Μετάνοια ῥίζα θεοσεβείας. Μετανοήσωμεν οὖν καὶ δυσωπήσωμεν τὸν θεὸν τῇ μετανοίᾳ, ἵνα καὶ πολέμους ἀφανίσῃ καὶ βαρβάρους σβέσῃ καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις θραύσῃ καὶ δῴη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Πολὺ θεὸν ἐξιλεοῦται μετάνοια, ὅταν τις γνησίως προσδράμῃ τῇ μετανοίᾳ. Οἷόν τι λέγω· Ἥμαρτέ ποτε ὁ λαός, μετενόησε καὶ ἐδάκρυσε· λέγει ὁ θεός· Ἀκούων ἤκουσα τοῦ στεναγμοῦ Ἐφραΐμ , ὀδυρομένου καὶ λέγοντος· Ἐπαίδευσάς με, κύριε, καὶ οὐκ ἐπαιδεύθην, ἀλλ’ ἐγενόμην ὡς μόσχος ἀδίδακτος· ἐπίστρεψόν με καὶ ἐπιστραφήσομαι. Καὶ τί πρὸς αὐτὸν ὁ θεός; Ἀνθ’ ὧν οἱ λόγοι μου εἰσὶν ἐν αὐτῷ, οὐ μὴ ἀναμνησθήσομαι αὐτοῦ καὶ ἐλεήσω αὐτόν. Μηδείς σε πτοείτω, μὴ φήμη, μὴ βαρβάρων γνόφος, μὴ ὀμίχλη πολλή. Κἂν ἀναρίθμητοι ὦσιν οἱ πολέμιοι τῷ πλήθει, ὁ ἡμέτερος ὑπέρμαχος ἰσχυρότερος. Ἐὰν δειλιάσῃς τὸ πλῆθος ὑφορώμενος, λέγει πρὸς σὲ Ἐλισσαῖος ὁ προφήτης· Μὴ φοβοῦ· πλείους εἰσὶν οἱ μεθ’ ἡμῶν ἢ οἱ μετ’ αὐτῶν. Ἐκεῖ βαρβάρων πλῆθος, ὧδε ἀγγέλων φάλαγξ. Τῶν εὐσεβῶν ὑπερμαχεῖ ἀγγελικὸς στρατός, προφητῶν χορός, ἀποστόλων δύναμις, μαρτύρων πρεσβεῖαι. Μὴ νομίσῃς, ὅτι μάρτυρες μόνον πρεσβεύουσιν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλίψεσι ἱκετεύουσι τὸν θεόν· καὶ οὐ μόνον ἱκετεύουσιν, ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργέτου. Λέγει Ζαχαρίας ὁ προφήτης· Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς κύριον. Αὕτη ἡ εὐχὴ τοῦ ἀγγέλου· Κύριε παντοκράτορ, ἕως πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα , ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; Τί οὖν; Ἀπεπέμψατο ὁ θεὸς τὴν πρεσβείαν τοῦ ἀγγέλου; Μὴ γένοιτο. Ἀλλὰ τί; Ἀπεκρίθη φησὶ κύριος πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ ῥήματα παρακλητικὰ καὶ λόγους παρακλητικούς. Παρακαλέσωμεν τὸν τῶν ἀγγέλων δεσπότην καὶ ἕνα ἄγγελον ἀποστελεῖ καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίσει. Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην. Εἶδον ἐν εἰκόνι ἄγγελον ἐλαύνοντα νέφη βαρβάρων, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Λεγέτω καὶ νῦν περὶ ἡμῶν ὁ μακάριος Δαυίδ · Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου κατα διώκων αὐτούς. Οἶδεν ὁ θεὸς διαφόρους ἀφορμὰς παρασχεῖν πρὸς τὴν τῶν πολεμίων καθαίρεσιν. Πολλὴ ἦν ἡ παράταξις τοῦ Σενναχηρὶμ βασιλέως τῶν Ἀσσυρίων καὶ εἷς ἄγγελος ἀποσταλεὶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἔστρωσεν. Ἡμεῖς οἱ ἄνθρωποι ἀνθρωπίνοις λογισμοῖς μετροῦμεν τὰ συμβαίνοντα, καὶ λέγομεν καθ’ ἑαυτούς· Τί γίνεται, ἐὰν μὴ εὑρεθῇ στρατιώτης ἐν τοῖς μέρεσι τούτοις; ἐὰν πρὶν ἢ φθάσῃ ὁ στρατηγὸς, πάντας πορθήσωσιν, τί ποιοῦμεν; Μὴ γὰρ ἐπειδὴ σὺ προλαμβάνῃ καὶ θεὸς προλαμβάνεται; Μὴ γὰρ ἐπειδὴ σὺ οὐκ εἶ πανταχοῦ, θεὸς οὐκ ἔστι πανταχοῦ; Μὴ γὰρ τὸ μὲν δύναται θεός, τὸ δὲ οὐ δύναται; Ἡ ἄψυχος θάλασσα ὑπήκουσε καὶ ἐβύθισεν. οἱ ἄλογοι ἰχθύες ὑπήκουσαν τῇ ἄγρᾳ Πέτρου . Καὶ ἄγγελος, ἐὰν κελευσθῇ, ὅλους οὐκ ἀφανίσει τοὺς ἐχθροὺς τῆς ἀληθείας; Μόνον νήψωμεν, μόνον παρακαλέσωμεν, μόνον ἱκετεύσωμεν. Ἐνόμισέ τις ἐν τοῖς ἀρχαίοις στρατηλάτης ἄριστος – λέγω δὴ κοινῷ ὀνόματι, ἵνα πᾶσι κατάδηλος γένηται –· ἐνόμισέ τις στρατηγὸς τῶν ἀλλοφύλων Σισάρα . Μέμνηται δὲ αὐτοῦ καὶ ὁ Δαυὶδ λέγων· Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ , ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάρρῳ Κισσῶν . Ὁ Ἰαβεὶμ βασιλεὺς ἦν τῶν ἀλλοφύλων, ὁ Σισάρα ἀρχιστράτηγος. Ἦν αὐτῷ ἅρματα σιδηρᾶ ὀκτακόσια καὶ πλῆθος ἄπειρον. Ἐφοβήθη ὁ λαὸς τῶν Ἰουδαίων · εἶδε τὸ νέφος καὶ ἔφριξε. Τί οὖν ὁ φιλάνθρωπος θεὸς λέγει διὰ τῆς προφήτιδος Δεβώρας τῷ ὑπερμάχῳ τῆς εὐσεβείας; Μὴ φοβηθῇς· ἰδοὺ παραδίδωσί σοι αὐτὸν κύριος εἰς τὰς χεῖράς σου , καὶ ἔσται τὸ κατόρθωμα οὐ τῆς χειρός σου, ἀλλ’ εἰς χεῖρας γυναικός. Βλέπε, πῶς ὁ θεὸς τὴν ἀλαζονείαν ἐκόλασεν. Ἄνδρες οὐχ ὑπέστησαν καὶ γυνὴ ἐστρατήγησεν. Εἰσῆλθεν ὁ Σισάρα φεύγων πρὸς τὴν γυναῖκα Ἰαὴλ λεγομένην καὶ καύσωνι κατειλημμένος, αἰτεῖ παρ’ αὐτῆς ὕδωρ. Ἡ δὲ ποτίζει αὐτὸν γάλα. Καὶ ὅρα σοφίαν γυναικός. Ἐπειδὴ γὰρ ἦν καταψυκτικὸν τὸ γάλα, εἰς ὕπνον προκαλούμενον, ποτίζει αὐτὸν γάλα, ἵνα ἀληθεύσῃ ἡ γραφὴ ἡ λέγουσα· Ὕδωρ αὐτὴν ᾔτησε καὶ γάλα ἔδωκεν , ἵνα καὶ ποτίσῃ καὶ κοιμίσῃ. Εἶτα κοιμηθέντος τοῦ ἀλλοφύλου, ἔλαβε, φησίν, ἡ γυνὴ ἐκείνη πάσσαλον καὶ σφῦραν καὶ ἐπέδραμε τῷ πολεμίῳ. Καὶ ὅρα σοφίαν γυναικός. Διὰ τί οὐκ ἔλαβε ξίφος ἢ μάχαιραν, ἀλλὰ πάσσαλον. Ἐφοβήθη ὡς γυνή, μὴ ἔξυπνος γενόμενος καταλάβῃ αὐτὴν κατέχουσαν ξίφος. Διὰ τοῦτο οὐ λαμβάνει ὅπλον ἀνδρός, ἀλλ’ ἐπιτήδευμα γυναικεῖον. Ἔθος γὰρ ταῖς διεζωσμέναις γυναιξὶ πάσσαλον κατακρούειν ἐν τῷ τοίχῳ καὶ οὕτω μετιέναι τὴν ἰδίαν ἐργασίαν. Κατασκευάζει οὖν ἀπὸ τοῦ ἀνυπόπτου ὁδὸν δευτέραν. Ἐπειδὴ δὲ ὁ θεὸς συνήργησε καὶ θεοῦ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητείας. Οὐ γὰρ ἦν ἐκείνης τὸ στρατήγημα, ἀλλὰ θεοῦ τὸ ἀπόφθεγμα. Ἐν χειρὶ γὰρ γυναικὸς ἔσται ὁ θάνατός σου. Συνήργησε θεὸς ὕπνῳ δήσας τὸν ἀλάστορα· καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφῦραν, διήλασε κατὰ τοῦ κροτάφου αὐτοῦ οὕτως ἰσχυρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι. Καὶ οὕτω μεταξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανε. Μὴ λείπει τῷ θεῷ πρόφασις καί, ὅτε βούλεται, οὐκ ἐμποδίζει τὸ μὴ παρεῖναι συμμαχίαν· θεοῦ ὅπλον, θεοῦ στρατιώτης, θεοῦ δύναμις, νεῦμα μόνον θεοῦ. Τῷ Χριστῷ τοῦτο εἴπωμεν· Εἰπὲ λόγῳ, καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· εἰπὲ λόγῳ, καὶ ἐλεήσεις τὴν πόλιν σου· εἰπὲ λόγῳ, καὶ οἰκτειρήσεις τὸν κόσμον σου. Εἴπωμεν αὐτῷ· Ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Θέλεις μαθεῖν καὶ ἄλλης γυναικὸς στρατήγημα, ἐπειδὴ τοῦτο ἠθέλησεν ὁ θεός; Ἄλλος τις ἦν, Ἀβιμελὲχ ὄνομα, ἀνελὼν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα, καὶ κρατήσας ἀπὸ τῆς τοιαύτης ἀδελφοκτονίας, πάντα τὸν λαὸν ἔχων ὑποχείριον, συνεπάλαισέ τινι πόλει τειχομαχῶν, καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ θεὸς γυναικὸς χεῖρα νευρώσας, ποιεῖ τινα γυναῖκα φανῆναι ἐκ τοῦ τείχους, ἥτις κλάσμα μύλου λαβοῦσα, ἐπέρριψε τῇ κεφαλῇ τοῦ τυράννου καὶ συνέτριψεν αὐτοῦ τὸ κρανίον. Καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν ἄμετρον κακίαν συναποθανοῦσαν. Λέγει τῷ παρεστῶτι δορυφόρῳ· Σπάσαι τὴν μάχαιράν σου καὶ πλῆξόν με, ἵνα μὴ εἴπωσι· Γυνὴ αὐτὸν ἀπέκτεινε. Τὸ σῶμα αὐτοῦ ἀπέθνησκε, καὶ ἡ ὑπερηφανία ἔμενεν. Ἀπετίθετο τὴν ζωὴν καὶ οὐκ ἀπετίθετο τὴν κενοδοξίαν. Καὶ νῦν οὐ λείπει τῷ θεῷ Δεβώρα , οὐ λείπει τῷ θεῷ Ἰαήλ . Ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον Μαρίαν πρεσβεύουσαν ὑπὲρ ἡμῶν. Εἰ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησε, πόσῳ μᾶλλον ἡ τοῦ Χριστοῦ μήτηρ καταισχύνει τοὺς ἐχθροὺς τῆς ἀληθείας; Πανοπλίαν ἐνδυόμενος ὁ ἐχθρὸς ἐνόμισε γυναῖκα εἶναι χλευαζομένην καὶ εὗρε στρατηγὸν ἀγωνιζόμενον. Οὐκ ἐνόμισε μνήματι ἅπτεσθαι, καὶ εὑρέθη αὐτῷ τάφος· νεκρὰν ἐνόμισε, καὶ ἐνεκρώθη ὑπ’ αὐτῆς. Ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον· ἀλλὰ χρεία καὶ ἀποστόλων. Εἴπωμεν Παύλῳ καθὼς εἶπον οἱ τότε· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. Ἔχομεν ἀποστόλους, μὴ ναρκήσωμεν. Ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον, τὴν ἁγίαν ἀειπαρθένον Μαρίαν , μὴ ὀκνήσωμεν. Ἔχομεν τὸν χορὸν τῶν μαρτύρων, μὴ ῥᾳθυμήσωμεν. Μὴ μόνον ἱκετεύσωμεν, ἀλλ’, εἰ δοκεῖ, καὶ νηστεύσωμεν. Βέλτιον νηστεῦσαι νηστείαν πόθου καὶ μὴ νηστείαν λιμοῦ· βέλτιον νηστεῦσαι νηστείαν ἀγάπης καὶ μὴ νηστείαν ἀνάγκης. Λέγει ὁ σωτὴρ περὶ τῶν δαιμόνων· Τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Δαίμονας φυγαδεύει εὐχὴ καὶ νηστεία, καὶ βαρβάρους οὐκ ἐλαύνει; Καὶ ἤδη εἶπον, καὶ πάλιν λέγω· Παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον καὶ θεοτόκον Μαρίαν , παρακαλέσωμεν τοὺς ἁγίους καὶ ἐνδόξους ἀποστόλους, παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας. Ἐάν τις ἐν ἀνάγκῃ καταστὰς προσδράμῃ τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐτῷ γνησίως. Πρὸ ἀνάγκης φησὶν οὐκ ᾔδεις με τιμῆσαι ἢ θεραπεῦσαι, ἀλλ’ ἐν τῇ ἀνάγκῃ. Ἀνύποπτος τιμὴ ἡ ἔξω ἀνάγκης. Ἐὰν πρὸ ἀνάγκης θεραπεύσῃς τὸν δικαστήν, ἐν τῇ ἀνάγκῃ εὑρήσεις σύμμαχον. Οἶδε γάρ, ὅτι οὐχ ἡ ἀνάγκη, ἀλλ’ ὁ πόθος σε ἤγαγε. Γενώμεθα οὖν τῶν μαρτύρων μὴ ἐν τῇ ἀνάγκῃ φίλοι, ἀλλ’ ἐν τῇ ἀγάπῃ. Πρὸ χειμῶνος, ὡς ἐν χειμῶνι, λυπηθῶμεν, ἵνα ἐν καιρῷ χειμῶνος τὸ ἔαρ εὕρωμεν. Ταῦτα λέγομεν οὐκ αὐθεντοῦντες, ἀλλὰ παρακαλοῦντες· οὐ νομοθετοῦντες, ἀλλὰ δυσωποῦντες· ἱκετεύομεν πάντας νῆψαι. Ἱκανὸς δὲ ὁ θεὸς ὑπὲρ πᾶσαν πίστιν, ὑπὲρ πάντα λόγον καὶ τοὺς ἐχθροὺς καταισχῦναι καὶ τὴν οἰκουμένην ἐλεῆσαι καὶ τοὺς βασιλεῖς τιμῆσαι καὶ τὴν βασιλείαν στῆσαι καὶ τὴν αὐτοῦ δόξαν φαιδρῦναι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.