κ αλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἑπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλε ής· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἁρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον. ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετα τῶν ἱερῶν τού των πόνων. ἡ πανάρετος ἑβδομάς· καὶ εἰς τέλος ἔδρα με τὸ πρῶτον γυμνάσιον. καὶ λαμπει τὸ τῆς εὐσεβεί ας ἔπαθλον· σήμερον ἀ δ ελφοι ἐστιν ἡ ἡμέρα. κα θ ἣν ὁ ἀδὰμ ἐπλάσθη· κα θ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονε· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ υπή κουσεν. ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα. καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη. τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆ ἕκτη ἡμέρα. πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατα τήνδε τὴν ἡ μέραν· τί οὖν· ἵνα τῆς προ κειμένης ἐπαγγελίας ἁψώ μεθα· ὅτε ἐποίησεν ὁ θεὸς θς τ ην οἰκουμένην. καὶ διεκό σμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σε λήνη καὶ ἄστροις. καὶ τὴν γῆν ὁμοίως διεποίκιλε πο ταμοῖς καὶ πηγαῖς διεζω σμένην ἄνθεσι καὶ φυτοῖς ἐ στεφαν ωμένην· καὶ θά λασσαν μὲν ἐπετείχισε· σύμ πασαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶ κόσμω περιέθη κεν· ὡς πολλάκις ἔφθην εἰπὼν· ἐδημιούργησε καὶ ἔ πλασε τοῦ κόσμου τούτου χει ροτονητὸν δεσπότην· πλάτ τει δὲ οὐχ ὁμοίως τοῖς ἄλ λοις· τὰ μεν γὰρ τετράπο δα καὶ τὰ θηρία καὶ τὰ κτήνη· λόγω μόνω κελεύ σας. ἀπο γῆς προέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα. λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος. χειρὶ διαπλάττεται· οὐχ ὅ τι θεοῦ θυ χείρ ἐστι καὶ μέλος τοι οῦτον. ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ μικρὰ τῶν ἔργων. ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθεινὰ. δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· δια τοῦτο φησιν φη ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβε χοῦν· οὐ βῶλον· οὐ παχυτάτην γῆν. ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀνα στάσεως· ἐπειδὴ γὰρ ἔμελ λεν εἰς χοῦν ἀναλύεσθαι κα τα τὸ εἰρημένον. καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος. ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων . ἐν αὐτῆ τῆ δη μιουργία ἔπηξε τὴν ἐλ πίδα τῆς ἀναστάσεως· δι ό φησιν φη · ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπο τῆς γῆς· ἐκεῖ χοῦς. καὶ ὧ δε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη. καὶ οὗτος τῆ σοφία τοῦ δη μιουργοῦ μεταβάλλεται· ἔ λ αβε χοῦν καὶ ἔπλασεν· τὸ μεν πόθεν ἔλαβεν· καὶ τί ἔπλασεν. ἔμαθες· τὸ δε πῶς μετεποίησεν, οὐ πα ρέλαβες· τὸν λόγον ἐδίδα ξεν· τὸν δε τρόπον ἀπέκρυ ψεν· ἵνα μάθης μη περιερ γάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δε θεοῦ θυ δημιουργίαν οὐκ ε πετράπης περιεργάζε σθαι. πολλῶ μᾶλλον θεοῦ θυ γέν νησιν πολυπραγμονεῖν οὐκ ὀ φείλεις· ἐπεὶ τὰ μεν τετρά ποδα ποιῶν ὁ θεός θς · ὁμοῦ με τα τῶν σωμάτων. καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄν θρωπον πλάττων. πρῶτον κατασκευάζει τὸ τοῦ σώμα τος ὄργανον. καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἐνέ θηκεν· δια τί· ἵνα καὶ ἐν τού τω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μεν ἄλ λα ζῶα καὶ τὰ κτήνη· λυό μενα θανάτω. συναφανί ζει τῶ σώματι καὶ τὴν ψυχήν. ἐκεῖθεν αὐτῶν λέγει τὴν γέν νησιν· ὅπου πάλιν τὸ πᾶν ἔ μελλεν ἀφανίζεσθαι· τὸν δε ἄνθρωπον ἄνον πλάσας· τὸ μὲν σῶ μα. ἀπὸ γῆς λαμβάνει· τὴν δε ψυχὴν ἐμφυσᾶ· καὶ μι κρὸν ἀνάμεινον· ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κα τα το ἐγχωροῦν παραστήσω ἐκ προοιμίων γὰρ καὶ τούτο. τὴν ἐλπίδα τῆς ἀναστάσε ως ὑπογράφει· πλάττει τὸ σ ῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν τὴν ἐνέργει αν τῆς ψυχῆς ἐδέξατο· πρῶ τον ἐδείχθη νεκρός. εἶτα ζῶν· πρῶτον ἔπλασε σῶμα νε κρόν εἰς ὃ ἔμελλε καταλή γειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπε τέλεσε τὸ νεκρὸν σῶμα. τό τε ἀπέδωκε τὸν χαρακτῆ ρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν προ τοῦ σώματος. ἵνα μη γέ νηται αὐτόπτης τῶν γινομέ νων· οὐ ποιεῖ τὴν ψυχὴν πα ρεῖναι τῆ δημιουργία. ἵνα μη καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μη καυ χήσηται. ἀλλ ἵνα μηδὲ τὸν τρόπον εἰδῆ τῶν γινομένων· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάτ τει. οὐδενὶ βλέπειν συνεχώρη σεν· σπειρόμεθα καὶ πλατ τόμεθα· καὶ ἡ μεν φύσις, τὸν δρόμον διανύει· τὸν δὲ τρόπον τῆς πλάσεως. οὐ δεὶς καταλαμβάνει· ὢ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κα τασκευάζεται. καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποι εῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησίν· ἐ νεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρό σωπον τοῦ ἀδὰμ πνοὴν ζω ῆς. καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυ χὴν ζῶσαν· πολλοὶ ἐνόμι σαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐ σίας τοῦ θεοῦ θυ μετεδόθη τῶ σώ ματι ἡ ψυχή· ἔστι δε πολλῆς. οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀ τοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ· οὐκ εχρῆν ἐν τω μὲν εἶναι σο φὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν. ἐν ἄλλω δὲ ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία. οὐ μερίζεται οὐδε ἀλ λοιοῦται· ἀλλ ἔστιν ἀναλλοί ωτος· ἐγὼ γάρ εἰμί φησι φη καὶ οὐ κ ηλλοίωμαι· ἔπειτα, ἀδελ φοί· οὐ μόνον εὑρίσκομεν διαμαρτανούσας ψυχὰς· καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας. ἀλλ εὑρίσκομεν αὐ τὰς καὶ κρίσει ὑποβαλλομέ νας· λέγει ὁ σωτήρ σηρ · μη φοβη θῆτε ἀπο τῶν ἀποκτενόν των τὸ σῶμα. τὴν δε ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν · τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αυτοῦ ἡ ψυχὴ. ἑαυ τὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλε ται τὸ ἐμφύσημα. ἀναγκαῖ ον ἰδεῖν· ἐπι θεοῦ θυ τὸ ἐμφύση μα. ἡ τοῦ ἁγίου πνεύματός πνς ἐστιν ἐ νέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐ νεφύσησεν εἰς τα πρόσωπα τῶν ἀποστόλων· καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον· ἀνθρω πίνως ἀκουόμενον. πνεῦ μά ἐστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα τὸ ἅγιον προελθὸν· οὐκ αὐτὸ γέ γονε ψυχὴ. ἀλλὰ ψυχὴν ἔκτι σεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετε βλήθη. ἀλλὰ ψυχὴν ἐδημι ούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινω νεῖ τῆ δημιουργία τοῦ σώ ματος, καὶ τῆ δημιουργί α τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ ὁ υἱὸς. καὶ πνεῦμα πνα τὸ ἅγιον. τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μη νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνε βάλετο· μέρος δὲ ὁ υἱός υς · μέ ρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ ἐ κεῖνο λέγω· ὅτι κἂν πατὴρ πηρ ποι ήση, υἱοῦ τὸ ἔργον. καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημιουργήση. πατρὸς πρς ἡ δη μιουργία. καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅ τι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοι νώνησε τῆ ἡμετέρα δη μιουργία. ἐλεγχεσθω ἐκ τῶν μυστηρίων· εἰ μη ὑπο τῆς τριάδος ἐκτίσθημεν. πῶς τῶ ἁγίω πνεύματι πνι ἐπιγρά φεται ἡ μυσταγωγία· πῶς ἐν ονόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ ὅτε μὲν ἐκτίσθημεν. οὐ χρεία γέγο νε τοῦ πνεύματος πνς , ὅτε δὲ ἀνακαι νιζόμεθα προσλαμβάνε ται τὸ πνεῦμα πνα ; οὐκοῦν δημι ουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· κἀν θέλωσιν οἱ ἐχθροὶ κἀν μη θέ λωσιν· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφητης τῆ δημιουργι κῆ δυνάμει τοῦ πνεύματος πνς · περι γὰρ τῆς ἀνθρωπίνης δια λεγόμενος κατασκευῆς. φησίν φη · πάντα προς σὲ προσδοκῶ σι κύριε κε δοῦναι τὴν τροφὴν αὐ τῶν εἰς εὔκαιρον· δόντος σου αὐτοὶ συλλέξουσιν· ἀνοίξαν τος δέ σου τὴν χεῖρα. τὰ σύμ παντα πλησθήσεται χρη στότητος· ταῦτα τὴν ἄφθο νον χορηγίαν ἐνδείκνυται· εἶτα· τί τὸ ἐπαγόμενον· ἀ ποστρέψαντος δέ σου τὸ πρό σωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν. καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξα ποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτι σθήσονται· οὐκ οὖν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅ γιον· καὶ βλέπε ρημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει. ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ πε ρι πνεύματος πνς ἁγίου διαλέγεται. ἐξα ποστελεῖς τὸ πνεῦμά σου φησι φη καὶ κτισθήσονται· εἰ δε προς ταύτην ἀντιλέξαι· τολμήσου σι τὴν ἀλήθειαν οἱ αἱρετικοὶ. ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει. τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνου καὶ γῆς καὶ θαλάσσης. ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκε ται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγιον καὶ προσκυνη τὸν· δι οὗ καὶ οὐρανὸς οὐνος καὶ γῆ καὶ κόσμος ὅλος ἀνακαινί ζεται καὶ οἰκουμένη σώζε ται. ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γοὖν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγε λισθεῖσαν ξένην ὠδῖνα· καὶ λεγούσης πῶς ἐσταί μοι τοῦ το, ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελός φησι φη προς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπι σὲ καὶ δύναμις ὑψίστου ἐ πισκιάσει σοι· τινὲς ἐνό μισαν· πνεῦμα πνα μὲν ἅγιον εἰρῆ σθαι αὐτὸ τὸ πνεῦμα πνα δύναμιν δὲ ὑψίστου τὸν υἱόν· δεος δὲ εἰ δέναι ὅτι αὐτὸ ἐκάλεσε καὶ πνεῦμα πνα ἅγιον. καὶ δύναμιν ὑ ψίστου· ὥσπερ γὰρ ὁ υἱὸς. δύναμις ὑψίστου λέγεται χριστὸς χς γὰρ θεοῦ θυ δύναμις. οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀ νομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε εἰς ἱερουσαλὴμ. ἕως οὗ ἐν δύσησθε δύναμιν ἐξ ύψους· καὶ προ τούτου ἀδελφοί ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγό μενος φησιν φη · ἰωσὴφ υἱὸς δαυίδ δαδ · μὴ φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αυτῆ γεννηθὲν. οὐ γενηθὲν ἵνα μη νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν. ἐκ πνεύματος πνς ἐστιν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔ δειξε τὸ πνεῦμα πνα τὸ ἅγιον· δεῖ ξον διαφορὰν δημιουργίας προς δημιουργίαν· ἀλλ ὅ ρα μη αἰσχυνθῆς· πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα· τῶ δε πνεύματι πνι τὴν οὐ ράνιον εἰκόνα· εἰ γὰρ κατα τὸν σὸν λόγον ὅτε ἀδὰμ ἐ κτίσθη· κοινωνίαν οὐκ ἔ σχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα · εὑρεθήσεται ὁ μεν πατὴρ πηρ καὶ υἱὸς. κτίζων τὸν γήϊ νον ἄνθρωπον ἄνον . τὸ δε πνεῦμα πνα τὸν οὐ ράνιον· ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅ τε ἐπλάσθη· ὅτε ἐ δημι ουργήθη· ὅτε τὸν οἰκεῖο ν ἀπέλαβε χαρακτῆρα. ἡ γυ νὴ οὐδέπω ἐπέπλαστο· ἀλ λὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠ θέλησεν τὴν ψυχὴν τοῦ ἀ δὰμ παρεῖναι τῆ δημιουρ γία τοῦ σώματος. οὕτως οὐ δένα συνεχώρησε θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· δι α τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα. ἐπιβάλλει τῶ ἀδάμ κοίμησιν· ἵνα μη πα ρῆ· μὴδε περιεργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέ βαλεν ἐπ’ αὐτὸν ἔκστασιν· του τέστιν ὕπνον. καὶ ὕπνωσεν· καὶ ἔλαβε μίαν τῶν πλευ ρῶν αὐτοῦ· ὁ δήσας. καὶ ἔ λυσεν· ἐξ ὦν ἐργάζεται, δα νείζεται· ἐξ ὧν ποιεῖ. λαμ βάνει· ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ. καὶ ἀνεπλή ρωσε σάρκα ἀντ αυτῆς· πό θεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος. ἡ δε δύναμις οὐκ ἀ πορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν ἣν ἔλαβεν, εἰς γυ ναῖκα· πῶς πάλιν ὠκοδό μησεν ὀσ τοῦ ν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἥπαρ μετερυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποι κιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἐπετάσθη τὰ ὦτα· πῶς ἤν θησαν τρίχες· πόθεν ἐφύ ησαν ὄνυχες· πῶς διατρέ χει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰ σχύεις εἰπεῖν. ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ε πὶ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκστασιν καὶ ὕπνωσεν· καὶ λαμβάνει μίαν τῶν πλευρῶν αὐτοῦ. καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφί αν· ἀπο ἑνὸς πλάττει δ ύ ο· ἵ να ἀπο τῶν δύο. τὸν ἕνα πά λιν ἀποτελέση δια τῆς συ ναφείας· ἀπὸ τοῦ ἀδὰμ ἔ τεκε τὴν γυναῖκα· ἀπο τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπο τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπο γυναι κὸς καὶ ἀνδρὸς τικτόμενον. εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον. τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται. καὶ οὐ χ εὑρήσεις πῶς τὸν μὲν ἔπλασεν, τὴν δὲ ὠκοδόμη σεν· μὴ ταυτόν ἐστι πλάτ τειν ἀπο γῆς. καὶ οἰκοδομεῖν ἀπο πλευρᾶς; ἔπλασεν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπο γῆς· ἐδη μιούργησε τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπο συναφείας· καί εἰσὶν οἱ μὲν γενητοὶ. ὁ δὲ πλα στὸς. ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερί σθη ἡ οὐσία; ταῦτά μοι εὐ καίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν· το σαύτην ἔχει τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶ ἀδὰμ διαφορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ γεν η τός ἐστι καὶ ἀγέννητος· γε νητὸς. καθὸ ἐγένετο· ἀ γέννητος. καθ ὃ οὐκ ἐγεννή θη· ἐγένετο καὶ ἐπλάσθη· ἀλλ οὐκ ἐγεννήθη· ἡ δε γυ νὴ. οὔτε ἐγεννήθη οὔτε ἐ πλάσθη· ἐπανάλαβε πά λιν τὸ ῥῆμα. καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη. καὶ οὐκ ἐγεννήθη· ἡ δε γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπο γῆς επλάσθη. οὔτε ἀπο κοι λίας ἐγεννήθη· οἱ περι κάϊν καὶ ἄβελ· καὶ τοὺς λοι πους ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθη σαν, οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια. ἄλλο γὰρ τὸ πλασθῆ ναι. καὶ ἄλλο τὸ οἰκοδομη θῆναι· καὶ ἄλλο τὸ γεννη θῆναι, δεῖξόν μοι οὐσίας δια φορὰν. τοῦ ἀδὰμ προς τὴν εὔαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δε τέμνονται ταῖς προσηγο ρίαις· καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστὸν· εἰ τὰ ὀνόματα συνεχῶς περιστρέ φων· ἐναλ λ άττει μὲν πρὸς τὴν ἐκφώνησιν. συμφω νεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγο ρίαν; σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγο ρία; οὐκ ἦν σου ἀξιοπιστό τερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο· αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐ κ ηδύνατο εἰπεῖν· βαπτίζε τε αὐτοὺς ἐν ονόματι ἀγεν νήτου καὶ γεννητοῦ; ἀλλ ἡ μεν πρὸς τοὺς αἱρετικοὺς μάχη· καὶ ὁ ὑπερ εὐσεβείας ἀγὼν. ἑτέρω καιρῶ ταμιευ έσθω· εἰς δε τὸ προκείμε νον ἐπανέλθωμεν· ἐπέ β αλε τῶ ἀδὰμ τὸν ὕπνον. καὶ τότε τὴν πλευρὰν ἔ λαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως. γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τοῦ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμε νος τὴν πληγὴν θεραπεῦ σαι. ἀντιτίθησι πλευρὰν, πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγα σε τὸ τραῦμα. ἐκεῖθεν ἀν θήση ἡ σωτηρία σρια · ἐξῆλθεν αἷ μα καὶ ὕδωρ· νόει τὸ μυστήρι ον. καὶ τίμησον τὸν οἰκονο μήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀ δὰμ περὶ τὸν ὕπνον ἀφη ρέθη τὴν πλευρὰν· οὐ γὰρ εγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη· ὁ σωτὴρ σηρ οὐκ εγρηγορὼς τῶ σώματι τὴν πλευρὰν διενύγη· ἀλλὰ μετα τὴν κοίμησιν τοῦ σώ ματος. ἔδωκε τὴν πλευ ρὰν τῶ στρατιώτη· καὶ πρό σεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπι τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ὑπέ μεινε μὲν τὰ ἄλλα· ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα. κατὰ τὴν ἀν θρωπίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ άπτεται· θεὸν θν πάθος οὐχ υβρίζει· θεὸν θν πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κα τώτερος· εἰ γὰρ καὶ ταῖς ψυ χαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγ γέλλεται λέγων· μὴ φοβηθῆ τε ἀπο τῶν ἀποκτεν ν όντων τὸ σῶμα. τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖ χε τοὺ σώματος· ψυχὴ οὐκ ἀ ποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; ὑ πομείνας κατα τὴν ἀνθρω πίνην οὐσίαν τὰ πάθη. ἐ πετέλει τὰ τῆς οἰκονομίας· ἵνα δείξη τὴν ἐξουσίαν αὐθεν τοῦσαν. καὶ οὐχ ὑποκύπτου σαν νόμοις φύσεως· ὡς φησὶν φη ἐπι τοῦ σταυροῦ στρου · τετέλεσται· πάτερ περ , εἰς χεῖράς σου παρατίθη μι τὸ πνεῦμά πνα μου· φωνῆ τὴν φύ σιν διέλυσε. καὶ λόγω τὴν πῆ ξιν ἐφήρμοσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου. καὶ ἐ ξουσίαν ἔχω πάλιν λαβεῖν αὐ τήν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα · κατὰ τὸ ἀνθρώπι νον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώ σαντος τὸν θάνατον δια τῆς νεκρώσεως· οἱ στρατι ῶτα ἀπιστήσαντες δια τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου · τὸ ψιλῶ ῥήμα τι τὴν ψυχὴν παραδό ναι. προσῆλθον πειράζον τες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι. ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρω πον. μετὰ τὸν σταυρὸν στρον ὡμολό γουν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευ ρὰν αὐτοῦ ἔνυξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ· ὅ ἐστι νε κροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπο νεκροῦ αἷμα πη γάζει· ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικὸν. τότε ἡ πλευρὰ πηγὴν ἤνοιξε σωτηρί σρι ας. δια τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανο μίαν· τότε λέγει ὁ ἑκατόν τ αρχος ὁ παρεστηκὼς τῶ σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω. καὶ ἀπο θανόντα κηρύττεις; ἀκρι βῶς οὖν πρόσεχε τοῖς λεγο μένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεός θς · καὶ τότε τὴν πλευρὰν ἀπέ σπασεν. οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάν τος κατα το σῶμα. τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετα τὸν ὕπνον· καὶ νῦν μετα τὴν κοίμησιν· οἱ στρατιῶται αἷμα ἰδόντες υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἱρετικοὶ καὶ θαύματα βλέποντες. κτίσμα λέγου σιν· δια τί δὲ ἀδελφοὶ τῆ λ όγχη ὑπήντησεν ἡ πλευ ρά· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στρου πάντα λυθῆναι τὰ κατα τοῦ ἀδάμ· ἐπειδὴ γὰρ ἐκβαλὼν ὁ θεὸς θς τὸν ἀ δὰμ ἀπο τοῦ παραδείσου· φλογίνην ῥομφαίαν περι έθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τον πα ράδεισον· ἡ δε ῥομφαία ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον. ἕως ἂν κρού ση τινὶ τῶν ἀντιπιπτόντων οὐχ ίσταται· ἴστε δὲ ἀπο τῆς πείρας ἀδελφοὶ τὸ λεγό μενον· πᾶν τὸ στρεφόμε νον· ἐὰν μή τινι συγκρούση. οὐχ ίσταται τοῦ ἰδίου δρό μου· ἐπεὶ οὖν οὐδεὶς ἠδύ ν ατο ἀντιστῆναι τῆ ῥομφαί α τῆ πυρίνη ἐν τῆ οἰκονο μία τοῦ σταυροῦ στρου . τῶ σχήματι τῆς ῥομφαίας ἀντέθη κε τὴν πλευράν· ἵνα δια τῆς αἰσθητῆς λόγχης· ἡ νοητὴ ῥομφαία συγκρού σασα τῆ πλευρᾶ. παύση ται λοιπὸν τῆς ἀπειλῆς· καὶ μηκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ πα ραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν δια τῆς πλευρᾶς. καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παρα δείσου· ἐπήγασεν ἀπο πλευ ρᾶς ἡ θεραπεία. τῶ πλη γέντι δια πλευρᾶς· ἐξή γαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου. καὶ ἐπι τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς βα σιλείαν· ἐπαίδευσεν. ἀλλ ἠ λέησεν· ἐξέβαλεν. ἀλλ οὐ κ ἠφάνισεν· ἀπέστρεψεν· ἀλλ οὐκ εξέωσεν· ἀλλ οἶδα ὅτι ὁ καιρὸς τῆ λειτουργία παραχωρεῖ· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐκβαλεῖν τῶν λειπο μένων τὴν ἔννοιαν. καὶ τοῖς ἀκροαταῖς ἐκ μέ ρους παριστᾶν. τοῦ παν τὸς λόγου τὴν δύναμιν· δί δου γὰρ σοφῶ ἀφορμὴν. καὶ σοφώτερος ἔσται· εὐχαρι στήσωμεν οὖν τῶ θεῶ θω · ὅτι παράδεισον ἕνα ἀπωλέ σαμεν. καὶ μυρίους παρα δείσους ἀνα πᾶσαν τὴν οἰ κουμένην ἐφύτευσεν· εὐ χαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον δια τὴν πα ράβασιν ἀπολέσαντες. εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκλήθη μεν· δια τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ οὗ τῶι πατρὶ πρι δόξα συν αγίω πνεύματι πνι . εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν·