Καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα ἰδεῖν ἐν θαλάττῃ, καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἑστῶτας. Ξένον πρᾶγμα· οἱ ἰχθύες ἐπὶ τὴν γῆν, καὶ ὁ ἁλιεὺς ἐν θαλάττῃ. Ἡ κάθεσις ἐκείνου τοῦ δικτύου εἰκὼν ἦν τοῦ εὐαγγελικοῦ λόγου. Εὗρέ φησι τοὺς ἁλιεῖς ἀποπλύνοντας τὰ δίκτυα , ὡς ἀπειπόντας τῆς ἄγρας. Ἁλιεὺς γὰρ ἐὰν μὴ ἀπαγορεύσῃ τῆς θήρας, οὐ πλύνει τὸ δίκτυον. Εὗρεν οὖν αὐτοὺς ὁ σωτὴρ ἀπειπόντας τῆς ἄγρας καὶ ἐφίσταται ὁ τῆς θήρας δεσπότης. Καὶ τί ποιεῖ; Πρῶτον διδάσκει τὸν λόγον τῆς ἀληθείας, εἶτα κελεύει χαλασθῆναι τὸ δίκτυον. Ἐπειδὴ γὰρ τὰ ῥήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν ἔργων, ἐχρῆν ἀκολουθῆσαι τῷ λόγῳ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν· ὅτι θεοῦ κελεύσαντος καὶ τὰ μὴ εὑρισκόμενα θηρᾶται καὶ τὰ μὴ ὄντα λαμβάνεται. Χαλάσατε , φησὶ, τὸ δίκτυον ὑμῶν. Ὁ δέ Πέτρος λέγει· Ἐπιστάτα, δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. Θαυμάζω Πέτρου τὴν πίστιν, τὰ πρῶτα ἀπογινώσκοντος καὶ τὰ νέα πιστεύοντος. Ἐπὶ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. Διά τί εἶπεν ἐπὶ τῷ σῷ ῥήματι ; Ἐπειδὴ ἐπὶ τῷ ῥήματι αὐτοῦ καὶ ὁ οὐρανὸς ἐστερεώθη καὶ ἡ γῆ ἐθεμελιώθη καὶ θάλασσα ἀφωρίσθη, γῆ οἰκείοις ἄνθεσιν ἐστεφανώθη καὶ πάντα τῷ σῷ ῥήματι συνέστηκεν, ὥς φησιν ὁ Παῦλος · Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐπί δὲ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. Προκατέβη τοῦ δικτύου τὸ ῥῆμα· οὐ πάρεισιν οἱ ἰχθύες. Καὶ γὰρ εἰ παρῆσαν, διὰ τὴν ὄχλησιν τῶν ἀγρευόντων διέφευγον. Ἀλλά κατῆλθε τὸ ῥῆμα ἐκείνου τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα . Προκατῆλθε τοῦ δικτύου ἡ δύναμις τοῦ κελεύσαντος· συνήχθη πλῆθος ἰχθύων· εἰκὼν ἦν τῆς οἰκουμενικῆς ἐκκλησίας· διερρήγνυτο τὸ δίκτυον· ἔνευσαν τῷ πλοίῳ τῷ συμμετόχῳ ἐλθεῖν καὶ συνάρασθαι αὑτοῖς. Ἔδει γὰρ δύο σκάφη συνδραμεῖν εἰς τὴν ἄγραν. Ἐὰν γὰρ μὴ παρῇ χορὸς προφητῶν βοηθῶν τῇ ἀποστολικῇ χειρὶ καὶ τῇ προφητικῇ προρρήσει μὴ ἀκολουθήσῃ τῶν ἀποστόλων ἡ ἔκβασις, οὐ θηρᾶται τὰ θηρώμενα. Βουληθεὶς τοίνυν ὁ σωτὴρ δεῖξαι, ὅτι ἡ τῶν ἰχθύων ἄγρα εἰκών ἐστι τῆς ἐκκλησίας καὶ βουληθεὶς παιδεῦσαι Πέτρον ἔτι τῷ ὑποδείγματι τούτῳ ἤλειψεν αὐτὸν εἰς ἀνδρείαν καὶ λέγει αὐτῷ· Μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ἀπὸ τοῦ νῦν , ἀφ’ οὗ, φησίν, ἐπειράσθης τῆς δυνάμεως καὶ ἔμαθες, ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγῳ καὶ πάντα ἕπεται τῷ ἐμῷ νεύματι. Λαβὼν ἀρκοῦν τὸ ὑπόδειγμα, χρῆσαι λοιπὸν τῇ θήρᾳ. Καὶ οὐκ εἶπεν ἀνθρώπους ἔσῃ ἁλιεύων, ἀλλὰ ἀνθρώπους ἔσῃ ζωγρῶν . Ἐπειδὴ οἱ ἰχθύες ἀπὸ ζωῆς εἰς θάνατον ἁλιεύονται, οἱ δὲ ἄνθρωποι ἀπὸ θανά του εἰς ζωὴν ἀγρεύονται. Ἀπὸ τοῦ νῦν φησιν ἀνθρώπους ἔσῃ ζωγρῶν. Διὰ τί οὖν λέγει αὐτῷ· Μὴ φοβοῦ ; Ἔστω, ἡ ἐπαγγελία καλὴν εἶχεν ὄψιν. Διὰ τί οὖν μὴ φοβοῦ ; Ἐπειδὴ προσέπεσε τῇ μνήμῃ τῶν πρώτων ἁμαρτημάτων· Μὴ φοβοῦ φησι σαυτὸν ὡς ἁμαρτωλόν, ἀλλὰ λοιπὸν νόει σαυτὸν ὡς ἀπόστολον, ῥήματι δεσποτικῷ κελευόμενος τὴν οἰκουμένην σαγηνεῦσαι. Μὴ φοβοῦ , πᾶς ἁμαρτωλὸς παρὰ Χριστοῦ ἀκουέτω. Μὴ φοβοῦ. Μόνον ἀπὸ τοῦ νῦν μετανοείτω. Τὸ τοίνυν δίκτυον, ἵνα εἰς τὴν προλαβοῦσαν ἔλθω ἀκολουθίαν, εἰκών ἐστι τῆς εὐαγγελικῆς τοῦ σωτῆρος διδασκαλίας. Τὸ δὲ εὐαγγέλιον, τοῦτο καλεῖ Παῦλος ποτὲ μὲν εὐαγγέλιον δικαιοσύνης , ποτὲ δὲ εὐαγγέλιον εἰρήνης , ποτὲ δὲ εὐαγγέλιον δυνάμεως. Ἐπειδὴ γὰρ δυνατὴ ἡ χάρις τοῦ κηρύγματος καὶ πολέμους ἀφανίσαι, καὶ στάσεις ἀνθρώπων μὴ συμφωνούντων πρὸς εὐσέβειαν σκορπίσαι καὶ διὰ μὲν τὸ πάντας καλέσαι πρὸς σωτηρίαν λέγεται εὐαγγέλιον δικαιοσύνης· διὰ δὲ τὸ καταστέλλειν τὸν πόλεμον τῶν δαιμόνων λέγεται εὐαγγέλιον εἰρήνης· διὰ δὲ τὸ εὐτελέσι ῥήμασι κηρύττειν θεοῦ γνῶσιν καλεῖται εὐαγγέλιον δυνάμεως. Ἄκουε Παύλου λέγοντος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν. Τὸ δυνατὸν γὰρ τότε φαίνεται δυνατόν, ὅταν μὴ τοῖς ἀκολούθοις κεχρημένον λογισμοῖς κρατήση τῶν περάτων τῆς γῆς, ὡς λέγει ὁ σωτὴρ τῷ Παύλῳ · Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Οὐδὲν ἦν μέγα, εἰ γυμνῇ τῇ θεότητι τὴν οἰκουμένην ἐφώτισεν, ἀλλ’ ὅτι διὰ σώματος τὴν ἀπαθῆ καὶ ἀσώματον ἔδειξε δόξαν. Οὐδὲν ἦν θαυμαστόν, εἰ ὁ ζῶν ζωοποιὸν ἀπαστράψας δόξαν, τὴν οἰκουμένην ἐζωοποίησεν· ἀλλὰ τὸ δυνατὸν τοῦ λόγου, ὅτι θανάτῳ τὸν θάνατον ἀφανίζει καὶ διὰ τῶν ὕβρεων τὴν ἀθάνατον ἀπαστράπτει δόξαν. Ἀλλαχοῦ λέγει εὐαγγέλιον εἰρήνης . Τοὺς γὰρ πόδας ἡμῶν φησι παρασκευάσατε ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Ἀλλαχοῦ καλεῖ δικαιοσύνης, ὥς φησιν· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τί ἐστι δικαιοσύνη θεοῦ ; Ἐπειδὴ ὁ πρῶτος νόμος Ἰουδαίοις ἐδόθη μόνοις, τὸ δὲ εὐαγγέλιον πᾶσι, καλεῖ εὐαγγέλιον δικαιοσύνης. Δίκαιος γὰρ ὁ θεός, ὁμοίως πάντας ποιήσας, ὁμοίως πάντας ἐφώτισε. Καὶ τοῦτο ἦν δίκαιον, τὸ μὴ τοὺς μὲν σῶσαι, τοὺς δὲ μὴ σῶσαι. τὸ μὴ τοὺς μὲν καλέσαι, τοὺς δὲ μὴ καλέσαι. Ἐν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία, ἀλλ’ οἰκονομικὴ προκατασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ. Οὐ γὰρ λέγω ταύτην δικαίαν, κἀκείνην ἄδικον, ἀλλ’ ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. Ἔδωκεν νόμον τῷ Ἰσραήλ · καὶ λέγει ὁ Δαυίδ · Ὁ ἀπαγγέλλων τὸ λόγιον αὐτοῦ τῷ Ἰακώβ , δικαιώματα καὶ κρί ματα αὐτοῦ τῷ Ἰσραήλ . Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.