Δεῖ οὖν ἡμᾶς ἔχειν καὶ τὰ ἀνθοῦντα κάλλη καὶ τὰ πεπληρωμένα. Ἄνθη δέ εἰσιν ἱερέως συντυχία, ὁμιλία, ἦθος ἀγαθὸν, λόγος χρηστός, πίστις, δόξα, ἀλήθεια, δικαιοσύνη· καὶ μεταξὺ τούτων οἱ κώδωνες, ἡ συμφωνία τῶν καλῶν ἔργων. Πᾶσα γὰρ ἀρετὴ ἦχον ἀποτελεῖ. Διὸ λέγει Παῦλος · Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ θεοῦ. Πόθεν δὲ ἤρξατο ὁ ἦχος; Καὶ περιῄει , φησὶν, ὁ Ἰησοῦς διδάσκων πᾶσαν πόλιν καὶ πᾶσαν κώμην καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καὶ ἐξῆλθεν ἦχος περὶ αὑτοῦ εἰς πᾶσαν τὴν γῆν. Πρόσεχε ἀκριβῶς. Εἶδες τῶν ἀρετῶν τὸν κόσμον; Ἐκεῖνος ὁ ἱερεὺς Χριστοῦ ἦν τύπος. Οὐκ ἀλληγοροῦμεν ἐνταῦθα, εἰ μὴ ἀφορμὰς ἐλάβομεν παρὰ Παύλου . Εἰ μὴ Παῦλος ἡρμήνευσε τὴν δύναμιν τῆς δικαιοσύνης, ἡμεῖς ταῦτα μαθεῖν οὐκ ἠδυνάμεθα. Διά τοῦτο ποιεῖ Παῦλος τὸν ἱερέα ἐκεῖνον τύπον τοῦ Χριστοῦ καὶ λέγει· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός , ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν. Στάσις οὖν ἦν ἐν τοῖς τότε Ἰουδαίοις καὶ ζήτημα ξένον. Ἐπειδὴ γὰρ οἱ ἀπόστολοι ἐκήρυττον τὸν σωτῆρα καὶ βασιλέα καὶ ἱερέα καὶ προφήτην, ἐμάχοντο οἱ Ἰουδαῖοι καὶ ἔλεγον τὰ κατὰ νόμον. Ἄλλη, φησί, φυλὴ βασιλείας καὶ ἄλλη ἱερωσύνης. Ἡ Λευιτικὴ φυλή ἱερωσύνης, ἡ δὲ Ἰούδα βασιλείας φησίν. Εἰ οὖν ὁ Χριστὸς βασιλεύς ἐστιν, οὐκέτι ἱερεύς, εἱ δὲ ἱερεύς, οὐκέτι βασιλεύς. Παῦλος μαχόμενος καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιαν ἁρμόζων τὸν λόγον φησί· Μὴ γὰρ κατὰ τὴν τάξιν τῆς ὑμετέρας ἱερωσύνης ἀνέστη Χριστός ; Παρ’ ὑμῖν διῄρηται βασιλεία καὶ ἱερωσύνη, ἐν δὲ τῷ Χριστῷ συνῆπται. Σὺ γὰρ ἱερεύς φησι εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ . Διὰ τοῦτο συλλογίζεται καὶ λέγει· Εἰ γὰρ ἡ πρώτη ἱερωσύνη ἦν ἄμεμπτος, τίς χρεία λεχθῆναι κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών ; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἀρχιερεὺς τοίνυν ὁ σωτὴρ ἡμῶν, οὐ κατὰ τὸν τῆς θεότητος λόγον, ἀλλὰ κατὰ τὸν τῆς σαρκὸς τύπον· Ἄνω σύνθρονος θεοῦ δι’ ἡμᾶς καὶ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ . Περὶ οὗ πολὺς ὁ λόγος, ἀλλ’ οὐ τοῦ παρόντος. Πρόσεχε, παρακαλῶ. Ἦν ἐν τῷ νόμῳ ὁλοκαυτώματα, θυσία περὶ ἁμαρτίας, προσφορά· Ἐλθὼν ὁ σωτὴρ παύει τὰς τυπικὰς προσφορὰς καὶ ποιεῖ τὸ σῶμα τὸ ἴδιον ἀντὶ πάσης θυσίας. Λέγει Παῦλος περὶ τοῦ σωτῆρος· Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· τότε εἶπον· ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Εἰπὼν τὴν προφητείαν Παῦλος καὶ εἰρηκὼς ὅτι Θυσίαν καὶ προσφορὰν περὶ ἁμαρτίας οὐκ ἠθέλησας, τότε εἶπον· ἰδοὺ ἥκω , ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Καὶ ποῦ ἡ θυσία καὶ ἡ προσφορὰ εὑρίσκεται; Ἐν τῷ σώματι τοῦ Χριστοῦ . Καθὼς λέγει ὁ ἀπόστολος Παῦλος · Παρακαλῶ ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν καὶ προσφορὰν τῷ θεῷ, εἰς ὀσμὴν εὐωδίας. Διὰ σὲ ἀρχιερεύς, δι’ ἑαυτὸν θεός. Εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐβαπτίσθης· τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα καὶ εἰσάγεις ὀνόματα λογισμῶν γεννήματα λέγων· ἀγέννητος καὶ γεννητός, κτιστὸς καὶ ἄκτιστος, ὢν ἀεὶ καὶ μὴ ὢν ἀεὶ; Τούτων ἀνέχεται θεὸς τῶν ματαίων ῥημάτων; Ἓν ῥῆμα, ἵνα μεταβάλῃ προφήτης ποτέ, ἐκινδύνευσεν ἀπολέσθαι. Καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν. Τὰ ῥήματα τῶν προφητῶν τινες ἐκάλουν ὑπὸ ἀπειρίας, λῆμμα κυρίου. Ἐὰν ἐρωτήσῃ σε ὁ λαὸς ἢ ὁ ἱερεὺς ἢ ὁ προφήτης καὶ εἴπῃ σοι· Τί τὸ λῆμμα; εἰπὲ αὐτοῖς, ὅτι τὸ λῆμμα κυρίου ὑμεῖς ἐστέ. Λήψομαι γὰρ ὑμᾶς λῆμμα καὶ ῥάξω ὑμᾶς, ἵνα μὴ λέγητε λῆμμα. Ἓν ῥῆμα, ἵνα μεταποιηθῇ, ἀπειλεῖ ὁ θεὸς καὶ σὺ ὁλόκληρον δογμάτων ἀκρίβειαν διαστρέφεις, πατρὸς ὄνομα παραγραφόμενος, υἱοῦ ἀξίαν ἀρνούμενος, πνεύματος ἁγίου δόξαν ἀθετῶν; Ἆρα διαφεύξῃ τὰς τοῦ θεοῦ χεῖρας; Βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ ζῶντος , κυρίου τοῦ θεοῦ ἡμῶν. Λόγων διαστρεφομένων ἀγανακτεῖ θεός. Δογμάτων διαστρεφομένων οὐκ ἀγανακτεῖ; Μὴ σοφώτερος εἶ τοῦ σωτῆρος; Μὴ ἀκριβέστερος εἶ τοῦ εὐαγγελίου; Φοβήθητι κρῖμα θεοῦ, φοβήθητι ἐκεῖνο τὸ φοβερὸν ὄνομα καὶ ἀπόδυσαι τὴν κακίαν καὶ ἀνάλαβε τὴν μετάνοιαν καὶ ἐγγυᾶται σοι ἡ πίστις τὴν σωτηρίαν. Μετάνοια γὰρ σωτηρίαν ποιεῖ καὶ τῶν ἐν αἱρέσει καὶ τῶν ἐν κακαῖς πράξεσι τυγχανόντων.