Μετάνοια ῥίζα θεοσεβείας. Μετανοήσωμεν οὖν καὶ δυσωπήσωμεν τὸν θεὸν τῇ μετανοίᾳ, ἵνα καὶ πολέμους ἀφανίσῃ καὶ βαρβάρους σβέσῃ καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις θραύσῃ καὶ δῴη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Πολὺ θεὸν ἐξιλεοῦται μετάνοια, ὅταν τις γνησίως προσδράμῃ τῇ μετανοίᾳ. Οἷόν τι λέγω· Ἥμαρτέ ποτε ὁ λαός, μετενόησε καὶ ἐδάκρυσε· λέγει ὁ θεός· Ἀκούων ἤκουσα τοῦ στεναγμοῦ Ἐφραΐμ , ὀδυρομένου καὶ λέγοντος· Ἐπαίδευσάς με, κύριε, καὶ οὐκ ἐπαιδεύθην, ἀλλ’ ἐγενόμην ὡς μόσχος ἀδίδακτος· ἐπίστρεψόν με καὶ ἐπιστραφήσομαι. Καὶ τί πρὸς αὐτὸν ὁ θεός; Ἀνθ’ ὧν οἱ λόγοι μου εἰσὶν ἐν αὐτῷ, οὐ μὴ ἀναμνησθήσομαι αὐτοῦ καὶ ἐλεήσω αὐτόν. Μηδείς σε πτοείτω, μὴ φήμη, μὴ βαρβάρων γνόφος, μὴ ὀμίχλη πολλή. Κἂν ἀναρίθμητοι ὦσιν οἱ πολέμιοι τῷ πλήθει, ὁ ἡμέτερος ὑπέρμαχος ἰσχυρότερος. Ἐὰν δειλιάσῃς τὸ πλῆθος ὑφορώμενος, λέγει πρὸς σὲ Ἐλισσαῖος ὁ προφήτης· Μὴ φοβοῦ· πλείους εἰσὶν οἱ μεθ’ ἡμῶν ἢ οἱ μετ’ αὐτῶν. Ἐκεῖ βαρβάρων πλῆθος, ὧδε ἀγγέλων φάλαγξ. Τῶν εὐσεβῶν ὑπερμαχεῖ ἀγγελικὸς στρατός, προφητῶν χορός, ἀποστόλων δύναμις, μαρτύρων πρεσβεῖαι. Μὴ νομίσῃς, ὅτι μάρτυρες μόνον πρεσβεύουσιν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλίψεσι ἱκετεύουσι τὸν θεόν· καὶ οὐ μόνον ἱκετεύουσιν, ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργέτου. Λέγει Ζαχαρίας ὁ προφήτης· Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς κύριον. Αὕτη ἡ εὐχὴ τοῦ ἀγγέλου· Κύριε παντοκράτορ, ἕως πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα , ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; Τί οὖν; Ἀπεπέμψατο ὁ θεὸς τὴν πρεσβείαν τοῦ ἀγγέλου; Μὴ γένοιτο. Ἀλλὰ τί; Ἀπεκρίθη φησὶ κύριος πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ ῥήματα παρακλητικὰ καὶ λόγους παρακλητικούς. Παρακαλέσωμεν τὸν τῶν ἀγγέλων δεσπότην καὶ ἕνα ἄγγελον ἀποστελεῖ καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίσει. Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην. Εἶδον ἐν εἰκόνι ἄγγελον ἐλαύνοντα νέφη βαρβάρων, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Λεγέτω καὶ νῦν περὶ ἡμῶν ὁ μακάριος Δαυίδ · Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου κατα διώκων αὐτούς. Οἶδεν ὁ θεὸς διαφόρους ἀφορμὰς παρασχεῖν πρὸς τὴν τῶν πολεμίων καθαίρεσιν. Πολλὴ ἦν ἡ παράταξις τοῦ Σενναχηρὶμ βασιλέως τῶν Ἀσσυρίων καὶ εἷς ἄγγελος ἀποσταλεὶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἔστρωσεν. Ἡμεῖς οἱ ἄνθρωποι ἀνθρωπίνοις λογισμοῖς μετροῦμεν τὰ συμβαίνοντα, καὶ λέγομεν καθ’ ἑαυτούς· Τί γίνεται, ἐὰν μὴ εὑρεθῇ στρατιώτης ἐν τοῖς μέρεσι τούτοις; ἐὰν πρὶν ἢ φθάσῃ ὁ στρατηγὸς, πάντας πορθήσωσιν, τί ποιοῦμεν; Μὴ γὰρ ἐπειδὴ σὺ προλαμβάνῃ καὶ θεὸς προλαμβάνεται; Μὴ γὰρ ἐπειδὴ σὺ οὐκ εἶ πανταχοῦ, θεὸς οὐκ ἔστι πανταχοῦ; Μὴ γὰρ τὸ μὲν δύναται θεός, τὸ δὲ οὐ δύναται; Ἡ ἄψυχος θάλασσα ὑπήκουσε καὶ ἐβύθισεν. οἱ ἄλογοι ἰχθύες ὑπήκουσαν τῇ ἄγρᾳ Πέτρου . Καὶ ἄγγελος, ἐὰν κελευσθῇ, ὅλους οὐκ ἀφανίσει τοὺς ἐχθροὺς τῆς ἀληθείας; Μόνον νήψωμεν, μόνον παρακαλέσωμεν, μόνον ἱκετεύσωμεν. Ἐνόμισέ τις ἐν τοῖς ἀρχαίοις στρατηλάτης ἄριστος – λέγω δὴ κοινῷ ὀνόματι, ἵνα πᾶσι κατάδηλος γένηται –· ἐνόμισέ τις στρατηγὸς τῶν ἀλλοφύλων Σισάρα . Μέμνηται δὲ αὐτοῦ καὶ ὁ Δαυὶδ λέγων· Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ , ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάρρῳ Κισσῶν . Ὁ Ἰαβεὶμ βασιλεὺς ἦν τῶν ἀλλοφύλων, ὁ Σισάρα ἀρχιστράτηγος. Ἦν αὐτῷ ἅρματα σιδηρᾶ ὀκτακόσια καὶ πλῆθος ἄπειρον. Ἐφοβήθη ὁ λαὸς τῶν Ἰουδαίων · εἶδε τὸ νέφος καὶ ἔφριξε. Τί οὖν ὁ φιλάνθρωπος θεὸς λέγει διὰ τῆς προφήτιδος Δεβώρας τῷ ὑπερμάχῳ τῆς εὐσεβείας; Μὴ φοβηθῇς· ἰδοὺ παραδίδωσί σοι αὐτὸν κύριος εἰς τὰς χεῖράς σου , καὶ ἔσται τὸ κατόρθωμα οὐ τῆς χειρός σου, ἀλλ’ εἰς χεῖρας γυναικός. Βλέπε, πῶς ὁ θεὸς τὴν ἀλαζονείαν ἐκόλασεν. Ἄνδρες οὐχ ὑπέστησαν καὶ γυνὴ ἐστρατήγησεν. Εἰσῆλθεν ὁ Σισάρα φεύγων πρὸς τὴν γυναῖκα Ἰαὴλ λεγομένην καὶ καύσωνι κατειλημμένος, αἰτεῖ παρ’ αὐτῆς ὕδωρ. Ἡ δὲ ποτίζει αὐτὸν γάλα. Καὶ ὅρα σοφίαν γυναικός. Ἐπειδὴ γὰρ ἦν καταψυκτικὸν τὸ γάλα, εἰς ὕπνον προκαλούμενον, ποτίζει αὐτὸν γάλα, ἵνα ἀληθεύσῃ ἡ γραφὴ ἡ λέγουσα· Ὕδωρ αὐτὴν ᾔτησε καὶ γάλα ἔδωκεν , ἵνα καὶ ποτίσῃ καὶ κοιμίσῃ. Εἶτα κοιμηθέντος τοῦ ἀλλοφύλου, ἔλαβε, φησίν, ἡ γυνὴ ἐκείνη πάσσαλον καὶ σφῦραν καὶ ἐπέδραμε τῷ πολεμίῳ. Καὶ ὅρα σοφίαν γυναικός. Διὰ τί οὐκ ἔλαβε ξίφος ἢ μάχαιραν, ἀλλὰ πάσσαλον. Ἐφοβήθη ὡς γυνή, μὴ ἔξυπνος γενόμενος καταλάβῃ αὐτὴν κατέχουσαν ξίφος. Διὰ τοῦτο οὐ λαμβάνει ὅπλον ἀνδρός, ἀλλ’ ἐπιτήδευμα γυναικεῖον. Ἔθος γὰρ ταῖς διεζωσμέναις γυναιξὶ πάσσαλον κατακρούειν ἐν τῷ τοίχῳ καὶ οὕτω μετιέναι τὴν ἰδίαν ἐργασίαν. Κατασκευάζει οὖν ἀπὸ τοῦ ἀνυπόπτου ὁδὸν δευτέραν. Ἐπειδὴ δὲ ὁ θεὸς συνήργησε καὶ θεοῦ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητείας. Οὐ γὰρ ἦν ἐκείνης τὸ στρατήγημα, ἀλλὰ θεοῦ τὸ ἀπόφθεγμα. Ἐν χειρὶ γὰρ γυναικὸς ἔσται ὁ θάνατός σου. Συνήργησε θεὸς ὕπνῳ δήσας τὸν ἀλάστορα· καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφῦραν, διήλασε κατὰ τοῦ κροτάφου αὐτοῦ οὕτως ἰσχυρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι. Καὶ οὕτω μεταξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανε.