Ἀρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ θεοῦ φόβος, καὶ ῥίζα πάντων τῶν ἐν ἡμῖν ἀγαθῶν ὁ τοῦ θεοῦ νόμος. Οὔτε δὲ θεοῦ νόμος ἄνευ φόβου οὔτε φόβος ἄνευ νόμου. Ὁ γὰρ νόμος τῶν ἐπιταγμάτων ὑπηρέτην ἔχει τὸν φόβον· ὁ δὲ φόβος τῶν προστεταγμένων δικαστὴν ἔχει τὸν νόμον. Ὁ μὲν οὖν φόβῳ τῷ νόμῳ προσερχόμενος καὶ τῷ τὸν νόμον δόντι θεῷ ἁγίοις ἐμπολιτεύεται καὶ ὁσίοις ἀναγράφεται· ὁ δὲ κατατολμῶν τοῦ θείου φόβου καὶ μετὰ ἀλαζονείας προσέρχεται τῷ θείῳ νόμῳ οὔτε τῆς χάριτος ἀξιοῦται, ἀλλὰ καὶ τῆς εὐσεβείας ἐκβάλλεται. Διὰ τοῦτο οἱ μὲν φόβῳ καὶ πόθῳ προσιόντες τῷ θείῳ νόμῳ, μετὰ πάσης εὐθύτητος διδάσκονται καὶ φωτίζονται, καὶ παρ’ αὐτῆς τῆς ἀληθείας αὐτὴν παιδεύονται τὴν εὐσέβειαν· ὑποπίπτουσι γὰρ αὐτῇ τῇ πηγῇ τῆς ἀληθείας, λέγοντες· Εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἀλλ’ οἱ μὲν ἅγιοι οὕτως εὐλαβεῖς, οὕτω φιλόθεοι, οὕτω παρ’ αὐτῆς αὐτὴν μανθάνουσι τὴν ἀλήθειαν. Οἱ δὲ τῆς ἀληθείας ἐχθροί, μᾶλλον δὲ τῆς ἑαυτῶν ζωῆς πολέμιοι, ἀλαζονείαν καὶ τῦφον τῆς ἁπλότητος προτιμήσαντες, τυραννικῷ σχήματι προσέρχονται τῷ τῆς εὐσεβείας διδασκάλῳ. Ὃ δὴ πεποιήκασι καὶ Ἰουδαίων παῖδες, ὡς ἀρτίως ἐκ τῶν εὐαγγελικῶν λόγων ἀκηκόατε. Τῷ γὰρ κυρίῳ ἡμῶν Ἰησοῦ , τῷ βασιλεῖ τῶν ἁγίων, ἐνδιατρίβοντι ἐν τῷ ναῷ, προσέρχονται ἐν αὐτῷ τῷ ναῷ, οὐ μετὰ τοῦ πρέποντος φόβου, οὐχ ὡς οἰκέται δεσπότῃ, οὐχ ὡς ἄνθρωποι θεῷ, ἀλλ’ οὐδὲ ὡς μαθηταὶ διδασκάλῳ. Ἐχθροὶ τῆς ἀληθείας καὶ θηραταὶ κακίας, τὴν ἑαυτῶν ἐνδεικνύμενοι πονηρίαν, λογισμοῖς ἀνθρωπίνοις ἐπειρῶντο περιγράφειν τὴν σοφίαν τὴν ὑπερκόσμιον. Προσῆλθον γάρ φησιν ἐν τῷ ἱερῷ τῷ Ἰησοῦ οἱ ἱερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ὢ τῆς ἀφόβου καρδίας. ὅσα τολμᾷ, ὅσα φθέγγεται, ὅσα πρὸς ἀλαζονείαν αἴρεται. Ὢ τῆς τῶν πονηρῶν ἀνοίας. Ὢ τῆς τοῦ σωτῆρος ἀνεξικακίας. Φθέγγεται ταῦτα πηλός, καὶ ἀνέχεται ὁ πλάστης· ἐπαίρεται κατὰ τοῦ δημιουργοῦ τὸ πλάσμα καὶ ἀνεξικακεῖ ὁ εὐεργέτης ὁ ἀνεύθυνος. ἀπαιτοῦσι λόγον παρὰ τοῦ θεοῦ λόγου καὶ τὴν ἐξουσίαν πολυπραγμονοῦσι, τὴν κορυφὴν τῆς αὐθεντίας. Εἴπωμεν εὐκαίρως καὶ ἡμεῖς τὰ τοῦ σοφοῦ· Ὢ ἄνθρωπε, τί ἀλαζονεύει γῆ καὶ σποδὸς. Θεὸν ἐρωτᾷς καὶ λόγον ἀπαιτεῖς παρ’ αὐτοῦ τῶν ἰδίων ἔργων καὶ τολμᾷς λέγειν πρὸς τὴν ὑπερκόσμιον ἐξουσίαν· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Διὰ τί δὲ ὅλως αὐτὸν ἐρωτᾷς καὶ οὐκ αὐτὴν τὴν πραγμάτων δύναμιν ἐρευνᾷς; Ἐξέτασον αὐτὸς ἀκριβῶς ἐν τῷ κρυπτῷ τῆς ψυχῆς βουλευτηρίῳ, τὴν τῶν πραγμάτων φύσιν ἐπισκεψάμενος, εἰ ἀνθρωπίνης ἐστὶν ἐννοίας τὰ γινόμενα ἢ θείας αὐθεντίας τὰ τῷ κυρίῳ κατορθούμενα. Ἐρώτησον καὶ φύσεως νόμους καὶ ἐξουσίας ὅρους καὶ λογισμῶν ἀκολουθίαν, ποία ἐξουσία δύναται νεκροὺς ἐγεῖραι, ἀνθρώπων ἢ θεοῦ; Τίς δύναται λεπροὺς καθαίρειν καὶ νόσους ἀπελαύνειν καὶ πᾶσαν ψυχῶν καὶ σωμάτων ἀρρωστίαν λόγῳ μόνῳ διώκειν; Εἶτα, τίς δύναται ἀπὸ πηλοῦ ὀφθαλμοὺς διαπλάσαι, θεὸς ἢ ἄνθρωπος; Διατί μὴ τὴν φύσιν αὐτὴν τῶν πραγμάτων ἐρωτᾷς, ἀλλὰ μετὰ θρασύτητος τὸν ἐργάτην πολυπραγμονεῖς λέγων· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐπαναλαμβάνω γὰρ τὰ ῥήματα πάλιν τῶν τὰ πάντα ῥᾳδίως τολμώντων, τῶν ἀπαιτούντων λόγον τὸν τοῦ θεοῦ λόγον, καὶ περιγράφειν λογισμοῖς ἐπι χειρούντων τὸν δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν . Ὢ τῆς ἀνοίας. Θεῷ λόγῳ προσάγουσι πεῖραν λόγων, ᾧ πᾶσα τέχνη λόγων εὐάλωτος καὶ πᾶσα λογισμῶν μεμελετημένη πλοκή. Τί γὰρ ἀνθρώπινος ἰσχύει λόγος πρὸς θεὸν λόγον; Τί δὲ σεσοφισμένη κακία πρὸς ὑπερκόσμιον σοφίαν; Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐρώτησον τὸν παραλυτικόν, διὰ ποίας ἐξουσίας εἰς ῥῶσιν ἀνακλίνεται· ἐρώτησον θαύματα καὶ μὴ πολυπραγμόνει τοῦ θαυματοποιοῦ τὴν ἐξουσίαν. Οὐκ ἀποκρίνεται ὑμῖν ἡ θεία χάρις, ἀναξίους ἀποκρίσεως κρίνουσα τοὺς κακῶς ἐρωτῶντας. Τοιοῦτος γὰρ ὁ τοῦ θεοῦ λόγος. Ὅταν ἴδῃ ψυχὴν σκολιὰν καὶ διεστραμμένην , ἀποσείεται αὐτὴν ὡς ἀναξίαν τῆς χάριτος, καὶ πολλὰ πολλάκις σπουδάζων μανθάνειν, ἀλήθειαν οὐ τυγχάνει παρὰ τῆς ἀληθείας. Ἐρωτῶσιν Ἰουδαῖοι πολλάκις καὶ οὐδὲ ἅπαξ μανθάνουσιν, εἰς τοσοῦτον αὐτῶν τὰς ψυχὰς ἐβασάνιζεν εἰς ὀδύνην ἡ τοῦ σωτῆρος σιωπή, ὡς εἰπεῖν τότε τὸ πονηρὸν ἐκεῖνο συνέδριον· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός , εἰπὲ ἡμῖν παρρησίᾳ. Ἀλλ’ οὐδὲ μετὰ ταύτην αὐτοῖς τὴν φωνὴν ἀποκρίνεται· ἀνάξιοι γὰρ ἦσαν ἀποκρίσεως οἱ κακῶς ἐρωτῶντες. Τί οὖν πρὸς αὐτοὺς ὁ σωτήρ; Εἶπον ὑμῖν καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Ὁρᾷς ὅτι βούλεται τὰ ἔργα ἐρωτᾶσθαι καὶ μὴ τὴν ἐξουσίαν πολυπραγμονεῖσθαι; Ἐρωτῶσιν οἱ Ἰουδαῖοι · Εἰ σὺ εἶ ὁ Χριστός , εἰπὲ ἡμῖν παρρησίᾳ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Καὶ οὐ δίδωσι τῇ ἀμφιβολίᾳ λύσιν. Ἠρώτων γὰρ οὐχ ἵνα μάθωσιν, ἀλλ’ ἵνα κατηγορήσωσιν. Ὁ δὲ ἀρχιερεὺς Καϊάφας , ὁ τῆς συναγωγῆς ἐκείνης ἄξιος, εἰς τοσοῦτον ἦλθε μανίας, ὡς εἰπεῖν· Ὁρκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ. Ὁ δὲ σωτὴρ διδάσκων ἡμᾶς τοὺς λόγους μετ’ εὐλαβείας δέχεσθαι, πρὸς μὲν τὸν ὅρκον ἀποκρίνεται, πρὸς δὲ τὸ ἀμφιβαλλόμενον λύσιν οὐκ ἔδωκεν. Εἰπέ φησιν ἡμῖν, εἰ σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ. Λέγει πρὸς αὐτὸν ὁ κύριος· Σὺ εἴπας. Καὶ τὸν ὅρκον ἐτίμησεν ὁμολογήσας καὶ τὴν κακίαν οὐκ ἐπληροφόρησε, βδελυξάμενος τὴν πανουργίαν. Ἐζήτησαν οἱ Ἰουδαῖοι κακῶς καὶ ἀποκρίσεως οὐκ ἔτυχον. Καὶ μάλα γε εἰκότως· Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ. Οὐκ ἐπέτρεπεν αὐτοῦ τὴν σοφίαν τοῖς κακῶς τὴν σοφίαν αὐτοῦ πολυπραγμονοῦσιν. Εἰς κακότεχνον γὰρ ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Καὶ οἱ μὲν πολλάκις ζητήσαντες, οὐχ εὗρον τὸ ζητούμενον. Γυνὴ δέ τις ἀδόλως καὶ γνησίᾳ πίστει προσελθοῦσα, οὐ πειράσασα τὴν ἀκατάληπτον δύναμιν, ἀλλὰ καὶ ἐν ἁπλότητι τῷ κυρίῳ προσελθοῦσα καὶ ψιλῇ μὲν τῇ λέξει, γνησίᾳ δὲ τῇ πίστει φήσασα πρὸς αὐτόν· Οἴδαμεν, ὅτι ὅταν ἔλθῃ μεσσίας ὁ λεγόμενος Χριστός , αὐτὸς ἡμῖν ἅπαντα ἀναγγελεῖ. . Εὐθέως ἤκουσε παρὰ τοῦ ἀγαπῶντος ἁπλότητα· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Οὐδέπω ἠρώτησε καὶ εὐθέως ἔμαθεν. Οὐδέπω τὸν τῆς πίστεως ἔσπειρε λόγον καὶ εὐθέως τὸν καρπὸν τῆς εὐσεβείας ἐθέρισεν. Ἅγιος γὰρ ὁ θεός, ἁπλοῖς καὶ ἁγίοις ἐπαναπαυόμενος· ὅταν ἁπλότητα ἴδῃ τοῦ προσερχομένου, ἁπλοῖ καὶ αὐτὸς τῆς ἑαυτοῦ σοφίας τὴν εὐεργεσίαν· ὅταν ἴδῃ διεστραμ "μένην κακίᾳ ψυχήν, κωλύει τὴν εὐεργεσίαν καὶ οὐ προσίεται τὴν διδασκαλίαν. Ἄκουε αὐτοῦ λέγοντος διὰ Μωϋσέως · Ἐὰν ὑμεῖς πορεύησθε πρός με ὀρθοί, κἀγὼ πρὸς ὑμᾶς ὀρθός. Ἐὰν δὲ ὑμεῖς πλάγιοι, κἀγὼ χρήσομαι ὑμῖν θυμῷ πλαγίῳ. Οὐχ ὅτι τὴν ἑαυτῆς εὐθύτητα πλαγιάζει ἡ θεία φύσις, ἀλλ’ ὅτι τοῖς πονηροῖς κατ’ εὐθεῖαν τὰ παρὰ τῆς ἀληθείας οὐκ ἔρχεται. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ὁ δὲ σωτὴρ αὐτοῖς . Ἐνταῦθα πρόσεχε, πῶς ὅρον ἡμῖν καὶ κανόνα διδασκαλίας ὑποτίθεται ὁ πάντων κύριος. Τίς δὲ οὗτός ἐστι; Βούλεται ἡμᾶς ὥστε τοῖς πονηροῖς αἱρετικοῖς , Ἰουδαίοις ἢ Ἕλλησι ἢ ἑτέροις τισὶ ἀπεσχισμένοις τῆς εὐσεβείας, μὴ ἀποκρίνεσθαι πάντα πρὸς τὰς ἐρωτήσεις. Ἔστι γάρ, ἔστι πολλάκις ἐρωτῆσαι ἀποκρίσεως οὐκ ἄξια. Καὶ δεῖ πάντως πρὸς τὰς φαύλους ταύτας τῶν ἐπερωτήσεων ἀντερωτήσει δικαίᾳ λέγειν. Διὰ τοῦτό φησι πρὸς αὐτοὺς ὁ κύριος· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, ὃν ἂν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἀποκρινοῦμαι. Τὸ Ἰωάννου βάπτισμα, φησί, πόθεν ἦν; ἑξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Ὅρα μοι τὴν πηγὴν τῆς σοφίας τῇ ἐπερωτήσει τὸ ψεῦδος ἐλέγχουσαν. Ὅρα μοι τὸν τοῦ θεοῦ λόγον συλλογισμοῖς τὴν κακίαν ἀνατρέποντα. Σκόπησον δὲ καὶ τὴν κακίαν, πῶς τοῖς ἰδίοις ἀναλίσκεται βέλεσι, καὶ ταῖς οἰκείαις συγκατασπᾶται κακοτεχνίαις. Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Ἐκεῖνοι παρ’ ἑαυτοῖς ἐβασάνιζον τοῦ ῥήματος τὴν δύναμιν καί φασιν· Ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· διὰ τί οὖν μὴ ἐπιστεύσατε; Οἶδεν ἡ κακία τὸν ἑαυτῆς ὄλισθον. Οἶδεν ὅτι οἷς προτείνει, τούτοις ἀφανίζεται. Ἐπειδὴ μὴ ὑπήκουσαν Ἰωάννου , ἐφοβοῦντο εἰπεῖν, ὅτι ἐκ θεοῦ, ἵνα μὴ παραπόδας ἀκολουθήσῃ ὁ ἔλεγχος. Ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, μὴ λιθασθῶμεν. Καὶ γὰρ ἡ περὶ τὸν δίκαιον πρόληψις ἀπαραίτητον καθ’ ἡμῶν οἴσει τὴν δίκην. Πᾶς γὰρ ὁ λαὸς εἶχε τὸν Ἰωάννην ὡς προφήτην . Οὐκ ἠβούλοντο οὖν τὸ ἀληθὲς εἰπεῖν, ὅτι ἐκ θεοῦ. Ἀπεσείσαντο γὰρ τοῦ θεοῦ τὴν ἀλήθειαν, καὶ τὸ ψεῦδος εἰπεῖν οὐκ ἐτόλμων. Τῆς γὰρ ἀναισχυντίας δικαστὴν εἶχον τὸν φόβον, καὶ τοῦτον οὐ θεῖον, ἀλλὰ ἀνθρώπινον. Καὶ γὰρ οὕτως ἔχει· πολλοὶ πολλάκις θεοῦ φόβον οὐκ ἔχοντες, ἀνθρωπίνῳ φόβῳ δουλεύουσιν. Ἐφοβοῦντο τὸν λαόν. Εἴθε τὸν θεὸν καὶ μὴ τὸν λαόν. Τὸ μὲν γὰρ εὐσεβεῖν, τὰ δὲ ἀσεβεῖν. Λέγουσιν αὐτῷ· Οὐκ οἴδαμεν. Ὅρα, πῶς ἠ κακία τοῖς πονηροῖς ἐμφωλεύει. Ὅρα, πῶς ἑαυτῆς τὴν ἀτοπίαν ἠ ἀσέβεια κηρύττει. Ὡσπερ γὰρ ἔχις ἢ τι τῶν πονηροτάτων θηρίων τοῖς ὑπονόμων ἐμφωλεῦον, ἠρέμα προκύπτει τῆς καταδύσεως καὶ τέλεον προσελθεῖν οὐκ ἐθέλει· οὕτω καὶ οἱ Ἰουδαῖοι , τῷ φωλεῷ τῆς κακίας συζῶντες, εἰς φῶς τὴν ἑαυτῶν οὐ προσφέρουσι γνώμην. Διὸ καὶ ὁ κύριος πρὸς αὐτούς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν. Ὅρα, πῶς ἡ σιωπὴ τὴν ἄτοπον ἐρώτησιν ἐκόλασεν· ὅρα, πῶς τὴν κακίαν οὐκ ἐπληροφόρησεν, ἀλλ’ ἀπέστησεν αὐτοὺς ἐν μέσῳ τῶν συλλογισμῶν. Καὶ ὅπερ ἔπαθέ ποτε ἡ ὄνος τοῦ Βαλαάμ , διὰ τὸν ἄγγελον τὸν ἀντιστήσαντα ταύτῃ, οὕτως ἔπαθεν ἡ Ἰουδαϊκὴ κακία, οὔτε πρὸς τὰ δεξιὰ τῆς ἀληθείας τολμήσασα ἰδεῖν διὰ τὴν τοῦ σωτῆρος ἄρνησιν οὔτε πρὸς τὰ ἀριστερὰ τοῦ ψεύδους διὰ τὸν τοῦ λαοῦ φόβον. Δεῖ τοίνυν καὶ ἡμᾶς, ἀδελφοί, τοῦτον τὸν κανόνα παρὰ τοῦ κυρίου λαμβάνοντας, μὴ πάντα ταῖς ἐρωτήσεσι τῶν αἱρετικῶν διδόναι. Ὅταν κακῶς ἐρωτήσῃ αἱρετικός , ἀντερωτήσει δικαίᾳ λῦσον αὐτῷ τὴν ἄτοπον πεῦσιν. Πυνθάνεται πολλάκις αἱρετικός · Οἶδας τὸν θεὸν ἢ οὐκ οἶδας; Ἐάν εἴπῃς ὅτι οἶδα, εὐθέως ἐπάγει· Οἶδας οὖν ὃ εὐσεβεῖς; Ναί φησιν ὁ εὐσεβής. Τίς γὰρ ὅπως ὑπομένει λέγων, ὅτι ὁ μὴ οἶδα σέβω; Πάλιν ἐπάγει· Οἶδας οὖν τοῦ θεοῦ τὴν οὐσίαν; Ἐὰν εἴπῃς ὅτι οὐκ οἶδα, εὐθέως ἀντιτίθησιν· Οὐκοῦν οὐκ οἶδας τί σέβεις. Ὅρα μοι τὰ σκολιὰ ῥήματα· ὅρα μοι τῶν πονηρῶν ὄφεων τὰς ποικιλίας. Ὁρᾷς; ἀλλ’ οὐ δεῖ ταράττεσθαι. Ἐκεῖνο γάρ, ἀδελφοί, εἰδέναι χρή, ὅτι τοῦ εἰδέναι πολλοὶ τρόποι. Δύναταί τις εἰδέναι ὅτι ἐστι θεός, οὐ τὸ πῶς ἐστι. Ἐπεὶ καὶ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. Οἶδα τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει διάγοντα, οὐ μὴν οἶδα καὶ ποίαν μετέρχεται ἐργασίαν. Οἶδα ἕτερον τήνδε μετιόντα τὴν ἐργασίαν, οὐ μὴν οἶδα καὶ πόθεν φέρει τὸ γένος. Καὶ μέρει γὰρ γινώσκω, μέρει δὲ ἀγνοῶ. Καὶ πάντως, οὔτε ἡ μερικὴ γνῶσις ὁλόκληρον εἰσάγει γνῶσιν οὔτε τὸ μὴ κατὰ πάντα γινώσκειν τὴν μερικὴν ἀναιρεῖ γνῶσιν. Τί οὖν; Οἶδα τὸν θεὸν ὅτι ἐστιν, ὅτι ἀγαθός ἐστιν, ὅτι ἀθάνατός ἐστιν, ὅτι ἄφθαρτός ἐστιν, ὅτι ἀπερινόητός ἐστιν, ὅτι ἀκατάληπτός ἐστιν, ἀσώματός ἐστιν, ἀναλλοίωτός ἐστι. Ταῦτα πάντα οἶδα καὶ εἰδὼς προσκυνῶ. Τὸ δὲ πῶς ἐστιν οὐκ οἶδα οὐδὲ ἐδιδάχθην πολυπραγμονεῖν τὸ πῶς ἐστιν, ἀλλ’ ὅτι ἔστιν. Τοῦ γὰρ ἀποστόλου οὐδένα εὑρίσκω μείζονα διδάσκαλον, δυνάμενόν μοι κρείττονα τὴν εὐσέβειαν ὑποτίθεσθαι· ὃς λαμπρᾷ χρησάμενος τῇ φωνῇ ὧδέ πη διδάσκει λέγων· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον θεῷ, ὅτι ἐστιν. Οὐ τὸ πῶς ἐστιν. Ἀλλ’ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Ὥστε ὃ οἶδα σέβω. Οὐκ ἔμαθον οὐσίαν θεοῦ πολυπραγμονεῖν. Πιστεύειν ἔμαθον, ἀδελφοί· πιστεύειν, οὐ πολυπραγμονεῖν. Ἀνάγνωθί σου τὴν ὁμολογίαν, αἱρετικέ , τὴν ἐν τῷ κρυπτῷ καὶ φοβερῷ μυστηρίῳ συμφωνηθεῖσαν. Ὅτε προσῆλθες βαπτισθῆναι, τί εἶπες; ζητῶν, πολυπραγμονείαν ἐρευνῶν ἢ πιστεύων; Ἄλλως ἦλθες καὶ μετὰ ἄλλων συνθηκῶν κατηξιώθης τῆς χάριτος ἐκείνης. Εἴ γε κατηξίωσαι τοιαῦτα φρονῶν, καὶ παρεσπόνδησας τὰς συνθήκας καὶ ἐπὶ μὲν τῶν φοβερῶν καὶ φρικτῶν μυστηρίων τὴν πίστιν προσήγαγες, ἔξω δὲ τῶν μυστηρίων γενόμενος, περιγράφεις τὴν πίστιν, καὶ προσφέρεις ζήτησιν.