κ αλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλ λιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπό μενος· ἀγαθῶν γὰρ πόνων καρπὸ ς εὐκλεῆς· πόνοι, γεννῶσιν ἀρε τάς· πόνοις, ἁρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις, ατορθοῦται τὸ λαμπρὸν τοῦ μαρ υρίου στρατήγημα· πόνων ἔ παθλον· ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · νυσται τοίνυν ἡμῖν μετὰ τῶν ρῶν τούτων πόνων ἡ πανάρε το ς ἑβδομᾶς· καὶ εἰς τέλος, ἔδραμεν τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀ δελφοὶ ἐστιν ἡ ἡμέρα καθὴν ὁ ἀ δὰμ ἐπλάσθη· καθ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκου σεν. ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα. καθὴν ὁ ἀδὰμ ἐπλάσθη. τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆ ἕ κτη ἡμέρα· πάλιν αὐτὸν ἀνα πλάττει, ὁ τοῦ θεοῦ θυ λόγος, κατὰ τήν δε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅ τε ὁ θεὸς θς ἐποίησεν τὴν οἰκουμένην καὶ διεκόσμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σελή νη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοίως διεποίκιλεν, ποταμοῖς καὶ πηγαῖ ς διεζωσμένην· ἄνθεσιν καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσα ν ἀπετείχισεν· σύμπασαν δὲ τὴν πρέπειαν τῶδε τῶ κόσμω περιέ κεν ὡς πολλάκις ἔφθην εἰπών ἐδημιούργησεν καὶ ἔπλασεν τοῦ κό σμου τούτου χειροτονειτὸν, δεσπό π λάττει δὲ αὐτὸν· οὐχ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη λόγω μόνω κελεύσας ἀπὸ γῆς προσέφερεν· ἐ ξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν, εἰς ὃ ἥμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα, ὅτε ἀπετέλεσεν τὸ νε κρὸν σῶμα, τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρὸ τοῦ σώματος. ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποι εῖ τὴν ψυχὴν παρῆναι τῆ δημιουργία. ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχή σηται, ἀλλ’ ἵνα μήδε τὸν τρόπον ἴ δη τοῦ γινομένου· τοῦτο καὶ νῦν ποι εῖ ὁ θεός θς · καὶ γαρ ἕκαστον ἡμῶν πλάτ τει ἐν κοιλία· καὶ πῶς πλάττει, οὐδε νὶ βλέπειν συνεχώρησεν· σπειρόμε θ α καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσις τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς πλάσεως, οὐδεὶς καταλαμβάνει· τοῦ θαύματος· κτίζεται ναὸς ἐν να ῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατασκευάζεται· καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· π οιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νε κρὰν εἰκόνα· εἶτα φησίν· ἐνε φύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅ τι τὸ ἐμφύσημα, αὐτὸ ἢν, ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ , μετεδό θη τῶ σώματι ἡ ψυχή· ἔστι δὲ πολλῆς οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀτοπίας με στὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θ εοῦ θυ ἡ ψυχὴ· λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ ἐχρὴν ἐν τὸ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδε ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν. ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θυ θεοῦ οὐσία οὐ μερίζεται οὐδὲ ἀλλοιοῦ ται. ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμι φησὶ καὶ οὐκ ηλλοίωμαι· ἔπειτα ἀ δελφοὶ· οὐ μόνον εὑρίσκομεν δι’ ἁμαρ τανούσας τὰς ψυχὰς, καὶ ἐκ τούτου ἐλεγχο μένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐ σίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μη φ οβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μη δυναμέ νων ἀποκτείναι· φοβήθητε δὲ μᾶλ λον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχ ὴν ἀπολέσαι ἐν γεέννη· εἰ ἡ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ, ἑαυτὸν κρίνει ὁ θεός θς · τί οὖν βού λ εται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν· ἐ πὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἐνέργεια ἐστίν· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνε φύσησεν εἰς τὰ πρόσωπα τῶν ἀπο στόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον, οὕ τω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπί νως ἀκου ω ό μεν ον · θεοπρεπῶς δὲ νοο ῦ ύ μεν ον · τ ὸ πνεῦμά πνα ἐστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα προελθὸν τὸ ἅγιον. οὐ κ αὐτὸ γέγονε ψυχὴ, ἀλλὰ ψυχὴν ἔκτι σεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημι ουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινων τῆ δημιουργία τοῦ σώματος. καὶ τῆ δι μιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον. τῆ θεία δυνάμει δημι ουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅ τ ι μέρος μὲν ὁ πατὴρ πηρ ἔλαβεν. μέρος δὲ ὁ υἱὸς υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλ λ’ ἐκεῖνο λέγω. ὅτι κἂν ὁ πατὴρ πηρ ποιήση. υἱοῦ υυ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθω μα· κἂν υἱὸς υς δημιουργήση. πατρὸς πρς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέρ γεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τ ὸ ἅγιον οὐκ ἐκοινώνησεν τῆ ἡμετέ ρα δημιουργία. ἐλεγχέσθω ἐκ τῶν μυ στηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριά δος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ υω καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δι μιουργία· ἀλλ’ ὅτ’ ἂν μὲν ἐκτίσθημεν, οὐ χρεῖα γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀ νακαινιζόμεθα. παραλαμβάνε ται τὸ πνεῦμα πνς ; οὐκ οὖν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κὰν θέλωσιν οἱ ἐχθροὶ καν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης διαλεγό μενος φησίν· πάντα πρὸς σὲ προσ δοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον· δόντος σου, αὐτοὶ συλλέξωσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα. τὰ σύμπαντα πλη σθήσονται χρηστότητος· ταύτα τ ὴν ἄφθονον τοῦ θεοῦ θυ χωρηγίαν ἐνδεί κνυται· εἶτα· τί τὸ ἐπαγόμενον· ἀ ποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσι. καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι· ἐξα π οστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκ οὖν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περι τῆς ψυ χ ῆς τῆς ἡμετέρας λέγει· ἀντανε λεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται· ἐξαποστελεῖς φησι τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταύτην ἀ ναβλέψαι τολμήσουσιν τὴν ἀλή θειαν οἱ αἱρετικοὶ, ἑτέρα μαρτυ ρία πάλιν πιστώσηται τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· κ αὶ ἐπέβαλεν ἐπ αυτὸν ἔκστασιν εστιν ὕπνον καὶ ὕπνωσεν. καὶ ἔλαβ μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσ α καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται. δανεί ται· ἐξ ὧν ποιεῖ. λαμβάνει· ἔλ α β εν μίαν τῶν πλευρῶν αὐτοῦ. καὶ ἐ πλή ρωσε σάρκα ἀντ αυτῆς· πόθ εν ἀνεπλήρωσεν· ἀπορεῖ μὲν ὁ λό γ ἡ δε δύναμις οὐκ ἀπορεῖ· καὶ ὠ κο δόμησεν τὴν πλευρὰν ἣν ἔλαβ εἰς γυναῖκα· πῶς πάλιν ὠκοδό μ ησεν ὁστοῦν πλευρᾶς· πῶς εἰς ὀ φθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖ ρας διεπλάσθη· πῶς εἰς νεῦρα δι ετάθη· πῶς εἰς ἧπαρ μετερυθμί σθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποι κιλίαν μετεσχηματίσθη· πῶς ἐπά γη γλῶσσα· πῶς ἀπετορνεύθη χεί λη· πῶς διεγλύφησαν ῥίνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑ ρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δε μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκο φαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβά νει πλευρὰν, καὶ δημιουργεῖ γυναῖκ καὶ βλέπε τὴν πάνσοφον σοφίαν. πὸ ἑνὸς, πλάττει δύο, ἵνα ἀπὸ δύο ἕνα πάλιν ἀποτελέση διὰ τῆς συ ν αφίας· ἀπὸ τοῦ ἀδὰμ ὠκοδό μησεν τὴν γυναῖκα. ἀπὸ τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς. ἀ πὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ πὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον. ς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀ νθρώπινον. τὸ δὲ νόημα θεῖον· ἐρ μήνευσον πῶς ὠκοδόμηται πλευρᾶ. καὶ οὐχ εὑρήσεις· πῶς μὲν ἡ πλευρᾶ ὠ κοδόμηται οὐχ εὑρήσεις· πῶς τὸ μὲν ἔπλασεν. τὴν δὲ ὠκοδόμησεν· μὴ τ’ αὐτόν ἐστιν πλάττειν ἀπὸ γῆς, καὶ ὠκο δομεῖν ἀπὸ πλευρᾶς; ἔπλασεν τὸν ἀ δὰμ ἀπὸ γῆς. ἐδημιούργησεν τὴν εὔ αν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ, καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφίας· καὶ εἰσὶν οἱ μὲν γεννητοὶ. ὁ δὲ πλαστός· ἡ δὲ οἰκοδο μητῆ· τὰ ὀνόματα οὐκ ἴσα· ἐμε ρίσθη ἡ οὐσία· ταῦτά μοι εὐκαίρως εἰ ρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ· ὅ τι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν, τοσαύτην ἔχει καὶ τὰ πράγματα διάστα σιν· δὸς οὖν τὸν ἀδὰμ διαφορὰν προς τ οὺς ἐξ αυτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γενητός ἐστιν καὶ ἀγέννητος· γενητὸς, καθ’ ὃ ἐγένετο· ἀγέννητος, καθ’ ὃ οὐκ ἐγεν νήθη· ἐγένετο καὶ ἐπλάσθη. ἀλλ’ οὐκ εγενν ἡ δε γυνὴ, οὔτε ἐγεννήθη οὔτε ἐπ λά σθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθ κ αὶ οὐκ ἐγεννήθη· ἡ γυνὴ ὠκοδομή θη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτ ε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κ καὶ ἄβελ καὶ τους ἐξῆς ἀνθρώπους ἀνους · οὔτε ἐπλ ά σθησαν, οὔτε ὠκοδομήθησαν, ἀλ λ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔ χει διαφορὰν ἡ ἔννοια τῶν ὀνομά των. ἄλλο γὰρ τὸ πλασθῆναι. ἄλλο τὸ οἰκοδομηθῆναι. καὶ ἄλλο τὸ γεννη θῆναι· δεῖξόν μοι διαφορὰν οὐσίας τ οῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αυ τῶν· εἰ δὲ τέμνον ται ταῖς προσηγο ρίαις, καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστόν· εἰ τὰ ὀνόματα ἃ, συνε χῶς περιστρέφεις, ἐναλάττει μὲν προς τὴν ἐκφώνησιν. συμφωνεῖ δὲ προς τὴν ἀλήθειαν. πόθεν σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ υυ τὴν προσηγορίαν; σοφώ τερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγο ρία; οὐκ ῆν σου ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦ το αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑ ρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζε τε αὐτοὺς ἐν ὀνόματι γεννητοῦ καὶ ἀγεν νητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη καὶ ὁ περὶ εὐσεβείας ἀγὼν ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δε τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶ ἀδὰμ τ ὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλα βεν· ἐπεὶ οὖν ἤμελλεν ἐκ τῆς πλευ ρὰς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως, γυνὴ δε εἰσήγαγεν τὸν θάνατον τῶ ἀδὰμ, ὁ σωτὴρ σηρ βουλό μενος τὴν πληγὴν θεραπεῦσαι, ἀν τιτίθησι πλευρὰν πλευρά· καὶ ἐν τῶ σταυρῶ στρῶ τῆ λόγχη παρέδωκεν τὴν πλευρὰν, ἵν’ ὅθεν ἐπήγασε τὸ τραύ μα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία · ἐξῆλ θ εν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γ ὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη. ὁ σωτὴρ σηρ οὐ κ εγρηγορῶς τῶ σώματι. τὴν πλευρὰν διενύγη, ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκεν τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρό σεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ σ τροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλή ρου, ὑπέμενεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος, καὶ ταύ τα κατὰ τὴν ἀνθρωπίνην κατά στασιν. θεοῦ θυ γὰρ πάθος οὐχ ἅπτεται· θεὸν θν πά θος οὐχ ὑβρίζει· θεὸν θν πάθος οὐ μιοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· μη φοβηθῆτε ἀπὸ τῶν ἀ ποκτενόντων τὸ σῶμα. τὴν δε ψυχὴν μη δυναμένων ἀποκτεῖναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει, καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; π άντα οὖν, ὑπομεῖνας, κατὰ τὴν ἀν θρωπίνην οἰκονομίας, ἐπι τέλει τῆς οἰκονομίας, ἵνα δείξη τῆν οἰκονομίαν αὐθεντοῦσαν, καὶ οὐχ’ ὑ ποκύπτουσαν νόμοις φύσεως, ὥς φησιν ἐπὶ τοῦ σταυροῦ στροῦ τετέλεσται· πάτερ π ερ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά πνα μου· φωνὴ τὴν φύσιν διέλυσεν· λόγω τὴν πῆξιν ἐφήρμωσεν· αὐ τὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέ δ ωκεν τὸ πνεῦμα πνα , κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆ μα νεκρωθέντος αὐτοῦ, μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως, οἱ στρατιῶ ται ἀπιστείσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγὶς· καὶ νοήσαντες ὅτι ὑπερ βαίνει φύσιν ἀνθρωπίνην ἀνίνην τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι. προσῆλ θον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι· ζῶντα δὲ τῆ ἐνεργεῖα· καὶ ὃν ἀπέ κτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὁ μολόγησαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ἔ νυξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ ὅ ἐστιν νεκρῶ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστικὸν, τότε η πλευρᾶ, πηγὴν ἤνοιξεν σωτηρίας σρίας , διὰ την πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκα τόνταρχος, ὁ παρεστηκῶς τῶ σταυρῶ στρῶ · ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνή σω, καὶ ἀποθανόντα κηρύττεις; ἀ κριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε, μετὰ τὸν ὕπνον· καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες, υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δε αἱρετικοὶ καὶ θαύ ματα βλέποντες, κτίσμα λέγουσιν· δ ια τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήν τησεν ἡ πλευρᾶ, ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ . πάν τα λυθῆναι τα κατὰ τοῦ ἀδάμ· ἐ πειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπο τοῦ παραδείσου. φλογίνην ῥομ φαίαν περιέθηκεν τὴν κωλύου σαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν πα ράδεισον· ἡ δε ῥομφαία ἦν στρε φ ομένη· πᾶν δὲ το στρεφόμενον, ἕως ἂν συγκρούση τινὶ τῶν ἀντι πιπτόντων, οὐχ’ ἴσταται· ἴστε ἀ πὸ τῆς πείρας ἀδελφοὶ τὸ λεγόμε νον· πᾶν τὸ στρεφόμενον. ἐὰν μή τινι συγκρούση, οὐχ’ ἴσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἡ δύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη, ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στροῦ . τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκεν τὴν πλευρὰν, ἵνα δι ὰ τῆς αἰσθητῆς λόγχης. ἡ νοητῆ ῥομφαία συγκρούσασα τῆ πλευ ρὰ, παύσηται λοιπὸν τῆς ἀπει λῆς, καὶ μηκέτι λοιπὸν τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παρα δείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥ ομφαίαν διὰ τῆς πλευρὰς, καὶ εὐθέ ως ἡνοίγει ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θερα πεία τῶ πληγέντι δια πλευράς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου, καὶ ἐπι τέλει τὸν αὐτὸν εἰ σήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν, ἀλλ’ ἡλέησεν· ἐξέβαλεν, ἀλλ οὐκ ηφά νισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀ λλ’ οἴδα ὅτι καιρὸς τῆ λειτουργία πα ραχωρεῖ· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω , ὥστε καὶ ἡμῖν ἐμβαλεῖν, τῶν λειπομένων τὴν ἔννοιαν, καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σο φῶ. καὶ σοφώτερος ἔσται· εὐχαριστή σ ωμεν τῶ θεῶ θω · ὅτι παράδεισον ἕνα ἀπο λέσαμεν, καὶ μυρίους παραδείσους ἀ ναπάσαν τὴν οἰκουμένην ἐφύτευσεν· ε ὐχαριστήσωμεν τῶ θεῶ θω , ὅτι παράδει σον διὰ τὴν παράβασιν ἀπολέσαν τες, εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρι δόξα συν αγίω πνεύματι πνι · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν· :– :–