κ αλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλει στος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων ὁ καρπὸς εὐκλεῖς· πό νοι; γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζεται· τὸ τῆς νηστείας ἐπάγγελμα· π όνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρί ου· στρατήγημα· πόνων ἔπαθλον· ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · δι’ ἧς τοίνυν μετὰ τῶν ἱερῶν τοῦτων πόνων εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβεί ας ἔπαθλον· σήμερον ἀ δελφοὶ ἔστιν ἡμέρα· κα θ’ ἣν ὁ ἀδὰμ κατ εἰκό να θεοῦ θυ γέγονεν· καὶ ἐπει δὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν· ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη· τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· τί οὖν, ἵνα τῆς προκειμένης ἐπαγγε λείας ἀψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἰκουμέ νην· καὶ δι ἐκόσμησεν οὐρανὸν, καὶ ἥλιον· καὶ σελήνην καὶ ἄστρα· καὶ τὴν γῆν ὁμοίως κατε ποίκιλεν· ποταμοὺς καὶ πηγὰς διεζωσμένην ἄνθεσιν καὶ φωτὸς ἐστεφα νωμένην· καὶ θάλασσαν ἀπετείχησε· σύμπασαν δὲ τὴν εὐπρέπειαν, τῶ κόσμω περὶ έθηκεν· ὡς πολλάκις ἔφθην εἰπῶν ἐδημιούργησε καὶ ἔπλα σε τοῦ κόσμου τοῦτου· χ ειροτονεῖ τὸν δεσπότην· πλάττει δὲ αὐτοῦ οχ ὁμοί ως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα και τὰ θηρία καὶ τὰ κτήνη· λό γω μόνω κελεύσας, ἀπὸ γῆς προσέφερε· ἐξαγαγέ τω ἡ γῆ τετράποδα ἑρπε τὰ καὶ θηρία. τὰ δοῦλα λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκό νος χειρὶ πλάτταιται· οὐ χ’ ὅτι θεοῦ θυ χεῖρ ἐστὶ καὶ μέλος τοιοῦτον· ἀλλὰ βουληθεῖς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων· εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μ ὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπὶ τάττοντες ποιοῦμεν· τὰ δὲ ποθηνὰ διὰ τῶν χει ρῶν ἀναλαμβάνωμεν· διὰ τοῦτο φησὶν ἡ γραφῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀ πὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ βώλον· οὐ παχυτάτην· ἀλλὰ λεπτώτατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προ οἰμίων, ἠ ἐλπὶς ἐ πάγει τῆς ἀναστάσεως· ἐ πειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κα τὰ τὸ εἰρημένον καὶ εἰς χοῦν θανάτου κατήγα γές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεα σάμενος ἀπαγορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων · ἐν αὐτῆ τῆ δημιουργία ἔπιξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησίν· ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς καὶ ὦδε χοῦς· ἐκεῖνω τῆ δυ νάμει τοῦ τεχνίτου με τεποιήθη· καὶ οὗτος τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβε γὰρ καὶ ἔπλασε· τὸ μὲν πόθεν ἔλαβε καὶ τί ἔ πλασε· ἔμαθες· τὸ δὲ π ῶς μετ ἐποίησεν οὐ πα ρέλαβες; τὸν λόγον ἐδίδα ξε. τὸν δὲ τρόπον ἀπέκρυ ψε· ἵνα μάθης μὴ περὶ ἐργάζεσθαι· θεοῦ θυ δημιουρ γίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ ἐπετράπης περιερ γάζεσθαι πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγ μονὴν οὐκ ὀφείλεις· ἐπεὶ τ ὰ μὲν τετράποδα ποιῶν ὁ θεός θς · ὁμοῦ μετὰ τῶν σωμά των καὶ τὰς ψυχὰς ἐπήγα γε· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων πρῶτον κατὰ σκευάζει τὸ τοῦ σῶματος ὄργανον· καὶ τότε τὴν ψυχὴν δημι ουργήσας ἔθηκε· διὰ τί· ἵνα καὶ ἐν τοῦτο δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐ πειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶ α καὶ τὰ κτήνη λυώμε να θανάτω συναφανίζει τῶ σώματι καὶ τὴν ψυχήν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γέννησιν· ὅπου πάλιν τὸ πᾶν ἥμελλεν ἀφανί ζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλά σας, τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει, τὴν δὲ ψυ χὴν ἐμφυσᾶ· καὶ μι κρὸν ἀνάμεινον ἵνα σοὶ τὸν λόγον τοῦ ἐμφυσή ματος κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προ οἱ μίων γὰρ καὶ τοῦτο τὴν ἐ λπίδα τῆς ἀναστάσεως γράφει· πλάττει τὸ σῶ μα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νε κράν· καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδεί χθη νεκρὸς, εἶτα ζῶν· π ρῶτον ἔπλασε τὸ σῶμα νεκρόν, εἰς ὃν ἔμελλεν κατὰ πλήττειν ὁ ἄνθρωπος ἄνος · εἶ τα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε, ἀπέ δωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρω τοῦ σώματος· ἵνα μὴ γέ νηται αὐτόπτης τῶν γι νομένων· οὐ ποιεῖ τὴν ψυ χὴν παρεῖναι τὴν δη μιουργίαν, ἵνα μὴ καυχή σεται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυ χήσηται, ἀλλ ἵνα μηδὲ τὸν τρόπον ἴδει τοῦ γινο μένου. τοῦτο καὶ νῦν ποι εῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡ μῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττειν· οὐδὲ νὶ συνεχώρησε βλέπειν· πηρώμεθα καὶ πλαττώ μεθα· καὶ ἡ μὲν φύσεις τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς φύσεως· οὐ δεὶς κατὰ λαμβάνει· ὧ ... τοῦ θαῦματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατὰ σκευάζεται· καὶ ὁ ἔξωθεν οἶκος οὐκ ἐσ θάνεται· ποιεῖ τοίνυν τ ὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα, εἶτα φησὶ· ἐνεφύ σισεν εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ ὁ θεὸς θς πνωὴν ζωῆς· καὶ ἐγένετο ἄνθρωπος ἄνος εἰς ψυ χὴν ζῶσαν· πολλοὶ ἐνό μισαν ὅτι τὸ ἐμφύσιμα αὐτὸ ἢν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδό θη τῶ σώματ ἡ ψυχή· ἔστιν δὲ πολλῆς οὐ μόνον ἀνοί ας. ἀλλὰ καὶ ἀτοπίας με στὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐ σίας τοῦ θεοῦ θυ ἡ ψυχῆ· λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ· οὐκ ἐ χρῆν· ἐν τῶ μὲν εἶναι σο φὴν· ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τῶ μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ε ἰ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερί ζετα ι οὐδὲ ἀλλοιοῦται ἀλλ ἔστιν ἀναλλοίωτος· ἐγὼ γὰρ εἰμί φησὶ καὶ οὐκ ηλ λοίωμαι· ἔπειτα δὲ ἀδελ φοί, οὐ μόνον εὑρίσκωμεν, διὰμαρτανούσας τὰς ψυχὰς· καὶ ἐκ τούτου ἐ λεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας· ἀλ λ εὑρίσκωμεν αὐτὰς καὶ κρίσει ὑποβαλλωμένας· λ έγει γὰρ ὁ σωτὴρ σὴρ . μὴ φοβεῖσ θαι ἀπὸ τῶν ἀποκται νόντων τὸ σώμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖ ναι· φο βήθητε δὲ τὸν θεὸν θν , τὸν δυνάμενον καὶ σώμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννη εἰ οὖν ἐξ αὐ τοῦ ἡ ψυχῆ, ἑαυτὸν κρί νει ὁ θεός θς · τί οὖν βούλε ται τὸ ἐμφύσιμα, ἀναγ καίον ἰδεῖν· ἐπι θεοῦ θυ τὸ ἐμφύσιμα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἔστιν ἐνέργεια· ὥσ περ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφύσι σεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λ άβετε πνεῦμα πνα ἅγιον· οὕτως τὸ ἐμφύσιμα τὸ θεῖον ἀνθρωπίνος ἀκούω μεν, θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκυνιτὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προ σελθῶν, οὐκ αὐτὸ γέγονεν ψυχὴ, ἢ εἰς ψυχὴν μετεβλή θει, ἀλλὰ ψυχὴν ἐδημι ούργισεν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινω νοῖ τῆ δημιουργία τοῦ σώ ματος, καὶ τῆ δημιουργί α τῆς ψυχῆς· πατὴρ πηρ γὰρ υἱὸς υς κ αὶ πνεῦμα πνα ἅγιον· θεία δυνά μει δημιουργεῖ τὸ πλάσ μα· καὶ μὴ νομήσεις ὅ τι μέρο ς μὲν ὁ πατὴρ πηρ συ νεβάλετο, μέρος δὲ ὁ υἱὸς υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ ἐκείνω λέγω, ὅτι κἂν πατὴρ πηρ ποιήσει τοῦ υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημιουργήσει· πατρὸς πρς ἡ δη μιουργία. καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐν έργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῆ ἡμετέρα δημιουργία· ἐλεγχέσθω ἐκ τῶν μυσ τηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριάδος ἀ ναγεννώμεθας· εἰ μὴ τῶ πατρὶ π ρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημι ουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουρ γία ἀλλ’ ὅτ’ ἂν μὲν ἐκτίσ θημεν, οὐ χρεῖα γέγονεν τοῦ πνεύματος πνς · ὅτ’ ἂν δὲ ἀνα κ αινιζόμεθα, προσλαμ βάνεται τὸ πνεῦμα πνα · οὐκ οὖν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κἂν μὴ θέλωσιν οἱ ἐχθροὶ, κἂν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προ φήτης, τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνινης διαλεγό μενος κατασκευῆς φησί φη · πάντα προς σὲ προσδοκου σι κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόν τος σου αὐτοῖς συλλέξω σιν· ἀνοίξαντος δέ σου τὴν χείρα, τὰ σύμπαν τα πλησθήσονται χρη στότητος· ταῦτα, τὴν ἄ φθονον χωρηγίαν ἐνδεί κνυται· εἶτα· τί το ἐπα γόμενον; ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταρα χθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλεί ψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά π να σου καὶ κτισθήσονται· οὐκ οὖν· κτίστης καὶ δη μιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀ κρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐ τῶν καὶ ἐκλείψουσιν· ὅ τε δὲ περὶ πνεύματος πνς ἁγίου δια λέγεται· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθή σονται· εἰ δὲ πρὸς ταύτην ἀ ναβλέψαι τολμίσουσι τὴν ἀλήθειαν οἱ αἰρετικοῖ, ἑτέ ρα μαρτυρία πάλιν ἀπα στράψει τὴν τοῦ ἁγίου πνεύματος πνς · δημιουργικὴν δύναμιν κη ρύττουσα· τὸ γὰρ κρείττον πᾶσης δημιουργίας· καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσ σης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑ ρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ πα νάγιον καὶ προσκυνιτὸν σῶμα· δι’ οὗ καὶ οὐρανὸς καὶ γῆ· καὶ ὅλως ὁ κόσμος ἀνακαινίζεται· καὶ ἡ οἰκουμένη σώζεται· ἔρ γον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γὰρ παρθένου τῆς ἁγίας· ἀ πορούσης περὶ τὴν εὐαγγε λισθῆσαν ξένην ὠδίνα καὶ λεγούσης· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω· ὁ ἄγγελός φησὶ πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ· καὶ δύναμις ὑψίστου ἐπισκι άσει σοι· τινὲς μὲν ἐνό μησαν πνεῦμα πνα μὲν ἅγιον εἰ ρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα · δύ ναμιν δὲ ὑψίστου τὸν υἱόν υν · δ εῖ δὲ εἰδέτε· ὅτι αὐτὸ ἐκά λεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δύναμις ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον, δύ ναμις ὁνομάζεται· λέ γει γὰρ τοῖς ἀποστόλοις ὁ κύριος κς · μείναται εἰς ἱερουσαλήμ ἱλήμ · ἕως ἂν ἐνδύσησθε δύνα μιν ἐξ ὕψους· ἔπειτα δὲ ἀδελφοὶ, ὁ ἄγγελος τῶ ἰω σὴφ διαλεγόμενος φησίν· ἰωσὴφ υἱὸς δαυὶδ δαδ · μὴ φο βηθῆς παραλαβεῖν μα ριὰμ τὴν γυναίκα σου· τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν, οὐ γεννηθὲν· ἵνα μὴ νο μήσης τὴν θείαν καὶ ἄ χραντον φύσιν χραίνεσ θαι, οὐκ εἶπεν τὸ γεννη θὲν, ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· ε ἰ τοίνυν τὸ σῶμα τοῦ θεοῦ θυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγι ον, δεῖξον διαφορὰν δη μιουργίας πατρὸς πρς δημιουρ γίαν· ἀλλ’ ὅρα μὴ αἰσ χυνθῆς, πατρὶ πρι μὲν ἐπιγρά φων τὴν γηΐνην εἰκόνα· τὸ δὲ πνεύματι πνι τὴν οὐράνιον εἰ κόνα. εἰ γὰρ κατὰ τὸν σὸν λόγον, ὅτε ὁ ἀδὰμ ἐκτίσ θη· κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα · εὑρεθήσεται ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς κτήζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸ οὐ ρ άνιον, ἐνεφύσισεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδη μιουργίθη· ὅτε τὸν οἰκεῖ ον ἀπέλαβε χαρακτῆρα· ἠ γυνῆ οὐδέπω ἔπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ηθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρη σε θνητὸν ὁφθαλμὸν πα ρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τοῦτο μέλ λων πλάττειν τὴν γυναῖ κα ἐπιβάλλει τῶ ἁδὰμ κοίμησιν· ἵνα μὴ παρεῖ μ ὴ δὲ περιεργάζετε θεοῦ θυ δη μιουργίαν· καὶ ἐπέβα λεν ἐπ’ αὐτὸν ἔκστασιν τοῦ τ ἔστιν ὕπνον καὶ ὕπνωσε· καὶ ἔλαβεν μίαν τῶν πλε ρῶν αὐτοῦ· καὶ ἐπλήρωσε σάρκα ἀντ αὐτῆς· πόθεν ἀ ντεπλήρωσεν, ἀπορεῖ μὲν ὁ λόγος· ἡ δύναμις οὐκ’ ἀ πορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πά λιν ὠκοδόμησεν ὁστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλ μὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς νεύρα δι ἐτάθη· π εἰς ὕπαρ μετερυθμήθη πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχιματίσ θη· πῶς ἐπάγει γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ρίνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διὰ τρέχει τὸ αἵμα· ἐρμήνευσον τὴν σὴν δημι ουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰ πεῖν· ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοὺς συκο φαντίαν· ἐπέβαλεν ἐ π ὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμ βάνει πλευρὰν· καὶ δη μιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σο φίαν. ἀπὸ ἐνὸς πλάττει δ ύ ο· ἵνα ἀπὸ τῶν δύο τὸν ἕ να πάλιν ἀποτελέσει δι ὰ τῆς συμφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκε τὴν γυ ναῖκα· ἀπὸ τοῦ ἑνὸς ἐ ποίησε δύο· πᾶλιν ὁ αὐ τὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ένα· τὸ γὰρ ἀπὸ ἀνδρὸς κ αὶ γυναικὸς τικτόμε νον, εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον · τὸ δὲ νόημα θεῖον· ἑρμή νευσον πῶς ὠκοδόμηται· πλευρᾶ· καὶ οὐχ’ εὑρήσεις· πῶς τὸ μὲν ἔπλασεν· τὴν δὲ, ὡκοδόμησεν ἀ πὸ πλευράς· ἔπλα σε τὸν ἀδὰμ ἀπὸ γῆς· ἐ δημιούργησε τὴν εὗαν ἀ πὸ πλευρᾶς· κατὰ σκευ άζει τὸν κάϊν, καὶ τὸν ἄ βελ· τοὺς ἐξ ῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καὶ εἰσὶν· οἱ μὲν γεννητοὶ, ὁ δὲ, πλαστός· ἡ δὲ, ὠκοδομητὴ· τ ὰ ὀνόματα οὐκ ἴσα· ἐμε ρίσθη ἡ οὐσία· ταῦτα μοι εὐκαίρως εἰῥήσθω· ἐπει δὴ λέγουσιν οἱ αἰρετικοὶ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέν νητον, οὐχ ὅμοια· ἀλλ’ ὅσιν ἔχει τὰ ὀνόματα διαφο ρὰν τοσαύτα ἔχει καὶ τὰ πράγματα τὴν διάστα σιν· δὸς οὖν διαφορὰν τῶ ἀδὰμ πρὸς τοὺς ἐξ αὐ τοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννη τός ἐστιν καὶ ἀγέννητος· γεννητὸς, καθ’ ὃ ἐγένητο· ἀγέννητος, καθ’ ὃ οὐκ ἐ γεννήθη· ἐγένετο καὶ ἐ πλάσθη, ἀλλ’ οὐκ εγεννή θη· ἡ δὲ γυνὴ, οὕτε ἐγεννή θη οὕτε ἐπλάσθη· ἐπα νάλαβε πᾶλιν τὸ ῥῆμα, καὶ στῆσον τὸ νόημα· ὁ ἀ δὰμ ἐπλάσθη καὶ οὐκ ε γεννήθη· ἡ γυνὴ ὠκοδο μήθη, καὶ οὕτε ἀπὸ γῆς ἐπλάσθη, οὕτε ἀπο κυ λίας ἐγεννήθη· οἱ περὶ κά ϊν καὶ ἄβελ, καὶ τοὺς ἐξ ῆς ἀνθρώπους ἀνους · οὕτε ἐπλάσθησαν, οὔτε ὠκοδομήθησαν, ἀλ λ’ ἐγεννήθησαν· ἐπεὶ οὖν π ολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν νοημάτων· ἄλλο γὰρ τὸ πλασθῆναι, ἄλλο τὸ ὠκοδομηθῆναι, καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξον μοι διαφορὰν οὐσί ας τοῦ ἀδὰμ πρὸς τὴν εὗ αν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς κατηγορί αις καὶ οὐ τέμνονται τῆ οὐ σία· τί θαυμαστὸν εἰ τὰ ὁνό ματα συνεχῶς περιστρέ φεις· ἐναλάττει μὲν πρὸς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πό θεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν· σοφό τερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ἦν σοι ἀ ξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠ δύνατο τὸ σοφὸν τοῦτο αὐ τὸς πρὸς τῆς σῆς ἐπινοί ας εὑρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ ἠ μὲν πρὸς τοὺς αἰρετικοὺς μάχη· καὶ ὁ περὶ εὐσεβείας ἀ γῶν, ἑτέρω καιρῶ ταμι ευέσθω· εἰς δὲ τὸ προκεί μ ενον ἐπανέλθωμεν· ἐ πέβαλε τῶ ἀδὰμ τὸν ὕ πνον και τότε τὴν πλευ ρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔ μελλεν ἐκ τῆς πλευρᾶς ταῦτῆς προ ἔρχεσθαι ἡ ἀφορμῆ τῆς παραβάσε ως· γυνὴ δὲ εἰσήγαγε τὸν θά νατον τῶ ἀδάμ· ὁ σωτὴρ σηρ βου λόμενος τὴν πληγῆν θε ραπεύσαι, ἀντιτίθησιν πλευρὰν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω τῆ λόγχη παρέδω κε τὴν πλευράν· ἴν ὅθεν ἐ π ήγασε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξῆλθεν αἵμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομίσαντα καὶ βλέπε τὸ θαυμαστόν· ἐ πειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγο ρότος τοῦ ἀδὰμ ἡ πλευ ρὰ ἀφηρέθη, ὁ σωτὴρ σηρ οὐκ ἐγρη γορῶς, τῶ σῶματι τὴν πλευ ρὰν διενύγει· ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώ ματος, ἔδωκε τὴν πλευ ρὰν τῶ στρατιώτη· καὶ π ρόσεχε ἀκριβῶς, ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, ὑ πέμενε μὲν τὰ ἄλλα· ἔ τι ἐν σαρκὶ ὦν καὶ φαινό μενος· καὶ ταύτην κατὰ τὴν ἀνθρωπίνην κατά στασιν· θεοῦ θυ γὰρ πάθος, οὐκ ἄ πτεται· θεὸν θν πάθος οὐχ’ ὑ βρίζει· θεὸν θν πάθος οὐ μιοῖ, εἰ μήπω καὶ τῶν ἡμετέ ρων ψυχῶν ἔστι κατώτερος· ε ἰ γὰρ ταῖς ἡμετέραις ψυ χαῖς, ἐπαγγέλλεται λέ γων· μὴ φοβηθῆτε ἀπο τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτείναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀπο θνήσκει; πάντα οὖ συ ν ὑ πομείνας κατὰ τὴν ἀν θρωπίνην οικονομίαν ἐπιτελεῖ τὰς οἰκονομί ας· ἵνα δείξη την ἐξουσί αν αὐθεντοῦσαν καὶ οὐ χ’ ὑποκύπτουσαν νόμοις φύσεως, ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου τετέλεσται· πάτερ περ , εἰς χ είρας σου παρατίθημι τὸ πνεῦμά πνα μου, φωνῆ τὴν φύ σιν διέλυσεν, λόγω τὴν πή ξιν ἐφήρμωσεν· αὐτὸς γάρ ὁ λέγων· ἐξουσίαν ἔ χω θῆναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα , κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆ μα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος· τὸν θάνατον διὰ τῆς νεκρώ σεως· οἱ στρατιῶται ἀπι στήσαντες, διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαν τες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παρὰ διδόναι, προ σήλθων πειράζοντες εἰ ζῆ· καὶ ηὖρον νεκρὸν μὲν ἀλη θῶς τῶ σώματι, ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέ κτειναν ὡς ἄνθρωπον ἄνον μετὰ τὸν σταυρὸν στρὸν ὁμολογοῦσαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώ της, λόγχη τὴν πλευρὰν ὄρυξε ἐξῆλθεν αἵμα καὶ ὕδωρ· ὁ ἔστιν νεκροῦ ἀλλό τριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἵμα πηγάζει· ὅτε δ ὲ ἐπήγασε τὸ αἵμα τὸ μυ στικὸν· τότε ἡ πλευρᾶ πη γῆν ἥνοιξε σωτηρίας σρίας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ πα ρεστηκῶς τῶ σταυρῶ στρῶ , ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνί σω· καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐπέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευ ρὰν ἀνέσπασε· οὕτως τοῦ σωτῆρος σρς τὴν κοίμησιν ὑπιστάν τος πάντως κατὰ τὸ σῶ μα· τότε ἡ πλευρὰ ἡνοί γει, καὶ γὰρ τότε μετὰ τὸν ὕ πνον· καὶ νῦν μετὰ τὴν κ οίμησιν οἱ στρατιῶται αἵ μα ἰδῶντες υἱὸν υν θεοῦ θυ ἐκήρυ ξαν· οἱ δὲ αἰρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· διὰ τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑ πήντησεν ἡ πλευρά, ἔ δει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ πάντα λυθῆναι τὰ κα τὰ τοῦ ἀδὰμ, ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλῶν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου· φλο γίνην ῥομφαίαν περιέθη κε τὴν κολύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παρά δεισον· ἡ δὲ ῥομφαία ἦν στρε φομένη· πᾶν δὲ τὸ στρεφό μενον ἐὰν μὴ πρὸς κρούση οὐκ ίσταται τοῦ ἰδίου δρό μου· ἐπεὶ οὖν οὐδεὶς ἠ δύνατο ἀντιστῆναι τῆ ῥομ φαία τῆ πυρίνη· ἐν τῆ οἰ κονομία τοῦ σταυροῦ στροῦ , τῶ σχή ματι τῆς ῥομφαίας ἀντέ θηκε τὴν πλευράν· ἵνα διὰ τῆς αἰσθητῆς λόγχης ἡ νοη τὴ ῥομφαία συγκρούση τῆ πλευρὰ παύσηται λοι πὸν τῆς ἀπειλῆς· καὶ μ ὴκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴ σοδον ἀποκλήσει τοῦ πα ραδείσου· ἑδέξατο τοίνυν ὁ κύριος κς τὴν ρομφαίαν διὰ τῆς πλευρᾶς καὶ εὐθέ ως ηνοίγει ἡ θύρα τοῦ πα ραδείσου ἐπήγασεν ἀπὸ πλευράς ἡ θεραπεία, τῶ πληγέντι ἀπὸ πλευράς· ἐξήγαγεν αὐτὸν τὰ πρῶ τα τοῦ παραδείσου· καὶ πιτέλει· τὸν αὐτὸν εἰσή γαγεν εἰς βασιλείαν ἐπαί δευσεν, ἀλλ’ ἠλέησεν· ἐξέ βαλεν, ἀλλ’ οὐκ ηφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέ ωσεν· ἀλλ’ οἱ ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖν· π άντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔν νοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρου παραστάν· τοῦ παντὸς λόγου τὴν δύνα μιν· δίδου γὰρ σοφῶ ἀφορ μὴν καὶ σοφότερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον ἕνα ἀπο λέσαμεν· καὶ μυρίους παραδείσους ἀνὰ πᾶ σαν τὴν οἰκουμένην ἐφύ τευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον διὰ τὴν παρακοὴν ἀ πολέσαντες εἰς βασιλεί αν οὐρανῶν οὐνῶν ἐκλήθημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ οὗ τῶ πατρὶ πρι ἡ δόξα· εἰς τοὺς αἰῶ νας τῶν αἰώνων ἀμήν:–