K αλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλϊστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἑπόμενος ἀγαθῶν γὰρ πόνων, ὁ καρπὸς εὐκλεής· πόνοι γεννώσϊν ἀρετάς· πόνοις ἀρμόζεται τὸ τῆς νηστείας ἐ πάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον. ἡ βασϊλεία τῶν οὐρανῶν οὐνῶν · δϊ ἧς τοίνϋν ἡμῖν, μετὰ τῶν ἱερῶν τούτων πόνων εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσϊον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον σημε ἀδελφοί ἐστϊν ἡ ἡμέρα καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη· καθ’ ἣν κατ’ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπή κουσεν· ἀνάγκη σήμερον σημε ἐν αὐτῆ τῆ ἡμέρα καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη· τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς . τῆδε τῆ ἡμέρα· πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος, κατὰ τήνδε τὴν ἡμέραν· τΐ οὖν ἵνα τῆς προκειμένης ἐπαγγελείας ἁψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἰκουμένην· καὶ εκόσμησεν τὸν οὐρανὸν οὐνὸν , ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁ μοίως ἐποίκϊλεν ποταμοῖς καὶ πηγαῖς δϊεζωσμένην· καὶ θάλασσαν θάλααν μὲν ἀπετείχησεν· σύμπασαν σύμπααν δὲ τὴν εὐπρέπειαν. τῶδε τῶ κόσμω, περϊέθηκεν· ὡς πολλάκις ἔφθην εἰπών· ἐδημϊούρ γησεν καὶ ἔπλασεν τὸν κόσμον τοῦτον· χειροτονεῖ τὸν δεσπότην· πλάττει δὲ αὐτὸν· οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρΐα καὶ τὰ κτήνη. λόγω μόνω κελεύσας, ἀπὸ γῆς προσέ φερεν· ἐξαγαγέτω δὲ ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα λόγω κϊνεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρῒ δϊαπλάττεται· οὐχ’ ὅτϊ θεοῦ θυ χείρ ἐστῒν καὶ μέλος τοιοῦτον. ἀλλὰ βουληθεὶς τὸ τΐμϊον παραστῆσαι τῶν πλαττομένων καὶ εἰσάγει θεοῦ θυ χεῖρα δημϊ ουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων. ἐπϊτάττοντες ποιοῦμεν· τὰ δὲ ποθϊνὰ· δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβανόμεθα· δϊὰ τοῦτο φησὶν φη ἡ γραφὴ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν. οὐ βόλον· οὐ παχύτατον· ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προ οιμΐων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως ἀναστασε · ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ κτ τὸ εἰ ρημένον· καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τῆς τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος ἀπα γορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , ἐν αὐτῆ τῆ δημϊουργΐα, ἔπηξε τὴν ἐλπΐδα τῆς ἀναστάσεως ἀνα στασε . δϊό φησὶν φη · ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς, καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ δυνά μει τοῦ τεχνΐτου μετεποιήθη· καὶ οὗτος τῆ σοφΐα τοῦ δημϊουργοῦ μετεβάλλετο· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν καὶ τΐ ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν· οὐ πα ρέλαβες· τὸν λόγον ἐδΐδαξεν· τὸν δὲ τρόπον ἀπέκρυψεν, ἵνα μάθης· μὴ περϊεργάζεσθαι θεοῦ θυ δημϊουργΐαν· εἰ δὲ θεοῦ θυ δημϊουργΐαν οὐκ επετράπης περϊεργάζεσθαι· πολλῶ μᾶλλον θεοῦ θυ γέννησϊν πολυπραγμονεῖν οὐκ ὀφείλεις. ἔπειτα μὲν τετράποδα ποιῶν ὁ θεός θς . ὁ μὲν μετὰ μτ τῶν σωμάτων, καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων· πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυχὴν δημϊουργήσας ἔθηκεν· δϊὰ τί; ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυόμενα θανάτω συναφανΐζει τῶ σώματι καὶ τὴν ψυχὴν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γέννεσϊν. ὅπου πάλιν πάλ τὸ πᾶν ἤμελλεν ἀφανΐζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας· τὸ μὲν ἀπὸ γῆς λαμβάνει, τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μϊκρὸν ἀνάμεινον, ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ κτ τὸ ἐγχω ροῦν παραστήσω· ἐκ προοιμΐων γὰρ καὶ τοῦτο· τὴν ἐλπΐδα τῆς ἀναστάσεως ἀναστασε προγράφη· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς. εἶτα ζῶν, πρῶτον ἔπλασεν σῶμα νεκρὸν, εἰς ὃ ἔμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρὸ τοῦ σῶματος· ἵνα μὴ γένηται αὐτόπτης τῶν γϊνομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημϊουργΐα· ἵνα μὴ καυ χήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται· ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον ἴδη τοῦ γενομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θέος θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλΐα· καὶ πῶς πλάτ τει, οὐδενῒ συνεχώρησεν βλέπειν· σπειρόμεθα· καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσϊς, τὸν δρόμον ανύει· τὸν δὲ τρόπον τῆς φύσεως, οὐδὲ εἷς καταλαμβάνει· ὢ τοῦ θαύματος· κτΐζεται ναὸς ἐν ναῶ, πλάττεται βρέφος ἐν κοιλΐα· οἶκος ἐν οἴκω κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνϋν τὸν ἄνθρωπον ἄνον κατὰ κτ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν φη · ἐνεφύ σησεν εἰς τὸ πρόσωπον τοῦ ἀδάμ ὁ θέος θς , πνοὴν ζωῆς· καὶ ἐγένετο ὀ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμϊσαν ὅτϊ τὸ ἐμφύσημα ἦν ἡ ψυχὴ. καὶ ὅτϊ ἐκ τῆς οὐσΐας τοῦ θεοῦ θυ μετεδόθη τῶ σώματι ἡ ψυχή. ἐστῒν δὲ πολλοῖς οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπΐας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ· λέγω δὲ ἐκ τῆς οὐσΐας αὐτοῦ αὐτ , οὐκ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφήν. ἐν ἄλλω δὲ, μωρὰν καὶ ἀσύνετον. οὐδὲ τοῦ μὲν εἶναι ψυχὴν δϊκαίαν. ἐν ἑτέρω δὲ ψυχὴν ἄδϊκον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσΐα, οὐ μερΐζεται· οὐδὲ ἀλλοιοῦται· ἀλλ’ ἔστϊν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμϊ φησὶν φη καὶ οὐκ ηλλοίωμαι· ἔπειτα δὲ ἀδελφοὶ· οὐ μόνον εὑρΐσκοντα ἁμαρτανούσας τὰς ψυχάς· καὶ ἐκ τούτου ἐλεγχομένας. ὡς οὐκ εἰσῒν ἐκ τῆς θείας οὐσΐας, ἀλλ’ εὑρΐσκομεν αὐτὰς καὶ κρΐσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σήρ · μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν · τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ, ἑαυτὸν κρϊνεῖ ὁ θεὸς θς · τΐ οὖν βούλεται τὸ ἐμφύσημα ἀναγκαῖον ἰδεῖν, ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου ἁγ πνεύματός πνς ἐστιν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν. οὕτω τὸ ἐμφύσημα τὸ θεῖον. ἀνθρωπίνως ἀνίνως ἀκούωμεν. θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμά πνα ἐστϊ τὸ προσκυνητὸν καὶ ἅγϊον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγϊον προσελθὼν οὐκ αὐτὸ γέγονεν ψυχὴ. ἀλλὰ ψυχὴν ἐδημϊούργησεν ἐδημϊούργηεν · δημϊουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον ἅγ . καὶ κοινωνεῖ τῆ δημϊουργΐα τοῦ σώματος· καὶ τῆ δημϊουργΐα τῆς ψυχῆς· πατὴρ πὴρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον ἅγ . τῆ θεία δυνάμει δημϊουργεῖ τὸ πλάσμα· καὶ μὴ νομΐσης ὅτϊ μέρος μὲν ὁ πατὴρ πὴρ συνελάβετο· μέρος δὲ ὁ υἱὸς υς · μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον ἅγ · ἀλλ’ ἐκεῖνο λέγω ὅτϊ κἂν ὁ πατὴρ πὴρ ποιήση. υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς δημϊουργήσει, πατρὸς πρς ἡ δημϊουργΐα· καὶ τοῦ ἁγίου ἁγ πνεύματος πνς ἡ ἐνέργεια· εἰ δὲ τῒς ἀπϊστεῖ ὅτϊ τὸ πνεῦμα πνα τὸ ἅγιον ἅγ οὐκ ἐκοινώνησεν τῆ ἡμετέρα δημϊουργΐα, ἐλεγχέσθω ἐκ τῶν μϋστηρΐων· εἰ μὴ ὑπὸ τῆς τρϊάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τρϊάδος ἀναγεννώμεθα· εἰ μῆ τῶ πατρὶ πρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγΐω πνεύματι πνι ἐπϊγρά φεται ἡ δημϊουργΐα, πῶς ἐν ὀνόματϊ τοῦ πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου ἁγ πνεύματος πνς ἀνακαινΐζεται ἡ δη μϊουργία· ἀλλ’ ὅτ ἂν μὲν ἐκτίσθημεν· οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὅτ ἂν δὲ ἀνακαι νϊζόμεθα, παραλαμβάνεται τὸ πνεῦμα πνα · οὐκ οὖν δημϊουργὸν τὸ πνεῦμα πνα τὸ ἅγϊον κἂν θέλωσϊν οἱ ἐχθροὶ, κἂν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημϊουργϊκῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης δϊαλεγόμενος κατασκευῆς φησὶν φη · πάντα πρὸς σὲ προσδοκῶσϊν κύριε κε · δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσϊν· ἀνοίξαντος δέ σου τὴν χεῖρα. τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταῦτα τὴν ἄ φθονον χορηγΐαν ἐνδείκνυται· εἶτα τΐ τὸ ἐπαγόμενον· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτϊσθήσονται· οὐκ οὖν, κτΐστης καὶ δημϊουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον ἅγ · καὶ βλέπε ῥημάτων ἀκρΐβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσϊν· ὅτε δὲ περῒ πνεύματος πνς ἁγίου δϊαλέγεται. ἐξαποστελεῖς φησὶ φη τὸ πνεῦμά πνα σου καὶ κτϊσθήσονται· εἰ δὲ πρὸς ταύτην ἀναβλέψαι τολμήσουσιν τὴν ἀλήθειαν οἱ αἱρετϊκοί· ἑτέρα μαρτυρΐα πάλιν παλ ἀπαστράψει τὴν τοῦ ἁγίου ἁγ πνεύματος πνς δημϊουρ γϊκὴν δύναμϊν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημϊουργΐας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσ σης ἔργον, τοῦ ἁγίου ἁγ πνεύματος πνς εὑρϊσκεται· τὸ γὰρ χριστοῦ χυ πανάγϊον καὶ προσκυνητὸν σῶμα· δι’ οὗ καὶ ὁ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ ὅλος ὁ κόσμος ἀνακαινΐζεται· ἔργόν ἐστϊν τοῦ ἁγίου ἁγ πνεύματος πνς · τῆς γὰρ παρθένου τῆς ἁγΐας ἀπορούσης περὶ τὴν εὐαγγελϊσθεῖσαν ξένην ὠδῗνα καὶ λεγούσης· πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γϊνώσκω· ὁ ἄγγελός φησὶ φη πρὸς αὐτὴν· πνεῦμα πνα ἅγιον ἅγ ἐπελεύσεται ἐπῒ σέ καὶ δύναμις ὑψΐστου ἐπϊσκϊάσει σοι· τϊνὲς μὲν ἐνόμϊσαν· πνεῦμα πνα μὲν εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα · δύναμϊν δὲ ὑψίστου τὸν υἱὸν υν · δεῖ δὲ εἰδέναι· ὅτϊ αὐτὸ ἐκάλεσεν ἐκάλεεν καὶ πνεῦμα πνα ἅγιον ἅγ , καὶ δύναμϊν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς υς δύναμϊς ὑψίστου λέγεται καὶ ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε ἐν ἱερουσαλὴμ· ἕως ἂν ἐνδΰσησθε δύναμϊν ἐξ ὕψους· ἔπειτα δὲ ἀδελφοὶ ὁ ἄγγελος. τῶ ἰω σὴ φ δϊαλεγόμενος φησίν φη · ἰω σὴ φ υἱὸς δαυὶδ δαδ · μὴ φοβηθῆς παραλαβεῖν μαρϊὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆ γενηθὲν· ἐκ πνεύματος πνς ἐστῒν ἁγΐου· ἵνα μὴ νομΐσης τὴν θείαν καὶ ἄχραντον φύσϊν χραίνεσθαι· οὐκ εἶπεν τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν· ἀλλὰ τὸ γεννηθὲν, ἐκ πνεύματος πνς ἐστῒν ἁγΐου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ · ἔκτϊσεν τὸ πνεῦμα πνα τὸ ἅγϊον· δεῖξον δϊαφορᾶν δημϊουργίας, πρὸς δημϊουργΐαν· ἀλλ’ ὅρα μὴ αἰσχϋνθὴς· πατρὶ πρι μὲν ἐπϊγράφων τὴν γηΐνην εἰκόνα· τῶ δὲ πνεύματι πνι , τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ κτ τὸν σὸν λόγον· ὅτε ἀδὰμ ἐκτΐσθη κοινωνΐαν οὐκ ἔσχεν εἰς δημϊουργΐαν τὸ πνεῦμα πνα · εὑρεθήσεται ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς υς κτΐζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸ ἅγιον ἅγ ἐνε φύσεισεν· καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκρϊβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδη μϊουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα, ἡ γυνὴ οὐδέποτε ἐπέπλαστο· ἀλλὰ τΐ ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠθέλησε τὴν ψυχὴν τοῦ ἀδὰμ παρῆναι τῆ δημϊουργΐα τοῦ σώματος· οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι, τῆ τῆς γυναικὸς δημϊ ουργΐα· δϊα τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ὑποβάλλει τῶ ἀδὰμ κοίμησιν ἵνα μὴ παρεῖ, μὴ δὲ περϊεργάζεται θεοῦ θυ δημϊουργΐαν· καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν, τοῦτ ἔστϊν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβεν μΐαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται δανείζεται· ἐξ ὧν ποιεῖ λαμβάνει· ἔλαβε μΐαν τῶν πλευρῶν αὐτοῦ. καὶ ἐνεπλήρωσεν σάρκα ἀντ’ αὐτῆς· πόθεν ἀνεπλήρωσεν ἀνεπλήρωεν . ἀπορεῖ μὲν ὁ λόγος, ἡ δὲ δύναμις οὐκ ἀπορεῖ. καὶ ὠκοδόμησε τὴν πλευρὰν ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πάλιν πάλ ὠκοδόμησεν ὠ κοδόμηεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετ’ ἐποιήθη· πῶς εἰς χεῖρας δϊεπλάσθη· πῶς εἰς νεῦρα δϊετάθη· πῶς ὕπαρ μετερϋθμήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικϊλίαν μετεσχηματΐσθη· πῶς ἐπάγει γλῶτταν· πῶς ἀπετορνεύθη χείλη· πῶς δϊεγλύφισαν δϊεγλύφιαν ῥΐνες· πῶς ἤνθησαν ῥίνες· πόθεν ἐφύησαν ὄνυχες· πῶς δϊατρέχει τὸ αἷμα· ἑρμήνευσόν σου τὴν σὴν δημϊουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν· ἐπϊστόμϊσόν σου τὴν κατὰ κτ τοῦ μονογενοῦς συκοφαντΐαν· ἐπέβαλεν ἐπῒ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμ βάνει πλευρὰν καὶ δημϊουργεῖ γυναῖκα. καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἑνὸς πλάττει δΰο· ἵνα ἀπὸ τῶν δΰο, τὸν ἕνα πάλιν ἀποτελέσει, δϊὰ τῆς συμφείας ἀπὸ τοῦ ἀδάμ, ἕτεκεν τὴν γυναῖκα, ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τϊκτόμενον· εἰς ἓν, ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον · τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον· πῶς ὠκοδόμηται πλευρᾶ, καὶ οὐχ’ εὑρίσης· πῶς δὲ ἡ πλευρᾶ ὠκοδόμηται οὐχ’ εὑρίσης· πῶς τὸ μὲν ἔπλασεν ἔπλαεν · τὴν δὲ ὠκοδόμησεν ὠκοδόμηεν ἀπὸ πλευρᾶς· ἔπλασεν τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημϊούργησε τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καὶ εἰσῒν· οἱ μὲν γεννητοί· ὁ δὲ πλαστός· ἡ δὲ ὠκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερΐσθη ἡ οὐσΐα· ταῦτά μοι εὐκαίρως εἰρείσθω· ἐπειδὴ λέγουσϊν οἱ αἱρετϊκοί· ὅτϊ τὸ γεννητὸν καὶ τὸ ἀγέννητον, οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνό ματα δϊαφορὰν. τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν δϊάστασϊν· δὸς οὖν δϊαφορὰν τοῦ ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ. ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητὸς, καθὼς ἐγένετο· ἀγέννητος, καθὼς οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ· οὔτε ἐγεννήθη, οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλϊν τὸ ῥῆμα. καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη, καὶ οὐ κ ἐγενήθη· ἡ γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη· οὔτε ἀπὸ κοιλΐας ἐγεννήθη ἐγεννήθ · οἱ περῒ κάϊν καὶ ἄβελ καὶ τοὺς ἐξῆς ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθησαν ἐπλάσθηαν , οὔτε ὠκοδομήθησαν ὠκοδομήθηαν · ἐπεὶ οὖν· πολλὴν ἔχει δϊαφορὰν ἡ ἔννοια τῶν νοημάτων· ἄλλο γὰρ τὸ πλασθῆναι, καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξόν μοι δϊαφορὰν οὐσίας· τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς κατηγορΐαις· καὶ οὐ τέμνονται τῆ οὐσΐα, τΐ θαυμαστὸν· εἰ τὰ ὀνόματα συνεχῶς περϊστρέφεις· ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν· σϋμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον; ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγΐου πνεύματος πνς τὴν προσηγορΐαν· σοφότερος ἐγένου τοῦ ἁγίου ἁγ πνεύματος πνς τῆ προσηγορΐα· οὐκ ἦν σοι ἀξϊοπϊστότερος ἀξϊοπϊστότεος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸ τῆς σῆς ἐπϊνοίας εὑρεῖν; οὐκ ἠ δύνατο εἰπεῖν, βαπτίζετε αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετϊκοὺς μαχή· καὶ ὁ περῒ εὐσεβείας ἀγὼν· ἑτέρω καιρῶ τεταμϊευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως· γυνὴ δὲ εἰσήγαγε τὸν θάνατον τῶ ἀδὰμ ὁ σωτὴρ σὴρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι. ἀντϊτΐθησϊ πλευρά· καὶ ἐν τῶ σταυρῶ στρῶ τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγαγεν τὸ τραῦμα ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξῆλθεν αἷμα καὶ ὕδωρ, νόει τὸ μϋστήρϊον, καὶ τΐμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστὸν· ἐπειδὴ γὰρ σημείωσαι ση μετὰ μτ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότως τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη ἀφηρέθ · ὁ σωτὴρ σὴρ οὐκ ἐγρηγορὼς τῶ σώματι τὴν πλευρὰν δϊενοίγει, ἀλλὰ μετὰ μτ τὴν κοίμησιν τὴν τοῦ σώματος ἔδωκε τὴν πλευρὰν τῶ στρατϊώτη· καὶ πρόσεχε ἀκρϊβῶς· ὅτε ὁ σωτὴρ σὴρ ἐπῒ τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἰκονομΐαν ἐπλήρου ὑπέμενε μὲν τὰ ἄλλα ἔτϊ ἐν σαρκῒ ὢν καὶ φαι νόμενος· καὶ ταῦτα· κατὰ κτ τὴν ἀνθρωπίνην ἀνίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ’ ὑ βρΐζει· θεὸν θν πάθος οὐ μειοῖ, εἰ μήπου καὶ τῶν ἡμετέρων ψυχῶν ἐστϊ κατώτερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέραις ἐπαγγέλλεται λέγων· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχε τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει, καὶ ὁ κτΐσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν ὑπομείνας κατὰ κτ τὴν ἀνθρωπίνην ἀνίνην οἰκονομΐαν, ἐπὶ τελεῖ τὰς οἰκονομΐας, ἵνα δείξει τὴν ἐξουσίαν αὐθεντοῦσαν· καὶ οὐχ’ ὑποκύπτουσαν νόμοις φύσεως· ὡς φησὶν φη ἐπὶ τοῦ σταυροῦ στροῦ τετέλεσται· πάτερ περ εἰς χεῖρας σου παρατΐθημϊ τὸ πνεῦμά πνα μου· φωνὴ τὴν φΰσϊν δϊέλυσεν· λόγω τὴν πῆξϊν ἐφήρμωσεν· αὐ τὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα · κατὰ κτ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρωσαντος τὸν θάνατον· δϊὰ τῆς νεκρώσεως· οἱ στρατϊῶται ἀπιστήσαντες· δϊὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτϊ ὑπερβαίνει φύσϊν ἀνθρώπου ἀνου τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παρα δϊδόναι, προσῆλθον πειράζοντες εἰ ζῆ, καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι· ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ μτ τὸν σταυρὸν στρὸν ὁμολόγουν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρα τϊώτης λόγχη τὴν πλευρὰν ἔνοιξεν· ἐξῆλθεν αἷμα καὶ ὕδωρ· ὅ ἐστι νεκροῦ ἀλλότριον ἀλλότρ · οὐ δέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζη· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστϊκὸν, τότε ἡ πλευρὰ πηγὴν ἤνοιξεν σωτηρίας σρίας , δϊὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομΐαν· τότε λέγει ὁ ἑ κατόνταρχος· ὁ παρεστηκὸς τῶ σταυρῶ στρῶ · ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν οὗτος· ζῶντα ἠρνέσω, καὶ ἀποθα νόντα κηρύττεις; ἀκρϊβῶς οὖν πρόσεχε τοῖς λεγομένοις, ὥσπερ τῶ ἀδὰμ ἐπέ βαλεν ὁ θεὸς θς ὕπνον· καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησϊν ὑ ποστάντος κατὰ κτ τοῦ σώματος, τότε ἡ πλευρὰ ἐνοίγα· καὶ γὰρ τότε μετὰ μτ τὸν ὕπνον, καὶ νῦν μετὰ μτὰ τὴν κοίμησιν οἱ στρατϊῶται αἷμα ἰδόντες υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἱρετϊκοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσϊν· δϊὰ τΐ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρὰ· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ πάντα λυθῆναι τὰ κατὰ κτ τὸν ἀδάμ· ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου· φλογΐνην ῥομφαίαν περϊέθηκε τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομφαία ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον· ἕως ἂν συγκρού ση τϊνῒ τῶν ἀντϊπϊπτόντων, οὐκ ἴσταται· ἴστε ἀπὸ τῆς πείρας ἀδελφοὶ τὸ λεγόμενον, πᾶν τότε στρεφόμενον· ἐὰν μή τϊνϊ συγκρούση οὐκ ἴσταται τοῦ ἰδΐου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἠδύ νατο ἀντϊστῆναι τῆ ῥομφαία τῆ πυρΐνη, ἐν τῆ οἰκονομΐα τοῦ σταυροῦ στροῦ · τῶ σχήματι τῆς ῥομ φαίας ἀντέθηκε τὴν πλευράν· ἵνα δϊὰ τῆς αἰσθητῆς λόγχης, ἡ νοητὴ ῥομφαία σϋγ κρούσασα τῆ πλευρᾶ, παύσηται λοιπὸν τῆς ἀπειλῆς καὶ μηκέτϊ τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείσει τοῦ παραδείσου· ἐδέξατο τοίνϋν ὁ κύριος κς τὴν ῥομφαίαν δϊὰ τῆς πλευρᾶς· καὶ εὐθέως ἠνοίγει ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἐπήγαεν ἀπὸ πλευρᾶς ἡ θεραπεία τῶ πληγέντϊ δϊὰ πλευρᾶς· ἐξήγαγεν αὐτόν τε τοῦ παραδείσου· καὶ ἐπῒ τέλει, τὸν αὐτὸν εἰσήγαγεν εἰς βασϊλείαν· ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν· ἀλλ’ οὐκ ἠφάνϊσεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ ἢ ὅτϊ καιρὸς τῆ λειτουργΐα παραχωρεῖν· πάντα γὰρ δυνατὰ τῶ θεῶ θῶ · ὥστε καὶ ἡμῗν ἐκβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παρϊστᾶν, παντὸς λόγου τὴν δύναμϊν· δΐδου γὰρ ἀφορμὴν σοφῶ, καὶ σοφότερος ἔσται. εὐχαρϊστήσωμεν τῶ θεῶ θῶ · ὅτϊ παράδεισον ἕνα ἀπωλέσαμεν· καὶ μϋρΐους παραδείσους ἀνάπασαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαρϊστήσωμεν τοῦ θεοῦ θοῦ · ὅτϊ παράδεισον δϊὰ τὴν παράβασϊν ἀπωλέσαντες, εἰς βασϊλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν· δϊὰ τῆς χάρϊτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρὶ δόξα σῢν ἁγίω πνεύματι πνι , εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν +