⁖λόγος μα :– Κ αλοὶ τῆς ὑπομονῆς οἱ πό νοι· καὶ κάλλιστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, ὁ καρπὸς εὐκλεεῖς· πόνοι, γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζε ται, τὸ τῆς νηστεῖας ἐπάγγελ μα· πόνοις κατορθοῦται, τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπα θλον, ἡ βασιλεῖα τῶν οὐρανῶν οὐνῶν , δι’ ἧς τοίνυν μετὰ τῶν ἱερῶν τοῦτων πόνων, εἰς τέλος ἔδραμεν τὸ πρώτον γυμνά σιον, καὶ λάμπει τὸ τῆς εὐσε βεῖας ἔπαθλον· σήμερον ἀ δελφοὶ ἔστιν ἡμέρα, καθ’ ἧν ὁ ἀδὰμ ἐπλάσθη· καθ ἦν κα τ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐ πειδὴ χθὲς ἡμῖν τὸ τῆς φω νῆς ὄργανον οὐχ ὑπ’ ἤκουσεν, ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα καθ’ ἧν ὁ ἀδὰμ ἐπλάσ θη, τοὺς περὶ τῆς πλάσε ως ἀναλαβεῖν λόγους· ἔπλα σεν αὐτὸν ὁ θεὸς θς · τῆδε ἡμέ ρα πάλιν αὐτὸν ἀναπλάτ τει ὁ τοῦ θεοῦ θυ λόγος, κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν ἵνα τῆς προκειμένης ἐπαγ γελεῖας ἀψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἰκουμένην· καὶ διεκόσμησεν οὐρανὸν οὐνον καὶ ἥλεον καὶ σελήνην καὶ ἄστρα, καὶ τὴν γῆν ὁμοίως κατε ποίκιλεν ποταμοὺς καὶ πηγὰς διεζωσμένην, ἄν θεσιν καὶ φωτὸς ἐστεφανο μένην· καὶ θάλασσαν ἀπε τείχησεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶ κόσ μω περιέθηκεν· ὡς πολ λάκις εὔθην εἰπὼν, ἐδη μιούργησε καὶ ἔπλασε τὸν κόσμον τοῦτον· χειροτο νῆ τὸν δεσπότην· πλάτ τει δὲ αὐτὸν, οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τ ετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη, λόγω μόνω κε λεύσας ἀπὸ γῆς προσέφε ρεν· ἐξαγαγέτω ἡ γῆ τετράπο δα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θεῖας εἰκόνος, χειρὶ πλάττε ται· οὐχ’ ὅτι χεῖρ ἐστὶν καὶ μέλος τοιοῦτον, ἀλλὰ βου ληθεῖς τὸ τίμιον παραστῆ σαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦ σαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθινὰ, διὰ τῶν χειρῶν ἀναλαμβάνο μεν· διὰ τοῦτο φησὶν ἡ γρα φῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ βό λον· οὐ παχυτάτην, ἀλλὰ λε πτότατον χοῦν· ὅρα πῶς ἐ ξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγει τῆς ἀναστά σεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι, κατὰ τὸ εἰρημένον· καὶ εἰς χοῦν θα νάτου κατήγαγές με· ἵνα μή τις τῶν ἐν τοῖς τάφοις χοῦν θεασάμενος ἀπαγορεύ σει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , ἐν αὐτῆ τῆ δημιουργία ἔπι ξε τὴν ἐλπίδα τῆς ἀναστά σεως· διὸ φησίν· ἔλα βεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοὺς, καὶ ὧδε χούς· ἐ κείνω, τῆ δυνάμει τοῦ τεχνί του μετεποιήθη· καὶ οὗτος, τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν γὰρ καὶ ἔπλασεν· τὸ μὲν πό θ εν ἔλαβεν καὶ τί ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετ’ ἐ ποίησεν, οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν, τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης. μὴ περιεργά ζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ’ ἐ πετράπης περιεργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ’ ὀφεί λεις· ἐπεὶ, τὰ μὲν τετρά π οδα ποιὼν ὁ θεός θς , ὁμοῦ μετὰ τῶν σωμάτων, καὶ τὰς ψυ χὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων, πρώτον κατα σκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυ χὴν δημιουργήσας ἔθηκεν· διὰ τί; ἵνα καὶ ἐν τοῦτω δεῖξει, τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυ ώμενα θανάτω, σὺν ἀφα νίζει τὸ σώματι καὶ τὴν ψυχήν· ἐκεῖθεν αὐτῶν λέ γει τὴν γένεσιν, ὅπου πά λιν τὸ πᾶν ἥμελλεν ἀφανί ζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλά σ ας· τὸ μὲν σώμα, ἀπὸ γῆς λαμβάνει· τὴν δὲ ψυχὴν, ἐμ φυσά· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυ σήματος, κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ τοῦτο, τὴν ἐλπίδα τῆς ἀναστάσεως γράφει· πλάττει τὸ σώμα πρώτον· καὶ πρώτον ἄνθρωπος ἄνος ἔλαβεν εἰ κόνα νεκρὰν, καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέ ξατο· πρῶτον εδειχθη νε κ ρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασε σώμα νεκρόν, εἰς ὃ ἔμελλεν καταλίγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σώμα, τότε ἀπέ δωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν προτοῦ σώματος, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖ ναι τῆ δημιουργία. ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον ἴδει τοῦ γενομέ νου. τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν π λάττει ἐν κοιλία· καὶ πῶς πλάττει. οὐδενὶ συνεχώρη σεν βλέπειν· σπηρώμεθα καὶ πλαττώμεθα· καὶ ἡ μὲν φύσις. τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς φύσεως. οὐ δ’ εἷς καταλαμβάνει· ὦ τοῦ θ αύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἴκος ἐν οἶκω κα τασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ’ ἐσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον , κατὰ τὴν νε κρὰν εἰκόνα· εἶτα φησίν· ἐνεφύσησεν εἰς τὸ πρόσω πον τοῦ ἀδὰμ ὁ θεὸς θς πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος , εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐ νόμησαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχῆ· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τὸ σώματι ἡ ψυχῆ· ἔστιν δὲ πολ λῆς οὐ μόνον ἀνοῖας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γ ὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυ χῆ· λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ’ ἐχρὴν ἐν τῶ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μω ρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τῶ μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία, οὐ μερίζε ται οὐδὲ ἀλλοιοῦται, ἀλλ’ ἔστιν ἀνἀλλοίωτος· ἐγὼ γάρ εἰμι φησιν φη , καὶ οὐκ’ ἠλλοίωμαι· ἔπειτα δ ὲ ἀδελφοῖ· οὐ μόνον εὑρήσκο μεν δι’ ἁμαρτανοῦσας τὰς ψυ χὰς καὶ ἐκ τοῦτου ἐλεγχομένας ὡς οὐκ’ εἰσὶν ἐκ τῆς θεῖας οὐσίας, ἀλλ’ εὑρήσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεννόντων τὸ σώμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φο βήθητε δὲ τὸν θεόν θν · τὸν δυ νάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπωλέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχῆ· ἑαυτὸν κρίνει ὁ θεός θς ; τί οὖν βούλεται τὸ ἐμ φύσημα, ἀναγκαῖον ἰδεῖν ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὥ σπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσισεν εἰς τὰ πρόσωπα τῶν ἀπο στόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον· οὕτω τῶ ἐμφύ σιμα τὸ θεῖον· ἀνθρωπίνως ἀνινως ἀκού ωμεν, θεοπρεπῶς δὲ νο οῦμεν· τὸ πνεῦμα πνα ἐστὶν τὸ προσ κυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προσελθὼν οὐκ’ αὐτὸ γέγονεν ἡ ψυχῆ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ’ αὐτὸ γέ γονεν ψυχῆ ἢ εἰς ψυχὴν μετεβλή θη, ἀλλὰ ψυχὴν ἐδημιούργη σεν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆ δημι ουργία τοῦ σώματος, καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ υἱὸς, καὶ πνεῦμα πνα ἅγιον, θεῖα δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅ τι μέρος μὲν ὁ πατὴρ πηρ συνελά βετο· μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον, ἀλλ’ ἐκεῖ νο λέγω· ὅτι κἀν πατὴρ πηρ ποι ήσει, τοῦ υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἀν υἱὸς δημιουργήσει, πατρὸς πρς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀ πιστεῖ ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ’ ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριάδος ἀ ναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφετε ἡ δημιουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱ οῦ καὶ ἁγίου πνεύματος πνς , ἀνακαινίζε ται ἡ δημιουργία· ἀλλ’ ὅτ’ ἂν μὲν ἐκτίσθημεν, οὐ χρεῖα γέ γονε τοῦ πνεύματος πνς · ὅτ’ ἂν δὲ ἀνα καινιζόμεθα παραλαμβά νεται τὸ πνεῦμα πνα ; οὐκ’ οὖν, δη μιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον, κἀν θέλωσιν οἱ ἐχθροῖ κἀν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης, τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης δ ιαλεγόμενος κατασκευῆς, φησί· πάντα πρὸς σὲ προσ δοκοῦσι κύριε κε , δοῦναι τὴν τρο φὴν αὐτῶν εἰς εὔκαιρον· δόν τος σου αὐτοὶ συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεί ρα, τὰ σύμπαντα πλησ θήσονται χρηστότητος· τ αῦτα τὴν ἄφθονον χωρηγί αν, ἐνδεῖκνυ ν ται· εἶτα, τί τὸ ἐπαγόμενον· ἀποστρέ ψαντος δέ σου τὸ πρόσω πον ταραχθήσονται· ἀν τανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ εκλεῖψουσιν· ἐξἀποστε λεῖς τὸ πνεῦμά πνα σου καὶ κτισ θήσονται· οὐκ’ οὖν, κτίσ της καὶ δημιουργὸς, τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται, ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ π ρὸς ταῦτην ἀναβλέψαι τολ μήσουσιν τὴν ἀλήθειαν οἱ αἰρετικοῖ, ἑτέρα μαρτυρί α πάλιν ἀπαστράψει, τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργι κὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πᾶσης δη μιουργίας· καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρήσκεται· τ ὸ γὰρ τοῦ χριστοῦ χυ πανάγιον καὶ προσκυνητὸν σώμα· δι’ οὗ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ ὅλος ὁ κόσμος ἀνακαινίζε ται καὶ ἡ οἰκουμένη σώ ζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γὰρ παρθέ νου τῆς ἁγίας ἀποροῦσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῖνα καὶ λεγοῦσης· πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄν δρα οὐ γινώσκω, ὁ ἄγγελός φησὶ πρὸς αὐτήν· πνεῦμα πνα ἅγι ον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιά σει σοι· τινὲς μὲν ἐνόμη σ αν πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι, αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου, τὸν υἱόν· δεῖ δὲ εἰ δέναι ὅτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον, καὶ δύναμιν ὑψί στου· ὥσπερ γὰρ ὁ υἱὸς δύναμις ὑψίστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύνα μις ὀνομάζεται· λέγει γὰρ τοῖς ἀποστόλοις ὁ κύριος κς · μεῖ νατε εἰς ἱερουσαλὴμ, ἕως οὖ ἐνδύσησθε δύναμιν ἐξ ὕ ψους· ἔπειτα δὲ ἀδελ φ οῖ· ὁ ἄγγελος τῶ ἰωσὴφ δια λεγόμενός, φησίν· ἰωσὴφ υἱὸς δαυίδ δαδ · μὴ φοβηθεῖς παραλαβεῖν μαριὰμ τὴν γυ ναῖκά σου· τὸ γὰρ ἐν αὐτῆ γεννηθέν· ἵνα μὴ νομίσης τὴν θεῖαν καὶ ἄχραντον φύ σιν χραίνεσθαι, οὐκ’ εἶπεν τὸ γὰρ ἐν αὐτῆ γεννηθέν· ἀλλὰ τὸ γεννηθὲν, ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· εἰ τοίνυν τὸ σ ώμα τοῦ θεοῦ θυ ἔκτισε τὸ πνεῦμα πνα τὸ ἅγιον, δεῖξον δια φορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ ὅρα μὴ αἰσχυνθεῖς πατρὶ πρι μὲν ἐπι γράφων τὴν γηΐνην εἰκό να· τὸ δὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγον ὅτε ὁ ἀδὰμ ἐκτίσ θη· κοινωνίαν οὐκ’ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὑ ρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς· κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα , τὸν οὐράνιον οὐνι ον · ἐνεφύσησεν εἰς τὸ πρό σωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ π ρόσεχε ἀκριβῶς· ὅτε ἐ πλάσθη· ὅτε ἐδημιουρ γίθη· ὅτε τὸν οἰκεῖον ἀπέ λαβε χαρακτῆρα, ἡ γυνὴ οὐ δέπω ἔπλαστο· ἀλλὰ τί ποι εῖ ὁ θεός θς · ὥσπερ οὐκ’ ἠθέ λησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐ δὲ συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι, τῆ τῆς γυναικὸς δημιουργία· δ ιὰ τοῦτο μέλλων πλάτ τειν τὴν γυναῖκα, ἐπιβάλ λει τῶ ἀδὰμ κοίμησιν, ἵνα μὴ παρεῖ, μὴ δὲ περι ἐργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκ στασιν· τοῦτ’ ἔστιν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ ὁ δήσας, καὶ ἔλυσεν· ἐξ’ ὦν ἐργάζεται, δανείζεται· ἐξ’ ὦν ποιεῖ, λαμβάνει· ἔλαβε μί αν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσεν σάρκα ἀντ’ αὐ τῆς· πόθεν ἀνεπλήρω σεν; ἀπορεῖ μὲν ὁ λόγος· ἡ δὲ δύναμις οὐκ’ ἀπορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευ ρὰν, ἦν ἔλαβεν εἰς γυναῖκα· π ῶς πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσ θη· πῶς εἰς ἤπαρ μετερυθ μήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσ χηματίσθη· πῶς ἐπάγη γλώττα· πῶς ἀπετορνεύ θη χείλη· πῶς διεγλύφη σαν ῥῖνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογε νοὺς συκοφαντίαν· ἐπέ βαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστα σιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν, καὶ δημιουρ γεῖ γ υ ναῖκα· καὶ βλέπε τὴν π άνσοφον σοφίαν· ἀπὸ ἑνὸς, πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο, τὸν ἕνα πάλιν ἀποτε λέσει διὰ τῆς συναφεῖας· ἀπὸ τοῦ ἀδὰμ, ἔτεκεν τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς ἐ ποίησε δύο· παλιν ὁ αὐτὸς, ἀπὸ τῶν δύο ποιεῖ τον ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀν δρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖται σώμα· τὸ ῥῆ μα ἀνθρώπινον ἀνινον , τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμη ται πλευρὰ, καὶ οὐχ’ εὑρήσης· πῶς τὸ μὲν ἔπλασεν, τὴν δὲ, ὠκοδόμησεν ἀπὸ πλευρᾶς· ἔπλασε τὸν ἀδὰμ ἀπὸ γῆς· ἐ δημιούργησεν τὴν εὖαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους , ἀπὸ συ ναφεῖας· καί εἰσίν· οἱ μὲν, γεννητοῖ· ὁ δὲ, πλαστός· ἡ δὲ, ὠκοδομητῆ· τὰ ὀνόμα τα οὐκ’ ἴσα, ἐμερίσθη ἡ οὐσία· τ αῦτα μοι εὐκαίρως εἰρῆσθω· ἐπειδὴ λέγουσιν οἱ αἰρετικοῖ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέν νητον οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν, τὸσαύτην ἔχει καὶ τὰ πράγ ματα τὴν διάστασιν· δὸς οὖν διαφορὰν τῶ ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ, καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητὸς, καθ’ ὃ ἐγένετο· ἀγέν νητος, καθ’ ὃ οὐκ’ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐ κ ἐγεννήθη· ἡ δὲ γυνῆ, οὔτε ἐγενήθη οὔτε ἐπλάσθη· ἐ πἀνάλαβε πάλιν τὸ ῥήμα, καὶ στήσον τὸ νόημα· ὁ ἀδὰμ ἐ πλάσθη καὶ οὐκ’ ἐγεννήθη· ἡ γυνῆ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κά ϊν καὶ ἄβελ καὶ τοὺς ἐξῆς ἀνθρώπους ἀνους , οὔτε ἐπλάσθησαν οὔτε ὠ κοδομήθησαν, ἀλλ’ ἐγεννήθη σαν· ἐπεὶ οὖν πολλὴν ἔ χει διαφορὰν ἡ ἔννοια τῶν ὀνομάτων· ἄλλο γὰρ τὸ πλασ θῆναι. ἄλλο τὸ ὠκοδομηθῆ ναι. καὶ ἄλλο τὸ γεννῆθῆναι, δεῖξον μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὖαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνον ται ταῖς κατηγορίαις. καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστὸν εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφεις· ἐν ἀλάττει μὲν, πρὸς τὴν ἐκ φώνησιν· συμφωνῆ δὲ, πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τ ὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνίσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν· σοφότερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προ σηγορία· οὐκ’ ἤν σοι ἀξιοπισ τότερος ὁ θεός θς ; οὐκ’ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοῖας εὑρεῖν; οὐ κ ἠδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν π ρὸς τοὺς αἰρετικοὺς μάχη· καὶ ὁ περὶ εὐσεβεῖας ἀγὼν, ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκεῖμενον ἐπ’ ἀνέλθωμεν· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὕπνον. καὶ τότε τὴν πλεῦρὰν ἔλαβεν· ἐπεὶ οὖν ἥμελλεν ἐκ τῆς πλευ ρὰς ταῦτης προἔρχεσθαι ἡ αφορμῆ τῆς παραβάσεως· ἡ γυνῆ δὲ, εἰσήγαγε τὸν θάνατον τῶ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμε νος τὴν πληγὴν θεραπεύ σαι, ἀντιτίθησι πλευρὰν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω , τῆ λόγχη παρέδωκε τὴν πλευ ράν· ἵν’ ὅθεν ἐπήγασεν τὸ τραύμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξήλθεν αἷμα καὶ ὕ δωρ· νόει τὸ μυστήριον, καὶ τίμησον τὸν οἰκονομήσαντα· κ αὶ βλέπε τὸ θαυμαστόν· ἐπει δὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνο ἀφἠρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγοράτως τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφ’ ἠρέθη· ὁ σωτὴρ σηρ , οὐ κ ἐγρηγορῶς τὸ σώματι τὴν πλευρὰν διενοίγη· ἀλλὰ με τὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκε τὴν πλευ ρὰν τῶ στρατιῶτι· καὶ πρό σ εχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκο νομίαν ἐπλήρου, ὑπέμε νεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρ κι ὢν καὶ φαινόμενος· καὶ ταῦτα, κατὰ τὴν ἀνθρωπίνην ἀνίνην κατάστασιν· θεοῦ θυ γὰρ πά θος, οὐκ’ ἄπτεται· θεὸν θν πάθος οὐχ’ ὑβρίζει· θεὸν θν πάθος οὐ μιοῖ, εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχών ἐστι κατώ τερος· εἰ γὰρ ταῖς ἡμετέ ραις ψυχαῖς ἐπἀγγέλλεται λέγων· μὴ φοβηθήτε ἀπὸ τῶν ἀποκταιννόντων τὸ σῶμα· τὴν δὲ ψυχὴν μὴ δυ ναμένων ἀποκτεῖναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχῆ οὐκ’ ἀ ποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν ὑπομεῖνας κα τὰ τὴν ἀνθρωπίνην ἀνίνην οἰκονομίαν, ἐπι τελεῖ τὰς οἰκονομίας· ἵνα δεῖξει τὴν ἐξουσίαν αὐ θεντοῦσαν, καὶ οὐχ’ ὑποκύ πτουσαν νόμοις φύσεως, ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου . τε τέλεσται· πάτερ περ εἰς χείρας σου παρατίθημι τὸ πνεῦμά πνα μου· φ ωνῆ τὴν φύσιν διἔλυσεν· λόγω τὴν πῆξιν ἐφήρμωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξου σίαν ἔχω θῆναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλ λον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσε ως· οἱ στρατιῶται ἀπιστή σαντες διὰ τὸ ταχὺ τῆς ἀ παλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψηλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι, προσήλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τὸ σώ ματι, ζῶντα δὲ τῆ ἐνερ γεῖα· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὁμολογοῦ σιν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ὄρυξεν, ἐξήλθεν αἷμα καὶ ὕδωρ, ὅ ἐστιν νε κροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πη γάζει· ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικὸν, τότε ἡ πλευρὰ, πηγὴν ἤνοιξε σω τηρίας, διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρα νομίαν· τότε λέγει ὁ ἑκα τόνταρχος ὁ παρεστηκῶς τῶ σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω· καὶ ἀπο θανόντα κηρύττεις; ἀ κ ριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐπέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευ ρὰν ἀνέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοίμησιν· ὑπιστάν τος πάντως κατὰ τὸ σώ μα, τότε ἡ πλευρὰ ἠνοίγει· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον· καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες, υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἰ ρετικοὶ καὶ θαύματα βλέπον τες, κτίσμα λέγουσιν· διὰ τ ί δὲ ἀδελφοῖ τῆ λόγχη ὑπήν τησεν ἡ πλευρᾶ· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ , πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀ δάμ· ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκ βαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδεῖσου, φλογίνην ῥομ φαίαν περιέθηκεν, τὴν κω λύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομ φαῖα ἦν στρεφομένη· πὰν δὲ το στρεφόμενον· ἕως ἂν συγκρούσει τινὶ τῶν αντι πιπτόντων, οὐκ’ ἴσταται· ἴστε ἀπὸ τῆς πεῖρας, ἀδελ φοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον ἐἂν μὴ πρὸσκρού σει, οὐκ’ ἴσταται τοῦ ἰδίου δρό μου· ἐπεὶ οὖν οὐδ’ εἷς ἠδύ ν ατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη· ἐν τῆ οἰκονομί α τοῦ σταυροῦ στρου , τῶ σχήματι τῆς ῥομφαῖας, ἀντέθηκε τὴν πλευράν· ἵνα διὰ τῆς αἰσ θητῆς λόγχης, ἡ νοητῆ ῥομ φαῖα συγκρούση τῆ πλευρᾶ· παῦσηται λοιπὸν τῆς ἀπει λῆς· καὶ μὴκἔτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείσει τοῦ παραδεῖσου· ἐδέξατο τοί νυν ὁ κύριος κς τὴν ῥομφαῖαν διὰ τῆς πλευρᾶς, καὶ εὐθέως ἠνοίγει ἡ θύρα τοῦ παρα δεῖσου· ἐπήγασεν ἀπὸ πλευ ρὰς ἡ θεραπεῖα, τῶ πλη γέντι ἀπὸ πλευρᾶς· ἐξή γαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδεῖσου· καὶ ἐπὶ τέλει. τὸν αὐτὸν εἰσήγαγεν εἰς βασι λεῖαν· ἐπαίδευσεν, ἀλλ’ ἡλέ ησεν· ἐξέβαλεν, ἀλλ’ οὐκ ἠφά νησεν· ἀπέστρεψεν, ἀλλ’ οὐ κ ἐξέωσεν· ἀλλ’ ὅτι καιρὸς τ ῆ λειτουργία παραχωρεῖν, πάντα γὰρ δυνατὰ τῶ θεῶ θῶ · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν, τοῦ παντὸς λό γου τὴν δύναμιν· δίδου γὰρ σοφω ἀφορμὴν, καὶ σο φότερος ἔσται· εὐχαριστή σ ωμεν τῶ θεῶ θῶ · ὅτι παράδει σον ἕνα ἀπωλέσαμεν, καὶ μυρίους παραδεῖσους ἀνα πᾶσαν τὴν οἰκουμένην ἐφύ τευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θῶ ὅτι παράδεισον διὰ τὴν παρακοὴν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλή θημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρι ἡ δόξα· ἅμα τῶ παναγίω καὶ ἀγαθῶ καὶ ζωοποι ῶ πνεύματι πνι · νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰ ῶ νας τῶν αἰῶνων, ἀμήν:–