Καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα ἰδεῖν ἐν θαλάττῃ, καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἑστῶτας. Ξένον πρᾶγμα· οἱ ἰχθύες ἐπὶ τὴν γῆν, καὶ ὁ ἁλιεὺς ἐν θαλάττῃ. Ἡ κάθεσις ἐκείνου τοῦ δικτύου εἰκὼν ἦν τοῦ εὐαγγελικοῦ λόγου. Εὗρέ φησι τοὺς ἁλιεῖς ἀποπλύνοντας τὰ δίκτυα , ὡς ἀπειπόντας τῆς ἄγρας. Ἁλιεὺς γὰρ ἐὰν μὴ ἀπαγορεύσῃ τῆς θήρας, οὐ πλύνει τὸ δίκτυον. Εὗρεν οὖν αὐτοὺς ὁ σωτὴρ ἀπειπόντας τῆς ἄγρας καὶ ἐφίσταται ὁ τῆς θήρας δεσπότης. Καὶ τί ποιεῖ; Πρῶτον διδάσκει τὸν λόγον τῆς ἀληθείας, εἶτα κελεύει χαλασθῆναι τὸ δίκτυον. Ἐπειδὴ γὰρ τὰ ῥήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν ἔργων, ἐχρῆν ἀκολουθῆσαι τῷ λόγῳ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν· ὅτι θεοῦ κελεύσαντος καὶ τὰ μὴ εὑρισκόμενα θηρᾶται καὶ τὰ μὴ ὄντα λαμβάνεται. Χαλάσατε , φησὶ, τὸ δίκτυον ὑμῶν. Ὁ δέ Πέτρος λέγει· Ἐπιστάτα, δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. Θαυμάζω Πέτρου τὴν πίστιν, τὰ πρῶτα ἀπογινώσκοντος καὶ τὰ νέα πιστεύοντος. Ἐπὶ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. Διά τί εἶπεν ἐπὶ τῷ σῷ ῥήματι ; Ἐπειδὴ ἐπὶ τῷ ῥήματι αὐτοῦ καὶ ὁ οὐρανὸς ἐστερεώθη καὶ ἡ γῆ ἐθεμελιώθη καὶ θάλασσα ἀφωρίσθη, γῆ οἰκείοις ἄνθεσιν ἐστεφανώθη καὶ πάντα τῷ σῷ ῥήματι συνέστηκεν, ὥς φησιν ὁ Παῦλος · Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐπί δὲ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. Προκατέβη τοῦ δικτύου τὸ ῥῆμα· οὐ πάρεισιν οἱ ἰχθύες. Καὶ γὰρ εἰ παρῆσαν, διὰ τὴν ὄχλησιν τῶν ἀγρευόντων διέφευγον. Ἀλλά κατῆλθε τὸ ῥῆμα ἐκείνου τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα . Προκατῆλθε τοῦ δικτύου ἡ δύναμις τοῦ κελεύσαντος· συνήχθη πλῆθος ἰχθύων· εἰκὼν ἦν τῆς οἰκουμενικῆς ἐκκλησίας· διερρήγνυτο τὸ δίκτυον· ἔνευσαν τῷ πλοίῳ τῷ συμμετόχῳ ἐλθεῖν καὶ συνάρασθαι αὑτοῖς. Ἔδει γὰρ δύο σκάφη συνδραμεῖν εἰς τὴν ἄγραν. Ἐὰν γὰρ μὴ παρῇ χορὸς προφητῶν βοηθῶν τῇ ἀποστολικῇ χειρὶ καὶ τῇ προφητικῇ προρρήσει μὴ ἀκολουθήσῃ τῶν ἀποστόλων ἡ ἔκβασις, οὐ θηρᾶται τὰ θηρώμενα. Βουληθεὶς τοίνυν ὁ σωτὴρ δεῖξαι, ὅτι ἡ τῶν ἰχθύων ἄγρα εἰκών ἐστι τῆς ἐκκλησίας καὶ βουληθεὶς παιδεῦσαι Πέτρον ἔτι τῷ ὑποδείγματι τούτῳ ἤλειψεν αὐτὸν εἰς ἀνδρείαν καὶ λέγει αὐτῷ· Μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ἀπὸ τοῦ νῦν , ἀφ’ οὗ, φησίν, ἐπειράσθης τῆς δυνάμεως καὶ ἔμαθες, ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγῳ καὶ πάντα ἕπεται τῷ ἐμῷ νεύματι. Λαβὼν ἀρκοῦν τὸ ὑπόδειγμα, χρῆσαι λοιπὸν τῇ θήρᾳ. Καὶ οὐκ εἶπεν ἀνθρώπους ἔσῃ ἁλιεύων, ἀλλὰ ἀνθρώπους ἔσῃ ζωγρῶν . Ἐπειδὴ οἱ ἰχθύες ἀπὸ ζωῆς εἰς θάνατον ἁλιεύονται, οἱ δὲ ἄνθρωποι ἀπὸ θανά του εἰς ζωὴν ἀγρεύονται. Ἀπὸ τοῦ νῦν φησιν ἀνθρώπους ἔσῃ ζωγρῶν. Διὰ τί οὖν λέγει αὐτῷ· Μὴ φοβοῦ ; Ἔστω, ἡ ἐπαγγελία καλὴν εἶχεν ὄψιν. Διὰ τί οὖν μὴ φοβοῦ ; Ἐπειδὴ προσέπεσε τῇ μνήμῃ τῶν πρώτων ἁμαρτημάτων· Μὴ φοβοῦ φησι σαυτὸν ὡς ἁμαρτωλόν, ἀλλὰ λοιπὸν νόει σαυτὸν ὡς ἀπόστολον, ῥήματι δεσποτικῷ κελευόμενος τὴν οἰκουμένην σαγηνεῦσαι. Μὴ φοβοῦ , πᾶς ἁμαρτωλὸς παρὰ Χριστοῦ ἀκουέτω. Μὴ φοβοῦ. Μόνον ἀπὸ τοῦ νῦν μετανοείτω. Τὸ τοίνυν δίκτυον, ἵνα εἰς τὴν προλαβοῦσαν ἔλθω ἀκολουθίαν, εἰκών ἐστι τῆς εὐαγγελικῆς τοῦ σωτῆρος διδασκαλίας. Τὸ δὲ εὐαγγέλιον, τοῦτο καλεῖ Παῦλος ποτὲ μὲν εὐαγγέλιον δικαιοσύνης , ποτὲ δὲ εὐαγγέλιον εἰρήνης , ποτὲ δὲ εὐαγγέλιον δυνάμεως. Ἐπειδὴ γὰρ δυνατὴ ἡ χάρις τοῦ κηρύγματος καὶ πολέμους ἀφανίσαι, καὶ στάσεις ἀνθρώπων μὴ συμφωνούντων πρὸς εὐσέβειαν σκορπίσαι καὶ διὰ μὲν τὸ πάντας καλέσαι πρὸς σωτηρίαν λέγεται εὐαγγέλιον δικαιοσύνης· διὰ δὲ τὸ καταστέλλειν τὸν πόλεμον τῶν δαιμόνων λέγεται εὐαγγέλιον εἰρήνης· διὰ δὲ τὸ εὐτελέσι ῥήμασι κηρύττειν θεοῦ γνῶσιν καλεῖται εὐαγγέλιον δυνάμεως. Ἄκουε Παύλου λέγοντος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν. Τὸ δυνατὸν γὰρ τότε φαίνεται δυνατόν, ὅταν μὴ τοῖς ἀκολούθοις κεχρημένον λογισμοῖς κρατήση τῶν περάτων τῆς γῆς, ὡς λέγει ὁ σωτὴρ τῷ Παύλῳ · Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Οὐδὲν ἦν μέγα, εἰ γυμνῇ τῇ θεότητι τὴν οἰκουμένην ἐφώτισεν, ἀλλ’ ὅτι διὰ σώματος τὴν ἀπαθῆ καὶ ἀσώματον ἔδειξε δόξαν. Οὐδὲν ἦν θαυμαστόν, εἰ ὁ ζῶν ζωοποιὸν ἀπαστράψας δόξαν, τὴν οἰκουμένην ἐζωοποίησεν· ἀλλὰ τὸ δυνατὸν τοῦ λόγου, ὅτι θανάτῳ τὸν θάνατον ἀφανίζει καὶ διὰ τῶν ὕβρεων τὴν ἀθάνατον ἀπαστράπτει δόξαν. Ἀλλαχοῦ λέγει εὐαγγέλιον εἰρήνης . Τοὺς γὰρ πόδας ἡμῶν φησι παρασκευάσατε ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Ἀλλαχοῦ καλεῖ δικαιοσύνης, ὥς φησιν· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τί ἐστι δικαιοσύνη θεοῦ ; Ἐπειδὴ ὁ πρῶτος νόμος Ἰουδαίοις ἐδόθη μόνοις, τὸ δὲ εὐαγγέλιον πᾶσι, καλεῖ εὐαγγέλιον δικαιοσύνης. Δίκαιος γὰρ ὁ θεός, ὁμοίως πάντας ποιήσας, ὁμοίως πάντας ἐφώτισε. Καὶ τοῦτο ἦν δίκαιον, τὸ μὴ τοὺς μὲν σῶσαι, τοὺς δὲ μὴ σῶσαι. τὸ μὴ τοὺς μὲν καλέσαι, τοὺς δὲ μὴ καλέσαι. Ἐν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία, ἀλλ’ οἰκονομικὴ προκατασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ. Οὐ γὰρ λέγω ταύτην δικαίαν, κἀκείνην ἄδικον, ἀλλ’ ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. Ἔδωκεν νόμον τῷ Ἰσραήλ · καὶ λέγει ὁ Δαυίδ · Ὁ ἀπαγγέλλων τὸ λόγιον αὐτοῦ τῷ Ἰακώβ , δικαιώματα καὶ κρί ματα αὐτοῦ τῷ Ἰσραήλ . Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ἐπεὶ οὖν ἐκείνην ἔθνει ἀπεκάλυψεν, ἐνταῦθα δὲ ζυγοστατήσας τὸν τῆς ἀληθείας λόγον, πᾶσιν αὐτὸν ἐξ ἴσου ἐκέρασεν. Πρόσεχε, παρακαλῶ. Δικαιοσύνη ἐστὶ τὸ πάντας ὁμοίως σῶσαι, καὶ μὴ εἶναι διαφορὰν δούλου καὶ ἐλευθέρου, βαρβάρου ἢ Ἕλληνος , γυναικὸς ἢ ἀνδρός· ἀλλ’ ὃ λέγει Παῦλος · Ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης , οὐκ ἄρσεν, οὐ θῆλυ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. Ὁρᾷς ὁμοτιμίαν; Ἐπειδὴ γὰρ ἡ φύσις ὁμότιμος, εἰ καὶ ταῖς γνώμαις ἐμερίσθημεν, συνάγει τὴν φύσιν εἰς τὸ ἀρχαῖον κάλλος. Ὅταν γὰρ ἐπλάσθη ὁ Ἀδάμ , οὐκ ἦν τις ἀλλογενής, οὐ Σκύθης , οὐ βάρβαρος, οὐχ Ἕλλην , οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄρσεν, οὐ θῆλυ . Ἐκ γὰρ τοῦ ἑνὸς τὰ δύο ἐπήγαγε. Δουλείαν οὐ φύσις ἐγέννησεν, ἀλλὰ προαίρεσις ἔτεκε. Γίνεται δὲ καὶ δουλεία ἠναγκασμένη ἡ ἐν συμφορᾷ λιμοῦ ἢ αἰχμαλωσίας ἀνάγκῃ. Ἔστι δὲ καὶ ἑτέρα δουλεία αὐθαίρετος, ἡ δι’ ἐπιγαμίαν θεραπαινίδων τὴν ἑαυτῆς ἐλευθερίαν πιπράσκουσα καὶ ὑπὸ ζυγὸν δουλείας ἐρχομένη. Ἡ δὲ πρώτη δουλεία ἀπὸ κακῆς συνέστη γνώμης. Καὶ πόθεν εὑρίσκεται ἡ ῥίζα τῆς δουλείας, ἄκουε. Μετὰ τὸν κατακλυσμὸν ὁ Νῶε πιὼν οἶνον καὶ μὴ κεράσας αὐτὸν τῇ πρεπούσῃ κράσει δι’ ἀπειρίαν ἐμεθύσθη οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ’ ἀγνοίας· καὶ ἐμεθύσθη καὶ μεθυσθεὶς ἐγυμνώθη. Καὶ εἰσελθὼν εἷς τῶν υἱῶν αὐτοῦ, εἶδε τὴν τοῦ πατρὸς γύμνωσιν καὶ ἐγέλασε. Τί οὖν ὁ πατὴρ ἐκνήψας λέγει; Ἐπικατάρατος Χαναάν , παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ὁρᾷς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἁμαρτία; Διὰ τοῦτο λέγει ὁ σωτὴρ· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθερωτὴς τοῦ ἀνθρωπίνου γένους καὶ συνεχώρησε τὴν ἁμαρτίαν, μᾶλλον δὲ ᾖρεν. Ἐκτεμὼν γὰρ τὴν ῥίζαν, συνεξέτεμε καὶ τοὺς καρπούς. Καλεῖ δικαιοσύνης εὐαγγέλιον διὰ τὸ πάντας ὁμοίως φωτίζειν. Ὑπελάμβανον οἱ Ἰουδαῖοι , ὅτι τὸ εὐαγγέλιον τὸ κηρυττόμενον δι’ αὐτοῦ αὐτοῖς δίδοται μόνοις. Ἐξέβη δὲ παρ’ ἐλπίδας ἡ προσδοκία. Διό φησιν ὁ Δαυίδ · Ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Καὶ ἵνα δείξῃ, ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστίν, ἐπήγαγε· Δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ὅταν βαθύ τι καὶ προφητικὸν ἀνακύψῃ ζήτημα, σύνδραμε τῷ λόγῳ, μὴ κροτῶν, ἀλλὰ νοῶν· μὴ ἁπλῶς δεχόμενος τὸ κρότον τῶν ῥημάτων, ἀλλὰ τὴν ἔννοιαν βασανίζων τῶν νοημάτων. Ἐὰν γὰρ ᾄδῃς τὰ τοῦ θεοῦ μετὰ ἀληθείας καὶ μάλιστα τὴν φωνὴν ταύτην, ἣν ὁ Δαυὶδ εἶπεν· Ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Δικαιοσύνης πλήρης ἡ δεξιά σου , εὑρίσκῃ καὶ ᾄδων τὰ τοῦ θεοῦ καὶ πληρού μενος πνεύματος ἁγίου. Ὁ γὰρ γνησίως ψάλλων, ἀνακαινιζόμενος τὴν ψυχὴν ἀποτελεῖται ναὸς τοῦ ἁγίου πνεύματος. Μὴ γὰρ μικρὸν νομίσῃς ψαλμῳδίαν εἶναι· δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν, τῇ δὲ ἀληθείᾳ τὴν ψυχὴν ἐγείρειν. Οὕτω καὶ ὁ μακάριος Ἐλισσαῖος ὁ προφήτης παρακαλούμενος παρά τινων βασιλέων προφητεῦσαι τὰ μέλλοντα λέγει· Δότε μοι ἄνδρα εἰδότα ψάλλειν. Ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος καὶ ἐν τῷ ψάλλειν, φησίν, ἐκεῖνον, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ Ἐλισσαῖον . Τί οὖν; Ἄρα τὸ πνεῦμα τὸ ἅγιον φωναῖς θέλγεται καὶ ἐπῳδαῖς καθέλκεται, εἰ τῇ ψυχῇ ἐπανεπαύετο τῇ προφητικῇ; Ἤρκει ἡ καθαρότης τοῦ προφήτου προσκαλέσασθαι τὸ πνεῦμα τὸ ἅγιον. Διὰ τί οὖν λέγει· Δότε ἄνδρα εἰδότα ψάλλειν ; Οὐχ ἵνα τὸ πνεῦμα τερφθῇ διὰ τῆς ψαλμῳδίας, ἀλλ’ ἵνα ἐκείνου ψάλλοντος, ὁ νοῦς τοῦ προφήτου ἀνακαινισθεὶς ἄξιος γένηται τῆς τοῦ ἁγίου πνεύματος ἐπιφοιτήσεως. Διὰ τοῦτο τὸ πνεῦμα καλεῖ, ἵνα δείξῃ, ὅτι οὐ τῇ ψαλμῳδίᾳ ἐθέλχθη, ἀλλὰ τῇ ψυχῇ τῇ ὑπὸ τῆς ψαλμῳδίας διεγερθείσῃ. Οὐκ ἦλθεν ἐπὶ τὸν ψάλλοντα, ἀλλ’ ἐπὶ τὸν ἀκούοντα. Δεῖ μὲν οὖν καθόλου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν, ἐξαιρέτως δὲ τοῦ σήμερον ἡμῖν ῥηθέντος ἁγίου ψαλμοῦ· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Τὸ ὁ κύριος ἐβασίλευσε , πῶς ὑπολαμβάνεις; ἆρα ὡς πρόσφατον λαβόντα τὸ τῆς βασιλείας ἀξίωμα; Εἰ μὲν γὰρ εἶπεν ὁ κύριος βασιλεύει, τὴν ἀίδιον αὐτοῦ ἡρμήνευεν ἀξίαν. Νῦν δὲ λέγει· Ὁ κύριος ἐβασίλευσεν. Εἴρηται καὶ πρώην ἡμῖν καὶ νῦν λεχθήσεται. Πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, πρὸ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διαβόλου, ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου. Πόθεν τοῦτο; Λέγει Παῦλος · Ὥσπερ γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύσει διὰ Χριστοῦ . Ἰδοὺ ἡ τῆς ἁμαρτίας βασιλεία, ποῦ ἡ τοῦ διαβόλου; Ἄκουε τοῦ σωτῆρος λέγοντος· Εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, καθ’ ἑαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ἰδοὺ ἡ τοῦ διαβόλου βασιλεία, ποῦ ἡ τοῦ θανάτου; Ἄκουε Παύλου λέγοντος· Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Ἐπεὶ οὖν ἐκράτει ἡ διαβολικὴ τριὰς ἡ κατὰ τῆς ἁγίας καὶ ἀχράντου τριάδος τυραννήσασα, τουτέστιν ὁ διάβολος, ἡ ἁμαρτία, ὁ θάνατος· καὶ ὁ μὲν διάβολος ἠπάτα, ἡ δὲ ἁμαρτία ἔσφαζεν, ὁ δὲ θάνατος ἔθαπτεν. Εὐαγγελίζεται τοὺς τυραννουμένους ὁ Δαυὶδ καὶ λέγει, ὥστε ἐξελθεῖν τὸν ζυγὸν τῆς δουλείας καὶ δέξασθαι τοῦ Χριστοῦ τὴν δεσποτείαν κηρυττομένην· Ὁ κύριος ἐβασίλευσε. Πέπαυται τοῦ θανάτου ἡ βασιλεία, πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, πέπαυται τοῦ διαβόλου ἡ ἐξουσία. Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Ἀγαλλιᾶν γὰρ ὀφείλει ἡ ποτὲ δεδουλωμένη καὶ νῦν ἐλευθερωθεῖσα, ἡ ποτὲ πεπλανημένη καὶ νῦν δεδοξασμένη, ἡ ποτὲ ἐν τάφοις καὶ νῦν ἐν θρό νοις, ἡ ποτὲ ἐν ἀτιμίᾳ καὶ νῦν ἐν τιμῇ. Ὁ κύριος ἐβασίλευσεν. Οὕτω καὶ ἀλλαχοῦ λέγεται – Δεῖ γὰρ τὰ συγγενῆ τῶν νοημάτων παράγειν –· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἡμεῖς ἐνδυόμεθα ἔξωθεν ἱμάτιον, ἵνα τὸ ἀπρεπὲς τῆς φύσεως καλύψωμεν, ὁ δὲ θεός, ἵνα τί καλύψῃ τὴν ἀσώματον φύσιν, τὴν φωτὸς γέμουσαν, μᾶλλον δὲ φωτὸς ἀπαστράπτουσαν; Ἀλλὰ καλεῖ ἔνδυμα αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ · Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Εὐπρέπειαν καλεῖ τὴν σάρκα τοῦ Χριστοῦ · εὐπρεπὴς γὰρ ἦν οὐκ ἔχουσα αἶσχος ἁμαρτίας. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησε πώποτε οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. Ἐπειδὴ τὸν βασιλέα ζώνη κοσμεῖ – Ἔστι δὲ ἡ ζώνη βασιλέως γνώρισμα καὶ κριτοῦ –, εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνοντα. Λέγει γὰρ Ἠσαΐας · Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα θεοῦ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευρὰς αὐτοῦ.