Ἀλλ’ ὅρα, τί φησιν ὁ ἐχθρὸς τῆς ἀληθείας. Μὴ γὰρ ἀργῶς ἡμῖν ὁ θεὸς δέδωκε λογισμούς; Μὴ γὰρ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον; Δεῖ καὶ λογισμοῖς ἐρευνᾶν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν. Καλῶς. Ἀλλὰ τῆς ἐξετάσεως ὅρον εἶναι τὰ θεῖα λόγια καὶ τοὺς παρ’ αὐτοῦ ἡμῖν δοθέντας τοὺς εὐσεβείας κανόνας. Σὺ δὲ τοὺς κανόνας ὑπερβαίνων, οὐ στοιχεῖς ταῖς θεοπνεύστοις γραφαῖς, ἀλλὰ πολυπραγμονεῖς τὰ θεῖα καὶ βιάζεις τὴν ἀλήθειαν καὶ πανταχοῦ σπεύδεις καὶ λογισμῶν ἀνωμαλίᾳ μᾶλλον ἀκολουθῆσαι ἢ πίστει δουλεῦσαι, ὥσπερ τῶν ἄλλων κατειληφὼς τὴν πεῖραν ἢ τῶν ἄλλων ἐν πείρᾳ γενόμενος τῶν ὁρωμένων. Ἀπάγγειλόν μοι, λογισμῶν ἀκολουθίᾳ χρησάμενος, πῶς ἕστηκεν ὁ οὐρανός, εἰς τοσοῦτον ὕψος κοιλαινόμενος ἄπειρον καὶ μηδὲν ἐν τοσαύτῃ περιγραφῇ τὸ ὑπερεῖδον ἔχων, πῶς ἕστηκεν, τίνι βαστάζεται, τίνες αἱ κρηπῖδες ἐφ’ ὧν ἐστήρικται; Πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύεται τὸ κάλλος, οὐκ ἀφανίζεται ἡ ἁρμονία; Δεῖξον τοὺς βαστάζοντας κίονας· δεῖξον τὴν ὑποβάθραν τὴν τοσούτοις ὄγκοις ὑποκειμένην. Τί δὲ ἐρῶ περὶ οὐρανοῦ καὶ οὐ περὶ γῆς, ἣν πατῶ; Πρῶτον ἑρμήνευσόν μοι τῆς γῆς τὴν κατάστασιν. Ὅτι μὲν γὰρ ἐπὶ ὑδάτων τεθεμελίωται, τοῦτο κἀγὼ παρέλαβον καὶ αὐτὸς ὁμολογεῖς. Πῶς δὲ ἐπὶ τῶν ὑδάτων ἐστήρικται , ἑρμήνευσον. Μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλὰ λογισμὸν ἀπόδος τῶν ζητουμένων. Πῶς ὄρη τοσαῦτα καὶ τηλικαῦτα καὶ βουνοὶ καὶ πεδιάδες ἐπὶ ὑδάτων φέρονται; Εἰπὲ πῶς ἡ θάλασσα ἀφώρισται· εἰπὲ πῶς ἡ τοσούτοις μαινομένη κύμασι καὶ εἰς ὕψος ἄπειρον κορυφουμένη, ἐπειδὰν πλησιάσῃ τῇ ψάμμῳ, λύεται. Ἑρμήνευσον, ἀδελφέ, πῶς μιᾶς γῆς οὔσης, μιᾶς μητρός, διάφορα τὰ βλαστήματα, πόθεν αἱ πικραὶ ῥίζαι, πόθεν αἱ γλυκεῖαι, πόθεν τῶν καρπῶν αἱ διαφοραί. Μία γῆ βλαστάνουσα, εἷς ὄμβρος ὁ τρέφων, πόθεν ἡ διαφορά; Ἑρμήνευσον, πόθεν προΐεσαν αἱ πηγαὶ καὶ ἐκ ποίων ἀβύσσων, πῶς ταῦτα δυνατὸν καταλαβεῖν. Ἀλλ’ ὅταν περὶ ταῦτα ἀπορήσωμεν, ἔχομεν μίαν ἀληθῆ καὶ εὐσεβῆ τῶν ἀπορουμένων τὴν λύσιν. Καὶ ὁ μακάριος Δαυὶδ ἐμελῴδησεν ὧδέ πη λέγων· Ὅτι εὐθὺς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τὰ ἔργα ἄνευ πίστεως οὐκ ἔστι καταλαβεῖν καὶ θεὸν ἄνευ πίστεως εὑρεῖν δυνατόν; Τὰ ἔργα ἄνευ πίστεως καὶ ὁ υἱὸς ἐν ἀποδείξει; Ὅτι εὐθὺς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Ἀλλὰ γὰρ τοὺς ἐχθροὺς τῆς ἀληθείας ἀφέντες ἡμεῖς, ἐπὶ τὴν ὑγιῆ καὶ ἀσφαλῆ τῆς πίστεως ἐπανέλθωμεν καὶ δείξωμεν τὸν κανόνα τῆς εὐσεβείας δι’ αὐτῆς τῆς ἀληθείας ἐκλάμποντα. Οὐδεὶς Μωϋσέως ἐν τοῖς ἀρχαίοις ἀξιοπιστότερος· οὐδεὶς Παύλου ἐν τοῖς νέοις σοφώτερος. Ἐρεύνησον τὴν παλαιὰν κατάστασιν καὶ Μωϋσέως οὐδένα μείζονα εὑρήσεις· Ἔγνων γάρ σε καὶ εὗρες χάριν παρὰ πάντας. Οὐδεὶς Παύλου ἐν τῇ νέᾳ τελειότερος. Σκεῦος γάρ ἐστιν ἐκλογῆς καὶ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν . Μὴ ὑπερβῇς τοὺς τοῦ Μωϋσέως ὅρους καὶ τοῦ Παύλου . Τί εὗρε Μωϋσῆς , κατάληψιν οὐσίας ἢ δόξαν θεοῦ; Μωϋσῆς , ἀδελφοί, ἦλθεν εἰς ἐπιθυμίαν θεοῦ ὡς ἄνθρωπος φιλόθεος καὶ ἠγνόησε μὲν ὅτι ἀδύνατον ἐπεθύμει, ὅμως δὲ δι’ ὧν ᾔτησεν τὸν θεὸν ἔδειξεν. Τί γάρ φησι; Δέομαι, κύριε, εἰ εὕρηκα χάριν ἐνώπιόν σου, γνωστῶς ἴδω σε, ἐμφάνισόν μοι σαυτόν. Ἀδελφὸς ἦν οὗτος τοῦ Φιλίππου τοῦ λέγοντος· Δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. Κύριε, σὺ εἶπας, ὅτι εὗρες χάριν ἐνώπιόν μου, ἐμφάνισόν μοι σεαυτόν, ὅπως γνωστῶς ἴδω σε . Εἶδε μὲν γὰρ αὐτὸν καὶ ἐπὶ τῆς βάτου· εἶδεν αὐτὸν καὶ ἐκ τοῦ ὄρους Σινᾶ · εἶδεν αὐτὸν καὶ ἐκ διαφόρων ἐπιφανέντα τόπων, καὶ διαφόρως τὴν ἐπιφάνειαν αὐτοῦ ἐνδειξάμενον. Ἀλλ’ ὁ μακάριος ἐκεῖνος Μωϋσῆς αὐτὸν ἰδεῖν ἐπόθει τῆς φύσεως τὸν χαρακτῆρα. Ἄνθρωπος ὤν, ἀνθρώπινα περὶ τῆς ὑπερκοσμίου δυνάμεως ἐφαντάζετο. Ὁ δὲ θεὸς τὸν μὲν πόθον τοῦ πιστοῦ θεράποντος ἐδέξατο. Πείθει τὴν ἀνθρωπίνην ὄρεξιν τῶν ἀδυνάτων ἐπιθυμοῦσαν. Τί γάρ φησι πρὸς αὐτόν; Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Οὐ χωρεῖ ποθούμενον ἡ τῶν ποθούντων δύναμις· οὐ φέρει θνητὴ ὄψις τὴν ἀθάνατον φύσιν. Τί οὖν, ὦ δέσποτα, καταλιμπάνεις τὸν πόθον ἀπαραμύθητον καὶ οὐδὲ σκιὰν παρέχεις τῆς ἐπιθυμίας τῷ φανταζομένῳ τοσοῦτον πόθον; Ὅθεν φησί· Τίθημί σε εἰς τὴν πέτραν, καὶ σκεπάζω τῇ χειρί μου· καὶ ἐν τῷ παρέρχεσθαι τὴν δόξαν μου ὄψῃ τὰ ὀπίσθια, τὰ δὲ ἐμπρόσθια οὐκ ὄψῃ. Ἐν τῷ παρέρχεσθαι οὐκ εἶπεν ἐμέ, ἀλλὰ τὴν δόξαν μου . Οὐ γὰρ ἔστιν ὑπερβάντα τὴν δόξαν οὐσίαν εὑρεῖν. Μωϋσῆς οὐδὲν εὗρε πλέον δόξης, καὶ ταύτην οὐκ εἶδεν εἰς ὁλόκληρον, ἀλλὰ τὰ νῶτα. Οὐκ ἐπειδὴ νώτοις καὶ στήθεσι διαγέγραπται ἡ θεία φύσις. ἁπλῆ γάρ ἐστι καὶ ἀσύνθετος· ἀλλ’ ἐπειδὴ ὁ θεὸς ἑαυτὸν οὕτω γνωρίζει, οὐ κατὰ τὴν αὐτῷ πρέπουσαν ἀξίαν, ἀλλὰ κατὰ τὴν δύναμιν τῶν μελλόντων ἀπολαύειν τῆς ὄψεως. Μωϋσῆς δόξαν ἔφθασε καὶ τὴν δόξαν οὐχ ὑπερέβη. Καὶ σύ, αἱρετικέ , τὴν δόξαν ὑπερὰς οὐσίαν θεοῦ πολυπραγμονεῖς; Ἔλθωμεν καὶ ἐπὶ τὸν μακάριον Παῦλον . Παῦλος ἐν τῇ νέᾳ καταστάσει ἐγκύψας μερικαῖς τισιν οἰκονομίαις τοῦ θεοῦ καὶ ὥσπερ ἰλιγγιάσας τὰ βάθη τῆς ἐννοίας τὴν μεγάλην ἐκείνην καὶ ἐκπλήξεως γέμουσαν ἀνεβόησε φωνήν· ὧδέ πη λέγων· Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Καὶ τὸ τέλος τοῦ λόγου· Ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ὁρᾷς, ὅτι εἰς τὴν δόξαν ἐλθὼν τοῦ θεοῦ τὸν ὅρον οὐχ ὑπερέβη; Καὶ τί περὶ ἀνθρώπων λέγω; Ἀνάβηθι πρὸς τὰ ὑπερκόσμια τῇ ἐννοίᾳ· ἐρώτησον τοὺς οὐρανοὺς καὶ εἰπέ· Τί μοι περὶ θεοῦ ἀναγγέλλειν δύνασθε; Οὐρανοί, διηγήσασθέ μοι ποδαπὸς ὁ θεός· ἀπαγγείλατέ μοι τί ἐστιν οὐσίᾳ ὁ θεος. Ἀλλ’ οὐκ ἀποκρίνονται οἱ οὐρανοὶ περὶ τῶν ἀδυνάτων ἐρωτώμενοι. Ἀλλὰ κἂν ταῦτα τολμηρῶς ἐπερωτήσῃς, ἀποκριθήσεται διὰ τοῦ θαυμασίου Ἱερεμίου τὸ θεῖον ἐκεῖνο λόγιον· Ἔφριξεν οὐρανὸς ἐπὶ τοῦτο. Φρίττει γὰρ οὐρανὸς ἀληθῶς, ὅταν ἴδῃ τὴν θείαν πολυπραγμονουμένην φύσιν. Ἀντικρούσει δὲ καὶ ὁ μακάριος Δαυὶδ τὴν ἄμετρον πολυπραγμοσύνην κολάζων καὶ ερεῖ· Οὐκ ἤκουσας, ὅτι οἱ οὐρανοὶ διηγοῦνται φύσιν θεοῦ, ἀλλὰ δόξαν θεοῦ ; Οὐκ αὐτός σοι διὰ τῆς ἁγίας κιθάρας ἀνεβόησεν, ὅτι οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ , οὐ φύσιν θεοῦ; οὐκ οὐσίαν ἑρμηνεύουσιν, ἀλλὰ δόξαν ἀναγγέλλουσιν. Ἀλλὰ μὴ νομίζῃς τὰς ὑπερκοσμίους δυνάμεις εἰδέναι τι πλέον. Ἐρώτησον ἀγγέλους, ἐρώτησον λέγω, οὐκ ἐπειδὴ ἐπιτέτραπταί σοι προσομιλεῖν ταῖς ἄνω δυνάμεις, ἀλλ’ ἐπειδὴ ἐκ τῆς γραφῆς ἔχεις τὰ φάρμακα καὶ τὰ ἐπιστομίζοντά σου τὴν θρασύτητα. Ἐρώτησον τοὺς ἀγγέλους· ἐρώτησον, ὅταν ἴδῃς αὐτοὺς ἐπὶ γῆς χορεύοντας ἢ ἀνυμνοῦντας. Εἰπὲ αὐτοῖς· Τί καινὸν διδάσκετε; Τί ξένον ἀπαγγέλλετε; Καὶ εὐθέως ὁ θεῖος χορὸς ἀποκριθήσεταί σοι διὰ τῶν θείων εὐαγγελίων· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἦλθον ἐπὶ γῆς ἄγγελοι, τῆς δόξης τοὺς ὅρους οὐχ ὑπερέβησαν· καὶ αἱρετικοὶ τούτους ὑπερβαίνειν οὐκ ὤκνησαν. Ἀλλὰ μή τι αἱ ἀνωτάτω δυνάμεις, αἱ ὑπὲρ τοὺς ἀγγέλους λέγω; Λέγω δὴ αἱ τῶν ἀρχαγγέλων. Εἰσὶ δὲ ἐκεῖναι φύσεις διακεκριμέναι. Ἐρώτησον τὰ χερουβίμ , τὸν βασιλικὸν θρόνον. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι. . Ἐρώτησον τὰ χερουβίμ ὡς θρόνον σαπφείρινον καὶ ἐν τῷ θρόνῳ καθήμενον ὡς ὁμοίωμα υἱοῦ ἀνθρώπου. Καὶ φωνὴ ἐγένετο τῶν χερουβὶμ ὡς ὑδάτων πολλῶν βοῶσα· Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτῆς. Ὁρᾷς καὶ τῶν χερουβὶμ τὴν εὐλάβειαν; Ἔφθασεν εἰς δόξαν καὶ οὐχ ὑπερέβη τὸν ὅρον. Εὐλογημένη ἡ δόξα κυρίου. Καὶ πῶς; Ἐκ τοῦ τόπου αὐτῆς , ἵνα δείξῃ σοι, ὅτι καὶ ἐν τοῖς οὐρανίοις τόποις αὐλίζεται καὶ πολὺ ὑψηλοτέραν τῶν οὐρανίων δυνάμεων καὶ ἀοράτων ὑπέρκειται τὴν ἀξίαν. Οὐ φθέγγονται ὡς πλησιάζοντες, ἀλλ’ ὡς πόρρω ἀφεστηκότες τῆς θείας ἀξίας. Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτῆς. Οὐχ ὅτι τόπον ἔχει. Πάντα γὰρ περιγράφει τόπῳ· Ἀλλὰ τόπον θεοῦ καλεῖ τὴν περὶ αὐτὸν ἀξίαν. Εἶδες τῶν χερουβὶμ καὶ φωνήν· Εὐλογημένη ἡ δόξα κυρίου. Καὶ οὐδὲν πλέον ἀνήγγειλε. Δεῖ γάρ σε κύκλῳ παρεστῶτα εἰδέναι τὰ τοῦ θεοῦ καταγγέλια. Τὰ γὰρ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ. Τί τοίνυν μαθεῖν ἔστι παρ’ αὐτῶν; Μὴ κωλύσητε. Ἀλλ’ ἐρεῖ κἀκεῖνα, ὅτι κἂν ὑπερέξωμεν τὴν ἀξίαν, ἀλλ’ ἐπιγινώσκομεν ἡμῶν τῆς φύσεως τοὺς ὅρους καὶ οὐχ ὑπερπηδῶμεν τὰ μέτρα τῆς γνώσεως· οὐ πολυπραγμονοῦμεν ἡμῶν τὸν κτίσαντα, οὐ περιεργαζόμεθα τὸν τιμήσαντα. Οἴδαμεν τὴν ἀκατάληπτον φύσιν, ὅτι οὐχ ὑποβάλλεται ζητήσει, οὐ δουλεύει λογισμῶν ἀκολουθίαις· ὑπερέχει πᾶσαν ὁμοῦ καὶ ἀγγελικὴν κατάστασιν καὶ ὑπερκόσμιον ἔννοιαν καὶ πᾶσαν ὑπερουράνιον δύναμιν ἡ δόξα τοῦ προσκυνουμένου. Διὰ τοῦτο καὶ ἡμεῖς οὐχ ὑπερβαίνομεν τοὺς ὅρους. Οὐχ ὑπερέβη τὰ χερουβίμ , ἀλλὰ μετὰ πάσης εὐλαβείας τὸν οὐράνιον ἐκεῖνον ὕμνον ἀναμέλπει· Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὐ δυσωπεῖ σε Παῦλος καὶ Μωϋσῆς δόξαν μὴ ὑπερβαίνοντες; Δυσωπήσει σε ὁ οὐρανὸς δόξαν ἀπαγγέλλων. Ἀλλ’ οὐ πείθει σε ὁ οὐρανός; Δυσωπήσουσιν ἄγγελοι. Ἀλλ’ ἀγγέλων καταφρονεῖς; Φοβήθητι τὰ χερουβίμ . Ἀλλὰ καὶ ταῦτα ὑπερβαίνεις τῇ τόλμῃ; Σωφρονιζέτω σε τὰ σεραφίμ . Ἀλλ’ οὔτε ὑπερκοσμίοις οὔτε ὑποδείγμασιν ἐπιγείοις πείθῃ; Ἐκτὸς γενοῦ τῶν ἱερῶν χορῶν, ἐξόρισον σεαυτὸν τῶν θείων αὐλῶν. Οὐ δύνῃ γὰρ θεὸν πολυπραγμονεῖν καὶ ἐν τοῖς πιστοῖς ἀριθμεῖσθαι. Καὶ τί λέγω περὶ θεοῦ; Οὐκ οἶδας ὅτι φοβερὸν τὸ κατατολμᾶν καὶ ἐρευνᾶν θεοῦ φύσιν; Οὐδὲ αὐτὰ τὰ ἔργα τοῦ θεοῦ ἂν θέλῃς πολυπραγμονῆσαι, ἄξιόν σε ὁ θεὸς ἡγεῖται τῆς ἑαυτοῦ οἰκειότητος, ἀλλ’ ἐκβάλλει μακράν, ὡς τῶν ἀδυνάτων κατατολμῶντα. Μωϋσῆς ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τῶν τοσούτων θαυμάτων ἐργάτης, ὁ γενόμενος μεσίτης θεοῦ καὶ ἀνθρώπων , ᾧ διῃρέθη θάλασσα, ὃς τὸ μάννα ἐξ οὐρανῶν ἐπήγαγεν· οὗτος, ἵν’ ἕν τι τῶν ὑπὸ θεοῦ κελευσθέντων τολμήσας ἀνθρωπίνῳ λογισμῷ μετρῆσαι, καὶ μὴ τῇ θείᾳ δυνάμει παραχωρῆσαι, ἀπαραίτητον ἔσχε τὴν δίκην. Ὡς γὰρ ἔφθασεν ἐπὶ τὴν πέτραν, λέγει πρὸς τὸν λαόν· Ὦ λαὸς σκληρὸς καὶ ἀπειθής, μὴ ἐκ τῆς πέτρας ταύτης δυνήσομαι ὑμῖν δοῦναι ὕδωρ; Καὶ τί πρὸς αὐτὸν ὁ θεός; Ἆνθ’ ὧν οὐκ ἐδόξασάς με ἐνώπιον τῆς συναγωγῆς, οὐκ εἰσελεύσῃ εἰς τὴν γῆν, ἣν ὤμοσα. Ἐνταῦθά μοι πρόσεχε τόν νοῦν ἀκριβῶς. Ἄνθ’ ὧν οὐκ ἐδόξασάς με. Τί γὰρ ἦν τὸ δοξάσαι; Τὸ εἰπεῖν· Πάντα δύναται ὁ θεός. Ἁμαρτία γάρ ἐστιν εἰς θεὸν τὸ λογισμοῖς ἐξετάζειν τὰ παρ’ αὐτοῦ γινόμενα καὶ μὴ τῇ θείᾳ δυνάμει παραχωρεῖν ὑπὲρ πάντα τὰ ἑαυτῆς ἐργαζομένῃ. Ἀπολογεῖται Δαυὶδ ὑπὲρ Μωϋσέως σφαλέντος, οὐ διανοίᾳ, ἀλλὰ γλώττῃ. Τῶν γὰρ δικαίων ἁμαρτήματα περὶ τὰ χείλη. Τῶν δὲ ἀσεβῶν τὰ ἀδικήματα περὶ τὴν διάνοιαν. Καὶ ὥσπερ ὁ ἀσεβὴς ἀπεσχοίνισται μὲν τῇ διανοίᾳ, δοκεῖ δέ πως πλησιάζειν τῷ θεῷ περὶ τὰ χείλη· Ὁ λαὸς γὰρ οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· οὕτως ὁ εὐσεβὴς ἐρρωμένην ἔχων τὴν καρδίαν, ὀλισθαίνει πολλάκις περὶ τὴν γλῶσσαν. Διὰ τοῦτο ὁ Δαυὶδ ἀπολογεῖται ὑπὲρ Μωϋσέως , προφήτης ὑπὲρ προφήτου· Καὶ παρώργισαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτούς. Οὐ δι’ ἑαυτόν. Τί δέ ἐστι τὸ δι’ αὐτοὺς ; Οὐ παρὰ τὴν ἰδίαν γνώμην τὴν ἀπιστίαν ἔδειξεν, ἀλλὰ θολωθεὶς ὑπὸ τῆς ἀντιλογίας τοῦ λαοῦ, οὐκέτι εὗρε τὸν λογισμὸν καθαρόν, ὡς ἐν συγχύσει. Ταῦτα ἐλάλησα ὑπὸ τοῦ ἐργαστηρίου τῆς ἀδικίας προσφερόμενα. Ποῦ ἤκουσας ἀγέννητον καὶ γεννητόν; ποῦ ἤκουσας ἐκεί νας τῆς πολυμανοῦς καὶ πολυφαντάστους διαλέκτους; Περιεγράφη τὰ τοῦ πνεύματος καὶ ἀντεισήχθη τὰ τοῦ διαβόλου. Εἰ ταῦτα ζητεῖς, Παῦλον διὰ τί ἐπιγράφεις διδάσκαλον; Εἰ ταῦτα πολυπραγμονεῖς, Πέτρον τί σεμνύνει ἔχειν; Ἄρνησαι τὴν πίστιν καὶ προσένεγκε ζήτησιν. Ἀλλ’ οὐκ ἀναχωρῶ, φησί, τῆς γραφῆς, μὴ γένοιτο. Ἐχθρὸς καὶ μαθητὴς καὶ λογισμῶν εἰσηγητής; Ἑρμήνευσόν μοι λογισμῷ δουλεύσας, πῶς ὁ σωτὴρ κεκλεισμένων τῶν θυρῶν εἰσῆλθε ; Τίς χρεία περὶ τὰ ἄλλα ἀσχολεῖσθαι; Πολλάκις γὰρ ζημίαν τοῖς λέγουσι καὶ τοῖς ἀκούουσι φέρει. Περὶ τῆς ἀοράτου φύσεως ἑρμήνευσον· πῶς ἐγέννησεν ὁ πατήρ, τίς ὁ τῆς θείας γεννήσεως τρόπος· τὸ τῆς οἰκονομίας ἀπαιτῶ. Εἰπὲ πῶς θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ σωτήρ ; πῶς εἰσῆλθε τὸ σῶμα; Ἡ τοῦ σώματος φύσις ἀρνεῖται τὰ εὐαγγέλια. Ἐὰν τῇ πίστει ἀκολουθήσω, ἀψευδὴς ἡ ἀλήθεια. Πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν ; Οὐ γὰρ ἦν ἡ ἀσώματος φύσις, ἡ πάντων τὰ σώματα τέμνουσα· ἀλλ’ ἦν μετὰ τῆς ἀσωμάτου τὸ σῶμα. Καὶ τοῦτο ἦν τῆς ἀσωμάτου φύσεως ὄργανον. Τοῦτο γὰρ εἶχε τὸ σῶμα τὸ ἀνθρώπινον ὁ σωτήρ. Ἀμέλει γοῦν οἱ μὲν μαθηταὶ πρὸς τὸ ξένον τοῦ θαύματος ἀποβλέποντες, ἐνόμισαν ὅτι πνεῦμά ἐστιν, ἐπειδὴ τὴν τοῦ σώματος φύσιν ἐνίκα τὸ προκείμενον. Ὁ μει, λέγει πρὸς ἀμφιβάλλοντας· Ψηλαφήσατέ με καὶ βλέπετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Πῶς εἰσῆλθεν; Ἆρα αἱ σανίδες δίκην ἀέρος διελύθησαν; Ἀλλ’ ἆρα τὸ σῶμα ἐλεπτύνθη καὶ οὕτως διῆλθε τὴν τοῦ ξύλου παχύτητα; Ἀλλ’ οὔτε σὺ δύνῃ εἰπεῖν, οὔτε ἐγὼ ἑρμηνεῦσαι ἰσχύω. Οὐδέν μοι τούτων παρέδωκεν ἡ γραφή. Οὐ πολυπραγμονῶ. οἷς ἐκήρυξεν ἀκολουθῶ, κἂν μὴ θέλω. Ὅτι εἰσῆλθε πιστεύω, τὸ δὲ πῶς οὐ πολυπραγμονῶ. Μὴ νομίσῃς τῶν θυρῶν εἰσῆλθεν. Οὐκ εἶπεν ἀραιωθείσης ἢ διαλυθείσης τῆς θύρας εἰσῆλθεν, ἀλλὰ κεκλεισμένων . Τὸ γεγονὸς ἐκήρυξε. Τίς ὁ τρόπος τοῦ γεγονότος οὐκ ἔδειξεν. Ἐξῆλθε Πέτρος ἀπὸ φυλακῆς. Ἀλλ’ ἠνοίχθησαν αὐτῷ αἱ πύλαι καὶ ἡ γραφὴ ἐπισημήνατο λέγουσα ὅτι ἡ σιδηρᾶ πύλη αὐτομάτη ἠνοίγη αὐτοῖς. Οὐκ εἶπεν· Αὐτομάτη ἐδέξατο Πέτρον διερχόμενον. Ἀνθρώπινον γὰρ ἦν τὸ σῶμα καὶ ἐξ ἀνθρωπίνου φυράματος. Τὸ δὲ Χριστοῦ ἀνθρώπινον μὲν διὰ τὴν πρὸς ἡμᾶς συγγένειαν, θεῖον δὲ διά τε τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν καὶ διὰ τὴν ξένην ὠδῖνα τῆς παρθένου. Πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν ; Πῶς ἀνῆλθε κεκλεισμένων τῶν οὐρανῶν; Ὢ τῆς ἀτοπίας τῶν ταῦτα τολμώντων· ὢ τῆς εὐσεβείας τῶν πάντα πιστευόντων. Ἀλλὰ τί φησιν ὁ ἀντιλέγων; Οὐχ εὑρίσκομεν τὴν πίστιν ἀσφαλῆ πανταχοῦ· εὕραμεν καὶ διολισθαίνουσαν. Οὐ δεῖ πιστεύειν ἀνεξετάστως, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως. Πολλὰ δὲ συντρέχουσιν αὐτοῖς τῶν ἔξω. Ἀδελφὰ γὰρ τὰ φρονήματα καὶ τῶν αἱρετικῶν καὶ τῶν Ἑλλήνων · κἀκεῖνα τῶν δαιμόνων εὑρέσεις καὶ ταῦτα τῶν δαιμόνων διδασκαλίαι. Λέγουσιν οὖν τινες τῶν ἀντιπιπτόντων τῇ πίστει, ὅτι τὸ ἀλόγιστον αὐτῆς βλαβερόν· κἂν μὴ ἐξητασμένος λογισμὸς συνημμένος ᾖ τῇ πίστει, οὐδαμοῦ κέρδος φέρει τῷ πιστεύοντι. Πόθεν γάρ φησιν ἐξετάσαι βούλῃ τῆς πίστεως τὴν φύσιν; θέλεις ἄνωθεν ἐξ αὐτῆς φησι τῆς δημιουργίας; Ζήτησον ὃν λέγετε πρωτόπλαστον. Εὑρίσκω ἀπὸ πίστεως πεσόντα. Βλέπε τοῦ πονηροῦ δαίμονος τὰ ῥήματα, τοῦ πάντα τολμῶντος ῥᾳδίως ἐπιχειρεῖν, οἷα τολμᾷ, οἷα φθέγγεται, οἷα προτείνει. Ὑμεῖς λέγετε φησιν ὅτι ὁ ὄφις εἶπεν αὐτῷ· Ἧι ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί γινώσκοντες καλὸν καὶ πονηρὸν. Ἐπίστευσε τῷ ὄφει· πιστεύσας ἀπώλετο. Ἀρχὴ οὖν τῶν κακῶν πίστις. Ταῦτα πρὸς ἡμᾶς ἐκεῖνοι οἱ τῆς ἀληθείας ἐχθροί, οἱ τῆς εὐσεβείας πολέμιοι. Ἀλλ’ ἠγνόησαν οἱ ἀσεβεῖς τὸν ἀληθῆ τῆς πίστεως ὅρον· οὐκ οἴδασιν ὃ προτείνουσι. Μὴ γὰρ ἡμεῖς λέγομεν ὅτι πᾶς ὁ παντὶ πιστεύων ἐκεῖνος πίστιν ἔχει καὶ πιστὸς ἀναγορεύεται; Οὐχ ὅτι ὁ πιστεύων τῷ τυχόντι πιστός, ἀλλ’ ὁ θεῷ πιστεύων ἀληθινῶς. Μὴ γὰρ ἔδειξας ὅτι θεῷ πιστεύσας ἀπώλετο; Διαβόλῳ πιστεύσας ἔπεσε, θεῷ ἀπιστήσας ὠλίσθησε. Τί διαστρέφεις τὰ ῥήματα; Ἄκουε Ἱερεμίου λέγοντος· Ἀκούσατέ μου, οἱ μισοῦντες κρίσιν, οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες. Καὶ μὴν ἐχρῆν εἰπεῖν· Ἀρχὴ τῶν κακῶν ἀπιστία. Εἰ γὰρ ἐπίστευσε θεῷ λέγοντι· Ἧι ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε , οὐκ ἂν ὠλίσθησεν, ἀλλ’ εἶχεν ἂν τὴν πίστιν, πίστιν ἀσφαλῆ πρὸς σωτηρίαν. Ποτὲ μὴ διάβαλε τὸ ὄνομα τῆς πίστεως. Οὐ γὰρ ὁ παντὶ πιστεύων πιστός, ἀλλ’ ὁ θεῷ πιστεύων, οὗτος μόνος καὶ ἔστι καὶ λέγεται. Κατάλειπε ζητήσεις καὶ ἄσπασαι πίστιν. Πίστις πάντα φωτίζει· πίστις πάντα ἁγιάζει· πίστις πνεύματος ἀγίου καταξιοῖ. Στέφανος γὰρ πλήρης πίστεως καὶ δυνάμεως. Εἰ μὴ προέλαμπεν ἡ πίστις δύναμις οὐκ ἠκολούθει τῷ ἁγίῳ. Ὅπου πίστις, ἐκεῖ καὶ δύναμις. Ὅπου ἀπιστία, ἐκεῖ καὶ ἀσθένεια. Ἀρχὴ τῶν ἀγαθῶν πίστις, πηγὴ τῶν ἀγαθῶν πίστις. Λάβωμεν τὸ ὅπλον τῆς σωτηρίας. Τί λέξεσι δουλεύεις καὶ τὴν ἀλήθειαν φεύγεις; Διὰ τί προσφέρεις ἃ μὴ τολμᾷ μήτε τῶν ἀγγέλων φύσις ἐρευνῆσαι; Τί λέγω ἡ τῶν ἀγγέλων φύσις; Ἃ μήτε δαίμονες τολμῶσιν. Οὐ θέλεις ἀκολουθῆσαι Πέτρῳ ; οὐ θέλεις ἀκολουθῆσαι Παύλῳ ; οὐ τοῖς ἀγγέλοις; οὐ τοῖς χε ρουβίμ; Γενοῦ κἂν μαθητὴς τῶν δαιμόνων. Εἶδον οἱ δαίμονες τὸν σωτῆρα καὶ λέγουσιν αὐτῷ· Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; Οἱ δαίμονες υἱὸν ὁμολογοῦσι καὶ σύ, αἱρετικέ , βλασφημεῖς; Δαίμονες ἴσον ποιοῦσι καὶ σὺ τὴν ἀνισότητα κατασκευάζεις; Καὶ τί ποιήσω, φησὶν ὁ αἱρετικός , τῷ κυρίῳ λέγοντι· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινόν θεόν ; Μόνον εἶπε, μόνον ἐκήρυξε τὸν ἀληθινὸν θεὸν τὸν πατέρα. Στοιχῶ τῇ ἀληθείᾳ τῇ παρὰ θεοῦ κατηγγελμένῃ. Τῇ φωνῇ τοῦ μόνου ἀκολουθεῖς καὶ τῇ λέξει δουλεύεις; Τήρει μοι τοὺς ὅρους ἐπὶ τῶν ἐξεταζομένων. Λέγει ὁ θεὸς διὰ τοῦ προφήτου· Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἕτερος πλὴν ἐμοῦ οὐκ ἔστι. Δίκαιος καὶ σωτὴρ παρὲξ ἐμοῦ οὐκ ἔστι. Καὶ ἐπιστράφητε πρός με καὶ σωθήσεσθε ἀπὸ τῶν ἐσχάτων τῆς γῆς. Ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος. Κατ’ ἐμαυτοῦ ὀμνύω. Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα . Καὶ ἐπήγαγε· Καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ. Βλέπετε πῶς δεικνύει μεμονωμένην φύσιν, μηδὲν ἔχουσαν κοινὸν πρὸς ἑτέραν ἀπεσχοινισμένην φύσιν; Λέγει δὲ ταῦτα ὁ θεός· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος. Ὁ διὰ τοῦ προφήτου λέγων· Ἐξέτεινα τὸν οὐρανὸν μόνος. Πρόσεχε σὺ εἰς τὸ μόνος , ἐπειδὴ προφέρεις τὸν μόνον ἀληθινὸν θεόν . Ἐξέτεινα τὸν οὐρανὸν μόνος. Καὶ ἐνταῦθα ὁμοίως τὸ ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος. Κατ’ ἐμαυτοῦ ὀμνύω. Πρόσεχε καὶ τῇ αὐθεντίᾳ καὶ τῇ δυνάμει τοῦ λέγοντος· ὅτι εἶπεν· Οὐκ ἔστιν ἄλλος καὶ τὸ μόνος εἰμὶ , καὶ τοῦτο καθ’ ἑαυτοῦ ὤμοσα . Καὶ μηνύει μὴ εἶναί τινα μείζονα αὐτοῦ λαλοῦντος. Ὥστε καὶ ὁ ἀπόστολός φησιν· Ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ’ ἑαυτοῦ ὤμοσεν. Οὐκ ἔχει οὖν μείζονα ὁ λέγων· Κατ’ ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται. Καὶ τί ὀμνύεις; Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τὸν θεὸν τὸν ἀληθινόν. Τίς ὁ ταῦτα λέγων, αἱρετικέ ; Ὁ πατὴρ ἢ ὁ υἱός; Παρ’ ἐμοὶ τῷ πιστῷ καὶ παντὶ εὐσεβεῖ τοῦ πατρὸς ἡ ἀξία καὶ υἱοῦ ἡ αὐθεντία. Ἐκεῖνο γὰρ ἔχε παρατετηρημένον, ὅτι πολλὰ τῶν λεγομένων παρ’ ἡμῖν ἀγωνιστικῶς κηρύττεται, οὐ δογματικῶς. Ἐμοὶ ἕστηκεν ἐρρωμένον τὸ δόγμα τῆς εὐσεβείας καὶ παντὶ πιστῷ, ὅτι ὅπου μόνος διαλέγεται πατήρ, συμπαρείληπται καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὅπου υἱὸς διαλέγεται, πατρὸς αὐθεντία. ὅπου πατὴρ αὐθεντεῖ, υἱοῦ ἐξουσία· ὅπου τὸ πνεῦμα τὸ ἅγιον ἐνεργεῖ, τοῦ πατρὸς ἡ ἐνέργεια. Οὐ τέμνεται τῆς ἁγίας τριάδος ἡ δόξα, ἐπειδὴ οὐ τέμνεται τὸ δόγμα τῆς ἀληθείας. Μὴ ὁμολόγει μίαν βασιλείαν.