Τοῦτο τὸ ἔνδυμα τοῦ σωτῆρος, τὸ τῆς σαρκὸς λέγω, κρυφαίως καὶ ἐν εἰκόνι εἶχεν ὁ ἀρχιερεὺς ἐν τῷ νόμῳ. Καὶ πρόσεχε ἀκριβῶς, πῶς αἱ σκιαὶ τὴν ἀλήθειαν ἡρμήνευσαν, πῶς οἱ τύποι τοῦ εὐαγγελίου προέλαμπον. Λέγω δὲ ἠρέμα καὶ κατὰ τὸ δυνατὸν συγκαταβαίνων τῇ ἀκοῇ τῶν ἀκεραίων καὶ τῶν ἀπείρων, ἵνα μὴ ὧδε κἀκεῖσε περιάγωνται. Ἐνεδύετο ὁ ἀρχιερεὺς εἰσιὼν εἰς τὰ ἅγια τῶν ἁγίων ποδήρη, τουτέστιν, ἱμάτιον ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἀπῃωρημένον, ἐπωμίδα, ζώνην, περισκελῆ, πέταλον χρυσοῦν, τιάραν, τουτέστι κορυβάντιον, τὸ λόγιον ἐπὶ τοῦ στήθους, καὶ ὅσα διαγορεύει ἡ γραφὴ καὶ ἔστιν ἰδεῖν. Ἄλλα μὲν τὰ σχήματα, ἄλλα δὲ τὰ νοήματα. Οὐ γὰρ πάντως θεὸς ἀναπαύεται ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κόκκῳ καὶ βύσσῳ. Θεὸς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα. Ἀλλ’ ἐν τοῖς σωματικοῖς ἄνθεσι διαγράφει τῶν ἀρετῶν τὴν εἰκόνα. Εἰ γὰρ ἀληθῶς ταῖς στολαῖς ἐκείναις ταῖς ἐνδόξοις ἀνεπαύετο, διὰ τί πρὸ τοῦ Ἀαρὼν τὸν Μωϋσῆν οὐκ ἐνέδυσεν; Ἀλλ’ ἦν Μωϋσῆς καὶ γεγυμνωμένος τῆς ἐσθῆτος ἐκείνης, καὶ ἐνδύων αὐτὴν τοὺς ἱερεῖς. Μωϋσῆς οὐκ ἐλούθη ὕδατι καὶ ἔλουεν· οὐκ ἐχρίσθη ἐλαίῳ καὶ ἔχριεν· οὐκ ἐφόρησεν ἱμάτιον ἱερατικὸν καὶ τοὺς ἱερεῖς ἐνέδυσεν· ἵνα μάθῃς, ὅτι τῷ τελείῳ ἀρκεῖ ἡ ἀρετὴ πρὸς κόσμον, λάβε δὲ ἄνωθεν τὸν ἱερέα. Ἔστι γὰρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύματος ὄνομα ἀμφίβολον καὶ ζητούμενον, τῇ δὲ Ἑλληνικῇ γλώσσῃ μεταποιούμενον. Λάβε οὖν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς. Πρῶτον τί ἦν; ἢ τιάρα ἢ τί ὀνομάζει; τί μετὰ τὸ πρόξενον τιάρα; Ἀντὶ τοῦ· τιάρα ἐστὶ τὸ σχῆμα τοῦ ἐνδύματος. Ἐπειδὴ ὁ ἀρχιερεὺς κεφαλὴ ἦν τοῦ λαοῦ, ἔδει δὲ τὸν πάντων κεφαλὴν γινομένου ἔχειν κατὰ κεφαλῆς τὴν ἐξουσίαν· ἀπολελυμένη γὰρ αὐθεντία ἀφόρητός ἐστιν. Ἔχουσα δὲ ἐπικείμενον τὸ σύνθεμα τῆς δεσποτείας, ὑπὸ νόμον ἄγεται. Κελεύει οὖν τὴν κεφαλὴν μὴ εἶναι γυμνήν, ἀλλὰ κεκαλυμμένην, ἵνα μάθῃ ἡ κεφαλὴ τοῦ λαοῦ, ὅτι κεφαλὴν ἔχει. Διὰ τοῦτο καὶ ἐν τῇ ἐκκλησίᾳ ἐν ταῖς χειροτονίαις τῶν ἱερέων τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐπὶ κεφαλῆς τίθεται, ἵνα μάθῃ ὁ χειροτονούμενος, ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει, καὶ ἵνα μάθῃ, ὅτι εἰ καὶ πάντων ἐστὶ κεφαλή, ἀλλ’ ὑπὸ τούτους πράττει τοὺς νόμους πάντων κρατῶν καὶ τῷ νόμῳ κρατούμενος, πάντα λογοθετῶν καὶ ὑπὸ τοῦ λόγου νομοθετούμενος. Διὰ τοῦτο γενναῖός τις τῶν ἀρχαίων, Ἰγνάτιος δὲ ἦν ὄνομα αὐτῷ, οὗτος ἱερωσύνῃ καὶ μαρτυρίῳ διαπρέψας, ἐπιστέλλων τινὶ ἱερεῖ ἔλεγε· Μηδὲν ἄνευ γνώμης σου γενέσθω, μηδὲ σὺ ἄνευ γνώμης θεοῦ τι πρᾶττε. Τὸ τοίνυν ἔχειν τὸν ἀρχιερέα τὸ εὐαγγέλιον σημεῖόν ἐστι τοῦ ὑπ’ ἐξουσίαν εἶναι. Διὰ τοῦτο λέγει Παῦλος περὶ γυναικὸς ἐχούσης κάλυμμα· Ἡ γυνὴ ὀφείλει ἔχειν ἐπὶ τῆς κεφαλῆς τὸ κάλυμμα, ὃ ἦν εἰκὼν ἐξουσίας. Ἦν οὖν ἡ τιάρα τὸ σχῆμα τῆς ἐξουσίας. Ἦν τὸ πέταλον τὸ χρυσοῦν, ᾧ ἐπεγέγραπτο τὸ γεγραμμένον, ἐν ᾧ ἐκτετύπωτο τὸ τοῦ θεοῦ ὄνομα, καὶ πρῶτον δείκνυσιν, ὅτι ἐξουσία θεοῦ ὄνομα θεοῦ. Μετὰ τὴν τιάραν καὶ τὸ πέταλον δύο λίθοι ἐπὶ τῶν ὤμων σμαράγδινοι, ἔχοντες τὰς ἓξ φυλὰς ἐντεῦθεν καὶ τὰς ἓξ ἐντεῦθεν. Σημεῖον τοῦτο τῆς ἱερατικῆς ὄψεως. Ἀπονέμει δὲ τῷ ἱερεῖ τὸν σμάραγδον δύο ἔχοντα κάλλη· καὶ γὰρ ὠχρότητα ἔχει εὐπρεπῆ καὶ καθαρὸς ὢν κατόπτρου δύναμιν ἐπέχει. Ἐπειδὴ οὖν τὸν ἱερέα δεῖ καὶ ἀσκήσει νήφειν καὶ τὸν βίον κάτοπτρον ἔχειν τοῖς πολλοῖς, βούλεται τῆς ἀρετῆς τὴν εἰκόνα φέρειν τὸν ἱερέα ἐπὶ τῶν ὤμων. Διὰ τί ἐπὶ τῶν ὤμων; Ἐπειδὴ τὸ τοῦ θεοῦ ὄνομα ἐπὶ τῆς κεφαλῆς, τὸ ἄρθρον ἐπὶ τοῦ ἄρθρου. Καὶ διὰ τί ἐπὶ τῶν ὤμων; Ἐπειδὴ γὰρ πράξεώς ἐστιν σημεῖον. Ἡ γὰρ πρακτικὴ δύναμις ἐν τοῖς ὤμοις ἤρτηται. Βούλεται οὖν τὸ κάλλος τῆς ἀληθείας ἐπὶ τῶν πράξεων εἶναι. Διὰ τοῦτο λέγει ὁ θεὸς πρὸς τὴν Ἱερουσαλήμ ποτε· Θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θυγάτηρ ἠτιμωμένη, ὅτι κύριος ἔκτισε σωτηρίαν. Τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις λαμβάνει ἡ γραφή, ὡς ὅταν λέγῃ περὶ τοῦ Δαυίδ · Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Καὶ ἡ σύνεσις ἆρα ἐν ταῖς χερσίν ἐστιν; Ἀλλ’ ἐν ταῖς συνέσεσι λέγει αὑτῶν τῶν πράξεων. Καὶ ἐπὶ τοῦ στήθους ἐλάμβανεν ὁ ἱερεὺς τὸ λογεῖον τοὺς δώδεκα λίθους ἐγκεκολαμμένους, τουτέστι, σάρδιον, τοπάζιον, σμάραγδον, ἄνθρακα, σάπφειρον, ἴασπιν, ὑάκινθον, ἀχάτην, ἀμέθυσον, χρυσόλιθον, βηρύλλιον, ὀνύχιον. Ἐν τοῖς δώδεκα λίθοις τούτοις ἐμερίζοντο αἱ δώδεκα φυλαί. Βαρὺ τὸ ῥῆμα. Ἄνω ἐπὶ τῶν ὤμων μία ἦν ἡ τῶν λίθων φύσις ἓν ὄνομα ἔχουσα, τὸν σμάραγδον· ἐπὶ δὲ τοῦ στήθους κάτω διάφοροι οἱ λίθοι. Τί βούλεται τοῦτο; Ἐπειδὴ μία φύσις ἡμᾶς ἐγέννησε, διάφοροι δὲ γνῶμαι ἡμᾶς ἐμέρισαν, τὸ μὲν δίδωσι τῇ γνώμῃ, τὸ δὲ τῇ φύσει. Ἦν τοίνυν θεοῦ ὄνομα ἡ πρακτικὴ ἀρετή, ἡ διὰ λόγου καὶ ἀληθείας συνεστῶσα. Καὶ ὑπὸ τὸ κράσπεδον τοῦ ἱερέως τὸ λεγόμενον λῶμα, ἄνθη, ῥῶα καὶ ῥοΐσκοι χρυσοῖ καὶ κώδωνες. Τί ἐβούλετο ταῦτα ἐν τῷ ἱερεῖ; Ἆρα θεὸς ἀνεπαύετο τούτοις τοῖς ἄνθεσιν; ἆρα ἐβούλετο γήϊνα ἄνθη εἶναι περὶ τὸν ἱερέα; Ἀλλ’ ἐν τῷ σχήματι τοῦ ἱερέως ἐξεικονίζει τὰς ἀρετάς. Ἄνω ἐπὶ τῆς κεφαλῆς ὄνομα θεοῦ, ἐπὶ τοῦ στήθους τὸ λογεῖον, τὰ κάτω ἄνθη καὶ καρποί, τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημοσύνη, δικαιοσύνη, φιλανθρωπία.