ ἄνθρωπον ἄνον πλάσας, τὸ μὲν σῶμα, ἀπὸ γῆς λαμβάνει. τὴν δὲ ψϋχὴν, ἐμφϋσᾶ. καὶ μϊκρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παρα στήσω· ἐκ προοιμΐων γὰρ καὶ τοῦτο, τὴν ἐλπΐδα τῆς ἀ ναστάσεως ὑπογράφει πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκράν, καὶ τότε ζῶσαν τὴν ἐνέρ γειαν τῆς ψϋχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρόν εἰς ὃ ἔμελλεν καταλήγει ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκεν τὸν χαρακτῆρα, καὶ οὐ ποιεῖ τὴν ψϋχὴν προ τοῦ σώματος, ἵνα μὴ γένηται αὐτόπης τῶν γϊνομένων. οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημϊουργία, ἵνα μὴ καυ χήσηται ὡς συνεργὸς τοῦ θεοῦ θῦ · καὶ οὐ μόνον ἵνα μὴ καυ χήσεται ῶς συνεργῶς τοῦ θεοῦ θῦ · καὶ οὐ μόνον ἵνα μὴ καυχή σηται, ἀλλ’ ἵνα μηδὲ τὸν τρόπον ἴδη τῶν γϊνομένων· τοῦ το και νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλΐα, καὶ πῶς πλάττει· οὐδενὶ βλέπειν συνεχώρη σεν· σπειρόμεθα καὶ πλαττόμεθα καὶ ἡ μὲν φύσϊς, τὸν δρόμον διανύει· τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεῖς καταλαμβάνει, ὢ τοῦ θαύματος. κτΐζεται ναὸς ἐν ναῶ· πλάττεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν μϊκρὰν οἰκόνα εἶτα φησὶν ἐνεφύσησεν ὁ θεός θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνο ὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψϋχὴν ζῶσαν· πολλοὶ ἐνόμησαν ὅτϊ τὸ ἐμφύσημα, αὐτὸ ἦν ἡ ψϋχὴ. καὶ ὅτϊ ἐκ τῆς οὐσΐας τοῦ θεοῦ θῦ μετεδόθη τὸ σώματϊ ἡ ψϋχή· ἔ στι δὲ πολλῆς· οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπΐας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐν τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψϋχή· οὐκ’ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον. οὐδὲ ἐν τούτω μὲν εἶναι ψϋχὴν δϊκαίαν ἐν ἄλλω δὲ ἄδϊκον. ἡ γὰρ τοῦ θεοῦ οὐσΐα, οὐ μερΐζεται οὐδὲ ἀλλοιοῦται· ἀλλ’ ἔ στϊν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμῒ φησὶ φη καὶ οὐκ ἠλλοίομαι. ἔπειτα ἀδελφοὶ· οὐ μόνον εὑρΐσκομεν διαμαρτανοῦσας ψϋχὰς καὶ ἐκ τούτου ἐ κ λεγχομένας ὡς οὐκ’ εἱσὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ’ εὑρΐσκομεν αὐτὰς, καὶ κρίση ὑπο βαλλομένας· λέγει ὁ σωτήρ σήρ · μὴ φοβηθῆτε ἀπὸ τῶν ἀπο κτενόντων τὸ σῶμα, τὴν δὲ ψϋχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν , τὸν δυναμένον καὶ ψϋχὴν καὶ σῶμα ἀπωλέσαι ἐν γεέννη· εἰ οὖν ἐ ξ αυτοῦ ἡ ψϋχή, ἑαὐτὸν κρϊνεῖ ὁ θεός θς · τΐ οὖν βούλεται τὸ ἐμφύσημα τὸ ἐμφύσημα ἀναγκαῖον ἰδεῖν· ἐπϊ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγΐου πνεύματός πνς ἐστῒν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφύσημει σεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγϊον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπΐνος ἀκουό μενον, πνεῦμά ἐστιν τὸ προσκυνητὸν καὶ ἅγϊον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγϊον προελθὸν, οὐκ αὐτὸ γέγονε ψϋχή. ἀλλὰ ψϋχὴν ἔκτϊσεν· οὐκ αὐτὸ εἰς ψϋχὴν μετεβλήθη, ἀλ λὰ ψϋχὴν ἐδημϊούργησεν· δημϊουργὸν τὸ πνεῦμα πνα τὸ ἅγϊον· κοινωνεῖ τῆ δημϊουργία τοῦ σῶματος, καὶ δημϊουργΐα τῆς ψϋχῆς· πατὴρ πὴρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγϊον, τῆ θείαι δυνά μει δημϊουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτϊ μέρος μὲν ὁ πατὴρ πὴρ συνεβάλλετο· μέρος δὲ ὁ υἱός υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγϊον· ἀλλ’ ἐκεῖνο λέγω· ὅτϊ κἂν πατὴρ πὴρ ποιήση, υἱοῦ τὸ ἔργον· καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημϊουργή ση, πατρὸς πρς ἡ δημϊουργΐα, καὶ τοῦ ἁγΐου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τϊς ἀπϊστεῖ ὅτϊ τὸ πνεῦμα πνα τὸ ἅγϊον οὐκ ἐκοινώνησεν τῆ ἡμετέρα δημϊουργΐα, ἐλεγχέσθω ἐκ τῶν μϋστηρίων. εἰ μὴ ὑπὸ τῆς τρϊάδος ἐκτίσθημεν· πῶς καὶ τὸ ἁγΐω πνεύματι πνι ἐπϊγράφεται ἡ μϋσταγωγΐα· πῶς ἐν ονόματϊ πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγΐου πνεύματος πνς ἀνακαινΐζεται ἡ δημϊουργΐα. ἀλλ’ ὅτε μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα πνα · οὐ κ οὖν δημϊουρ γΐα γὸν τὸ πνεῦμα πνα τὸ ἅγΐον κἂν θέλωσϊν οἱ ἐχθροὶ κἂν μὴ θέλωσϊν· καὶ μαρτϋρεῖ δαυὶδ δαδ ὁ προφή της τῆ δημϊουργΐκῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀν θρωπΐνης δϊαλεγόμενος κατασκευῆς φησίν φη . πάντα προς σὲ προσδοκῶσϊν κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔ καιρον· δόντος σοι, αὐτοὶ συλλέγξουσϊν· ἀνοίξαντος δέ σου τὸ προ τὴν χεῖρα, τὰ σΰμπατα πλησθήσονται χρη στότητος, ταῦτα τὴν ἄφθονον χορηγΐαν ἐνδείκνϋται. εἶτα τῒ τὸ ἐπαγόμενον· ἀποστρέψαντός δέ σου τὸ πρό σωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλεί ψουσϊν, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπϊστρέψουσϊν· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται, οὐκ οὖν, κτΐστης καὶ δημϊουργὸς, τὸ πνεῦμα πνα τὸ ἅγϊον, καὶ βλέπε ῥημάτων ἀκρίβειαν, ὅτε μὲν περὶ τῆς ψϋχῆς τῆς ἡμετέρας λέγει ἀντ’ ἀνελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐ κλείψουσϊν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγΐου διαλέγεται, ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου φησι φη κτϊσθήσονται· εἰ δὲ πρὸς ταύτην ἀντϊλέξαι τολμήσου σϊ τὴν ἡ ἀλήθειαν οἱ αἱρετϊκοί, ἑτέρα μαρτϋρία πάλϊν αὐτοὺς ἀποστρέψει, τὴν τοῦ ἁγΐου πνεύματος πνς δημϊουργϊκὴν δύναμϊν κηρύ ττουσα· τὸ γὰρ κρεῖττον πάσης δημϊουργΐας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγΐου πνεύματος πνς εὑρΐσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγϊον καὶ προσκυνητὸν· δι οὗ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ κόσμος ὅλος ἀνακαινΐζεται καὶ οἰκουμένη σώ ζεται, ἔργον ἐστϊ τοῦ ἁγΐου πνεύματος πνς , τῆς γοῦν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελϊσθεῖσαν ξένην ὡδίνα· καὶ λεγούσης πῶς ἔσται μοι τούτο ἐπεὶ ἄνδρα οὐ γϊνώσκω· ὁ ἄγγε λός φησὶ φη προς αυτὴν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπϊ σὲ καὶ δύ ναμϊς ὑψΐστου ἐπϊσκιάσει σοι, τϊνὲς ἐνόμϊσαν, πνεῦμα πνα μὲν ἅ γϊον εἰρῆσθαι, αὐτὸ τὸ πνεῦμα πνα · δύναμϊν δὲ ὑψΐστου τὸν υἱόν υν · δεῖ δὲ εἰδέναι· ὅτϊ αὐτὸ ἐκάλεσε καὶ πνεῦμα πνα ἅγϊον. καὶ δύναμϊν ὑψΐστου, ὥσπερ γὰρ ὁ υἱὸς υς δύναμϊς ὑψΐστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμϊς, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγϊον δύναμϊς ὀνομάζεται· λέ γει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος· μείνατε ἐν ἱερουσαλήμ ἱελήμ , ἕως οὗ ἐν δύσησθε δύναμϊν ἐξ ὕψους· καὶ προ τούτου ἀδελφοὶ ὁ ἄγγελος ἄγγελ τῷ ἰωσὴφ δϊαλεγόμενός φησιν φη · ἰ ωσ ὴφ υἱὸς υς δαυίδ δαδ · μὴ φοβηθὴς παραλαβεῖν μαρϊὰμ τὴν γυναίκα σου τὸ γὰρ ἐν αὐτῇ γε ννηθὲν, οὐ γεννηθὲν ἵνα μὴ νομΐσης κτϊστὴν τὴν θείαν καὶ ἄχραντον φύσϊν, ἐκ πνεύματος πνς ἐστὶν ἁγΐου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔδειξεν τὸ πνεῦμα πνα τὸ ἅγϊον· δεῖξον δϊαφορὰν δημϊουρ γΐας προς δημϊουργίαν· ἀλλ’ ὅρα μὴ ἐσχηνθὴς· πατρὶ πρὶ μὲν ἐπὶ γράφων τὴν γηΐνην εἰκόνα, τῷ δὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα. εἰ γὰρ κατὰ τὸν σὸν λόγον ὅτε ὁ ἀδὰμ ἐκτΐσθη κοινωνΐαν οὐκ έσχεν εἰς δημϊουργίαν τὸ πνεῦμα πνα , εὑρεθήσεται ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς υς , κτΐζων τὸν γή ΐ ϊ νον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸν οὐράνιον οὐνιον · ἐ νεφύσησεν γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψϋ χὴν ζῶσαν· καὶ πρόσεχε ἀκρϊβῶς, ὅτε ἐπλάσθη· ὅτε ἐδημϊουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα. ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τΐ ποιεῖ ὁ θεός θς , ὥσπερ οὐκ ἠ θέλησεν τὴν ψϋχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημϊουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημϊουργΐα· δϊα τοῦτο μέλλων πλάττειν τὴν γυναίκα, ἐπϊβάλλει τῷ ἀδὰμ κοίμησϊν ἵνα μὴ παρῆ μηδὲ περὶἐργάζηται θεοῦ θυ δημϊουργΐαν· καὶ ἐπέβαλεν ἐπ αυτὸν ἔκστασϊν τοῦτέστϊν ὕπνον, καὶ ὕπνω σεν· καὶ ἔλαβεν μΐαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας, καὶ ἔλϋσεν· ἐξ ὧν ἐργάζεται δανείζεται· ἐξ ὧν ποιεῖ λαμβά νει, ἔλαβεν μΐαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀντεπλήρωσεν· σάρκα ἀντ’ αὐτῆς, πόθεν ἀνεπλήρωσεν· ἀπορεῖ ὁ λόγος, ἡ δὲ δύναμϊς οὐκ’ ἀπορεῖ, καὶ ὠκοδόμησεν τὴν πλευρὰν ἣν ἔλαβεν εἰς γυναῖκα. πῶς πάλϊν ὠκοδώμησεν, ὀστοῦν πλευρᾶς, πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς νεῦρα δϊετάθη, πῶς εἰς ἧπαρ μετ’ ἐρϋθμεΐθη, πῶς εἰς τὴν τῶν ἐγκάτων ποικϊλΐαν μετεσχηματΐσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀποτορνεύθη χείλη· πῶς δϊεγλύφησαν ῥῖ νες· πῶς ἐπετάσθη τὰ ὦτα· πῶς ἥνθησαν τρῖχες. πό θεν· ἐφύησαν ὄνϋχες, πῶς δϊατρέχει τὸ αἷμα, ἐρμήνευ σον τὴν σὴν δημϊουργΐαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπϊστόμϊσόν σου τὴν τοῦ κατὰ τοῦ μονογενοῦς σϋκοφαντΐαν· ἐπέβα βαλεν ἐπῒ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκστασϊν καὶ ὕπνωσεν· καὶ λαμ βάνει μΐαν τῶν πλευρῶν αὐτοῦ, καὶ δημϊουργεῖ γυναῖκα. καὶ βλέπε τὴν πάσοφον σοφΐαν, ἀπὸ ἑνὸς, πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο, τὸν ἕνα πάλϊν ἀποτελέση διὰ τῆς συνα φείας, ἀπὸ τοῦ ἀδὰμ ἔτεκε τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς, ἐποίησε δύο. πάλϊν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τϊκτόμενον, εἰς ἓν ἀ ποτελεῖται σῶμα, τὸ ῥῆμα ἀνθρώπινον ἀνινον , τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὡκοδώμη σεν ται, καὶ οὐχ’ εὑρήσεις· πῶς τὸ μὲν ἔπλασεν τὴν δὲ ὠκοδώμησεν, μὴ τ’ αὐτόν ἐ στϊν πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς· ἔ πλασεν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπο γῆς· ἐδημϊούργησεν τὴν εὔαν ἀπο πλευρᾶς, κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ. καὶ τοὺς ἐξ ἧς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καί εἰσὶν οἱ μὲν γεννητοὶ· ὁ δὲ πλαστός· ἡ δὲ οἰκοδομητής τὰ ὀ νόματα οὐκ ἴσα· ἐμερίσθη σαν ἡ οὐσΐα, οὐδαμῶς. ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσϊν οἱ αἱρετϊκοὶ· ὅτϊ τὸ γεννητὸν καὶ τὸ ἀγέννητον, οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα δϊαφοράν· τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν δϊ άστασϊν· δὸς οὖν τῶ ἀδὰμ διὰφορὰν πρὸς τοῦς ἐξ’ αὐτοῦ. ὁ γὰρ ἀδὰμ γεννητός ἐστϊ καὶ ἀγέννητος· γεννητὸς, καθὼς ἐγέννετο· ἀγένητος, καθ’ ὃ οὐκ εγεννήθη· ἐγένετο καὶ ἐ πλάσθη, ἀλλ’ οὐκ εγενήθη· ἡ δὲ γυνὴ, οὔτε ἐγενήθη, οὕ τε ἐπλάσθη· ἐπανάλαβε πάλϊν τὸ ῥῆμα, καὶ στῆ κ σ ον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη, καὶ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ ὠκοδωμήθη, καὶ οὕτε ἀπὸ γῆς ἐπλάσθη, οὕτε ἀπο κοι λΐας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀνους · οὕτε ἐπλάσθησαν οὕτε ὡκοδομήθησαν. ἀλλ’ ἀ ἐ ε γεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει· δϊαφορὰν ἡ ἔννοια· ἄλλο γὰρ τὸ πλασθῆναι καὶ ἄλλο τὸ οἰκοδομηθῆναι, καὶ ἄλλο τὸ γεννηθῆναι, δειξόν μοι οὐσΐας δϊαφοράν, τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αυτῶν, εἰ δὲ τέμνονται ταῖς προσηγορΐαις· καὶ οὐ τέμνονται τῆ οὐσΐα· τΐ θαυμαστόν· εἰ τὰ ὀνόματα συνεχῶς περϊστρέφοντα, ἐναλλάττει μὲν πρὸς τὴν ἐκφόνησϊν, σϋμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορΐαν, σοφώτερος ἐγένου τοῦ ἁ γΐου πνεύματος πνς τὴν προσηγορΐαν, οὐκ ἦν σοῦ ἀξιοπιστότερος ὁ θεός θς , οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο, αὐτὸς προ τῆς σῆς ἐπϊνοίας εὑρεῖν οὐκ’ ἠδύνατο εἰπεῖν βαπτΐζεται αὐτοὺς ἐν ονό ματϊ ἀγεννήτου καὶ γεννητοῦ, ἀλλ’ ἠ μὲν πρὸς τοὺς αἱ ρετϊκοὺς μάχη· καὶ ὁ ὑπερ εὑσεβείας ἀγών, ἑτέρῳ κα ὶ ι ρῶ ταμϊευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλ θωμεν· ἐπέβαλε τῷ ἀδὰμ τὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεῖ οὖν ἕμελλεν ἐκ τῆς πλευρᾶς ταῦτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως, γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τῷ ἀδὰμ· ὁ σωτὴρ σὴρ βουλόμενος τὴν πληγὴν θεραπεύσαι, ἀντϊτίθησϊ πλευρᾶν, πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρῶ , τῆ λόγχη παρέδωκε τὴν πλευρ ᾶ ά ν· ἵν’ ὅ θεν ἐπήγαγε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία . ἐξἦλ θεν αἷμα καὶ ὕδωρ, νόει τὸ μϋστήρϊον καὶ τΐμησον τὸν οἰκο νομήσαντα, καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ περὶ τὸν ὕπνον ἀφερέθη τὴν πλευρ ᾶ ὰ ν· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφερέθη, ὁ σωτὴρ σὴρ οὐκ ἐγρηγορῶς, τῷ σώματϊ τὴν πλευρὰν δϊενύγη· ἀλλὰ μὲτὰ τὴν κοί μησϊν τοῦ σώματος· ἔδωκεν τὴν πλευρὰν τῷ στρατιώτῃ καὶ πρόσεχε ἀκρϊβῶς, ὅτε ὁ σωτὴρ σὴρ ἐπῒ τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἰκονομΐαν ἐπλήρου· ὑπέμεινε μὲν τὰ ἄλλα, ἔτϊ ἐν σαρκῒ ὧν καὶ φαινόμενος· καὶ ταῦτα κατὰ τὴν ἀνθρωπίνην ἀνωην ἀνίνην κατάστασϊν. θεοῦ θυ γὰρ πάθος οὐχ’ ἅπτεται· θεὸν θν , πάθος, οὐχ’ ὑ βρΐζει· θεὸν θν πάθος οὐ με ῖ ι οῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψϋχῶν ἐστϊ κατώτερος· εἰ γὰρ καὶ ταῖς ψϋχαῖς ταῖς ἡμετέ ραις αὐτὸς ἐπαγγέλλεται λέγων, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψϋχὴν μὴ δυναμένων ἀποκτείναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχε τοῦ σώματος. ψϋχὴ, οὐκ’ ἀποθνήσκει, καὶ ὁ κτΐσας τὰς ψϋχὰς ἀποθνή σκει, ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην ἀνίνην οὐσΐαν τὰ πάθη, ἐ π’ ἐτείλει τὰ τῆς οἰκονομΐας. ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦ σαν, καὶ οὐχ’ ὑποκύπτουσαν νόμοις φύσεως, ὡς φησὶν φη ἐπῒ τοῦ σταυροῦ στροῦ . τετέλέ ε σται· πάτερ περ εἰς χεῖρας σου παρατΐθημϊ τὸ πνεῦμά πνα μου, φωνῆ. τὴν φύσϊν δϊέλϋσε καὶ λόγῳ, τὴν πῆ ξϊν ἐφήρμωσεν· αὐτὸς γάρ ἐστϊν ὁ λέγων, ἐξουσίαν ἔχω θῆναι τὴν ψϋχήν μου καὶ ἐξουσΐαν ἔχω πάλϊν λαβεῖν αὐτὴν· ὅτϊ οὖν παρέδωκε τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνϊνον σχῆμα νεκρω θέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατϊώται ἀπιστήσαντες διὰ τὸ τ ά α χὺ τῆς ἀπαλλαγῆς, καὶ νοήσαντες ὅτϊ ὑπερβαίνει φύσϊν ἀνθρώπου ἀνου τὸ ψιλῷ ῥῆματϊ τὴν ψϋχὴν παραδώναι, προ σῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν, ἀλη θῶς τῶ σώματϊ· ζῶντα δὲ τῆ ἐνεργεία, καὶ ὃν ἀπέκ τειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὠμολόγουν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατϊώτης λόγχη, τὴν πλευρὰν αὐτοῦ ἔνϋξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ. ὅ ἐστιν νεκροῦ, ἀλλότρϊον. οὐδέποτε γὰρ ἀπο νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπή γασε τὸ αἷμα τὸ μϋστικὸν, τότε πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας σρίας · δϊὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομΐαν· τότε λέγει ὁ ἑκατόνταρχος ἑκατόνταρχ ὁ παρεστηκῶς τῷ σταυρῷ στρῷ · ἀλϋθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἡρνήσο καὶ ἀποθανόντα κηρύττεις, ἀ κρϊβῶς οὖν πρόσεχε τοῖς λεγομένοις, ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπα σεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησϊν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον, καὶ νῦν μετὰ τὴν κοίμησϊν· οἱ στρατϊ ώται αἷμα ἰδόντες, υἱὸν υν θεοῦ θυ ἐκήρϋξαν· οἱ δὲ αἱρετϊκοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσϊν, δια τΐ δὲ τῇ λόγχη ὑπήντησεν ἡ πλευρα, ἔδει ἐν τῷ σχήματϊ τοῦ σταυροῦ στρου πάντα λϋθῆναι τὰ κατὰ τοῦ ἀδὰμ· ἐπειδὴ γὰρ ἐκβαλῶν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου, τὴν φλο γΐνην ῥομφαίαν περϊέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον, ἡ δὲ ρομφαία ἦν στρε φομένη, πᾶν δὲ τὸ στρεφόμενον ἕως ἄν κρούση τινὶ τῶν ἀντϊπϊπτόντων οὐχ’ ἵσταται· ἴστε δὲ ἀπὸ τῆς πεῖρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον, ἐἄν μή τϊνϊ σϋγκρούση, οὐχ’ ἵσταται τοῦ ἰδΐου δρόμου· ἐπεῖ οὖν οὐδεῖς ἡδύνατο ἀντϊστῆναι τῆ ρομφαία τῆ πϋρΐνη. ἐν τῆ οἰκο νομΐα τοῦ σταυροῦ στροῦ , τῶ σχήματϊ τῆς ρομφαίας ἀντέθηκε τὴν πλευρὰν· ἵνα δϊα τῆς αἰσθητῆς λόγχης, ἡ νοητὴ ῥομ φαία σϋγκρούσα τῆ πλευρᾷ, παῦσηται λοιπὸν τῆς ἀπηλῆς· καὶ μηκέτϊ τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν διὰ τῆς πλευρᾶς, καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδεί σου· ἐπήγα γεν σεν ἀπὸ πλευρᾶς ἡ θεραπΐα· τῶ πλη γέντϊ δϊα πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παρα δείσου, καὶ ἐπῒ τέλει αὐτὸν εἰσήγαγεν εἰς βασϊλείαν· ἐ παίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν, ἀλλ’ οὐκ ἠφάνϊ σεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν. ἀλλ οἶδα ὅτϊ ὁ και ρὸς τῆ λειτουργΐα, παραχωρεῖ πάντα γὰρ δυνατὰ τῷ θεῶ θῶ · ὥστε καὶ ἡμῗν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παρϊστᾶν, τοῦ παντὸς λόγου τὴν δύναμϊν· δΐδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· εὐχαρϊστήσωμεν οὖν τῷ θεῷ θῷ · ὅτϊ παράδεισον ἕνα ἀπωλέσαμεν, καὶ μϋρΐους παραδείσους ἀνα πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὑχαρϊστήσωμεν τῷ θεῷ θῷ , ὅτϊ παράδεισον δια τὴν παράβασϊν ἀπωλέσανταις εἰς βασϊλείαν οὐρανῶν οὐνων ἐκλήθημεν. διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ , μεθ οὗ τῶ πατρὶ πρι δόξα συν ἁγΐω πνεύματι πνι , εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν:– :–