Ἐπεὶ οὖν ἐκείνην ἔθνει ἀπεκάλυψεν, ἐνταῦθα δὲ ζυγοστατήσας τὸν τῆς ἀληθείας λόγον, πᾶσιν αὐτὸν ἐξ ἴσου ἐκέρασεν. Πρόσεχε, παρακαλῶ. Δικαιοσύνη ἐστὶ τὸ πάντας ὁμοίως σῶσαι, καὶ μὴ εἶναι διαφορὰν δούλου καὶ ἐλευθέρου, βαρβάρου ἢ Ἕλληνος , γυναικὸς ἢ ἀνδρός· ἀλλ’ ὃ λέγει Παῦλος · Ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης , οὐκ ἄρσεν, οὐ θῆλυ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. Ὁρᾷς ὁμοτιμίαν; Ἐπειδὴ γὰρ ἡ φύσις ὁμότιμος, εἰ καὶ ταῖς γνώμαις ἐμερίσθημεν, συνάγει τὴν φύσιν εἰς τὸ ἀρχαῖον κάλλος. Ὅταν γὰρ ἐπλάσθη ὁ Ἀδάμ , οὐκ ἦν τις ἀλλογενής, οὐ Σκύθης , οὐ βάρβαρος, οὐχ Ἕλλην , οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄρσεν, οὐ θῆλυ . Ἐκ γὰρ τοῦ ἑνὸς τὰ δύο ἐπήγαγε. Δουλείαν οὐ φύσις ἐγέννησεν, ἀλλὰ προαίρεσις ἔτεκε. Γίνεται δὲ καὶ δουλεία ἠναγκασμένη ἡ ἐν συμφορᾷ λιμοῦ ἢ αἰχμαλωσίας ἀνάγκῃ. Ἔστι δὲ καὶ ἑτέρα δουλεία αὐθαίρετος, ἡ δι’ ἐπιγαμίαν θεραπαινίδων τὴν ἑαυτῆς ἐλευθερίαν πιπράσκουσα καὶ ὑπὸ ζυγὸν δουλείας ἐρχομένη. Ἡ δὲ πρώτη δουλεία ἀπὸ κακῆς συνέστη γνώμης. Καὶ πόθεν εὑρίσκεται ἡ ῥίζα τῆς δουλείας, ἄκουε. Μετὰ τὸν κατακλυσμὸν ὁ Νῶε πιὼν οἶνον καὶ μὴ κεράσας αὐτὸν τῇ πρεπούσῃ κράσει δι’ ἀπειρίαν ἐμεθύσθη οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ’ ἀγνοίας· καὶ ἐμεθύσθη καὶ μεθυσθεὶς ἐγυμνώθη. Καὶ εἰσελθὼν εἷς τῶν υἱῶν αὐτοῦ, εἶδε τὴν τοῦ πατρὸς γύμνωσιν καὶ ἐγέλασε. Τί οὖν ὁ πατὴρ ἐκνήψας λέγει; Ἐπικατάρατος Χαναάν , παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ὁρᾷς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἁμαρτία; Διὰ τοῦτο λέγει ὁ σωτὴρ· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθερωτὴς τοῦ ἀνθρωπίνου γένους καὶ συνεχώρησε τὴν ἁμαρτίαν, μᾶλλον δὲ ᾖρεν. Ἐκτεμὼν γὰρ τὴν ῥίζαν, συνεξέτεμε καὶ τοὺς καρπούς. Καλεῖ δικαιοσύνης εὐαγγέλιον διὰ τὸ πάντας ὁμοίως φωτίζειν. Ὑπελάμβανον οἱ Ἰουδαῖοι , ὅτι τὸ εὐαγγέλιον τὸ κηρυττόμενον δι’ αὐτοῦ αὐτοῖς δίδοται μόνοις. Ἐξέβη δὲ παρ’ ἐλπίδας ἡ προσδοκία. Διό φησιν ὁ Δαυίδ · Ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Καὶ ἵνα δείξῃ, ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστίν, ἐπήγαγε· Δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ὅταν βαθύ τι καὶ προφητικὸν ἀνακύψῃ ζήτημα, σύνδραμε τῷ λόγῳ, μὴ κροτῶν, ἀλλὰ νοῶν· μὴ ἁπλῶς δεχόμενος τὸ κρότον τῶν ῥημάτων, ἀλλὰ τὴν ἔννοιαν βασανίζων τῶν νοημάτων. Ἐὰν γὰρ ᾄδῃς τὰ τοῦ θεοῦ μετὰ ἀληθείας καὶ μάλιστα τὴν φωνὴν ταύτην, ἣν ὁ Δαυὶδ εἶπεν· Ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Δικαιοσύνης πλήρης ἡ δεξιά σου , εὑρίσκῃ καὶ ᾄδων τὰ τοῦ θεοῦ καὶ πληρού μενος πνεύματος ἁγίου. Ὁ γὰρ γνησίως ψάλλων, ἀνακαινιζόμενος τὴν ψυχὴν ἀποτελεῖται ναὸς τοῦ ἁγίου πνεύματος. Μὴ γὰρ μικρὸν νομίσῃς ψαλμῳδίαν εἶναι· δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν, τῇ δὲ ἀληθείᾳ τὴν ψυχὴν ἐγείρειν. Οὕτω καὶ ὁ μακάριος Ἐλισσαῖος ὁ προφήτης παρακαλούμενος παρά τινων βασιλέων προφητεῦσαι τὰ μέλλοντα λέγει· Δότε μοι ἄνδρα εἰδότα ψάλλειν. Ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος καὶ ἐν τῷ ψάλλειν, φησίν, ἐκεῖνον, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ Ἐλισσαῖον . Τί οὖν; Ἄρα τὸ πνεῦμα τὸ ἅγιον φωναῖς θέλγεται καὶ ἐπῳδαῖς καθέλκεται, εἰ τῇ ψυχῇ ἐπανεπαύετο τῇ προφητικῇ; Ἤρκει ἡ καθαρότης τοῦ προφήτου προσκαλέσασθαι τὸ πνεῦμα τὸ ἅγιον. Διὰ τί οὖν λέγει· Δότε ἄνδρα εἰδότα ψάλλειν ; Οὐχ ἵνα τὸ πνεῦμα τερφθῇ διὰ τῆς ψαλμῳδίας, ἀλλ’ ἵνα ἐκείνου ψάλλοντος, ὁ νοῦς τοῦ προφήτου ἀνακαινισθεὶς ἄξιος γένηται τῆς τοῦ ἁγίου πνεύματος ἐπιφοιτήσεως. Διὰ τοῦτο τὸ πνεῦμα καλεῖ, ἵνα δείξῃ, ὅτι οὐ τῇ ψαλμῳδίᾳ ἐθέλχθη, ἀλλὰ τῇ ψυχῇ τῇ ὑπὸ τῆς ψαλμῳδίας διεγερθείσῃ. Οὐκ ἦλθεν ἐπὶ τὸν ψάλλοντα, ἀλλ’ ἐπὶ τὸν ἀκούοντα. Δεῖ μὲν οὖν καθόλου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν, ἐξαιρέτως δὲ τοῦ σήμερον ἡμῖν ῥηθέντος ἁγίου ψαλμοῦ· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Τὸ ὁ κύριος ἐβασίλευσε , πῶς ὑπολαμβάνεις; ἆρα ὡς πρόσφατον λαβόντα τὸ τῆς βασιλείας ἀξίωμα; Εἰ μὲν γὰρ εἶπεν ὁ κύριος βασιλεύει, τὴν ἀίδιον αὐτοῦ ἡρμήνευεν ἀξίαν. Νῦν δὲ λέγει· Ὁ κύριος ἐβασίλευσεν. Εἴρηται καὶ πρώην ἡμῖν καὶ νῦν λεχθήσεται. Πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, πρὸ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διαβόλου, ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου. Πόθεν τοῦτο; Λέγει Παῦλος · Ὥσπερ γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύσει διὰ Χριστοῦ . Ἰδοὺ ἡ τῆς ἁμαρτίας βασιλεία, ποῦ ἡ τοῦ διαβόλου; Ἄκουε τοῦ σωτῆρος λέγοντος· Εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, καθ’ ἑαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ἰδοὺ ἡ τοῦ διαβόλου βασιλεία, ποῦ ἡ τοῦ θανάτου; Ἄκουε Παύλου λέγοντος· Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Ἐπεὶ οὖν ἐκράτει ἡ διαβολικὴ τριὰς ἡ κατὰ τῆς ἁγίας καὶ ἀχράντου τριάδος τυραννήσασα, τουτέστιν ὁ διάβολος, ἡ ἁμαρτία, ὁ θάνατος· καὶ ὁ μὲν διάβολος ἠπάτα, ἡ δὲ ἁμαρτία ἔσφαζεν, ὁ δὲ θάνατος ἔθαπτεν. Εὐαγγελίζεται τοὺς τυραννουμένους ὁ Δαυὶδ καὶ λέγει, ὥστε ἐξελθεῖν τὸν ζυγὸν τῆς δουλείας καὶ δέξασθαι τοῦ Χριστοῦ τὴν δεσποτείαν κηρυττομένην· Ὁ κύριος ἐβασίλευσε. Πέπαυται τοῦ θανάτου ἡ βασιλεία, πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, πέπαυται τοῦ διαβόλου ἡ ἐξουσία. Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Ἀγαλλιᾶν γὰρ ὀφείλει ἡ ποτὲ δεδουλωμένη καὶ νῦν ἐλευθερωθεῖσα, ἡ ποτὲ πεπλανημένη καὶ νῦν δεδοξασμένη, ἡ ποτὲ ἐν τάφοις καὶ νῦν ἐν θρό νοις, ἡ ποτὲ ἐν ἀτιμίᾳ καὶ νῦν ἐν τιμῇ. Ὁ κύριος ἐβασίλευσεν. Οὕτω καὶ ἀλλαχοῦ λέγεται – Δεῖ γὰρ τὰ συγγενῆ τῶν νοημάτων παράγειν –· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἡμεῖς ἐνδυόμεθα ἔξωθεν ἱμάτιον, ἵνα τὸ ἀπρεπὲς τῆς φύσεως καλύψωμεν, ὁ δὲ θεός, ἵνα τί καλύψῃ τὴν ἀσώματον φύσιν, τὴν φωτὸς γέμουσαν, μᾶλλον δὲ φωτὸς ἀπαστράπτουσαν; Ἀλλὰ καλεῖ ἔνδυμα αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ · Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Εὐπρέπειαν καλεῖ τὴν σάρκα τοῦ Χριστοῦ · εὐπρεπὴς γὰρ ἦν οὐκ ἔχουσα αἶσχος ἁμαρτίας. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησε πώποτε οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. Ἐπειδὴ τὸν βασιλέα ζώνη κοσμεῖ – Ἔστι δὲ ἡ ζώνη βασιλέως γνώρισμα καὶ κριτοῦ –, εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνοντα. Λέγει γὰρ Ἠσαΐας · Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα θεοῦ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευρὰς αὐτοῦ.