Τῆς Χριστοῦ βασιλείας τὸ εὐαγγέλιον κηρύττουσι προφῆται, ἑρμηνεύουσιν δὲ οἱ τῆς νέας χάριτος ὑπηρέται, δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ καὶ ἐρασταὶ καὶ ἐπαινέται. Οὐκ ἔστιν ἐντρυφῆσαι τῷ λόγῳ τῆς ἀληθείας, μὴ διψῶντα τὸν λόγον τῆς διδασκαλίας. Καὶ ὥσπερ οὐκ ἔστι μὴ διψῶντα καὶ πεινῶντα ἡδέως ἀπολαῦσαι τροφῆς, οὕτως οὐκ ἔστιν ἐντρυφῆσαι λόγῳ ἀληθείας, μὴ διψῶντα τοῦ ἁγίου πνεύματος τὴν διδασκαλίαν. Διό φησιν ὁ σωτήρ· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἡ ἀληθὴς τῶν ψυχῶν τροφή, ἡ ἀληθὴς τῶν εὐσεβῶν τρυφή, ὁ ἀληθὴς τῶν εὐσεβῶν πλοῦτος ὁ τοῦ θεοῦ λόγος, ὁ διὰ τοῦ Δαυὶδ λέγων· ποτὲ μὲν γὰρ ὡς πλουτῶν ἐναβρύνεται, ποτὲ δὲ ὡς τρυφῶν, καὶ λέγει· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Ἐνταῦθα τοῦ τρυφῶντος ἀφῆκε φωνήν. Τρυφὴ γὰρ ἦν αὐτῷ ὁ τοῦ θεοῦ λόγος· περὶ οὗ πολλάκις ἔλεγε· Κατατρύφησον τοῦ κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἀλλαχοῦ δὲ οὐχ ὡς τρυφῶν μόνον, ἀλλὰ καὶ ὡς πλουτῶν ἐγκαλλωπίζεται τῷ πλούτῳ τοῦ νόμου, λέγων· Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Εἶδες τρυφὴν εὐσεβείας καὶ πλοῦτον ἐν δικαιοσύνῃ; Δεῖ τοίνυν ἡμᾶς διψᾶν τὰ θεῖα καὶ πεινᾶν τὰ οὐράνια, καὶ ἔχειν ἄφθονον τὴν ἀπόλαυσιν ἐκ τῆς βασιλικῆς τοῦ Χριστοῦ τραπέζης, ἀντέχεσθαι δὲ τοῦ εὐαγγελίου τῆς σωτηρίας, οὐ νῦν ἀρξαμένου, ἀλλὰ ἐν τοῖς προφήταις θεμελιωθέντος, καὶ ἐν τοῖς ἀποστόλοις οἰκοδομηθέντος. Οὐ γὰρ ἀφ’ οὗ ἐφάνη Χριστός , τὸ εὐαγγέλιον ἤρξατο· ἀλλ’ ἐρριζώθη μὲν ἐν ταῖς βίβλοις τῶν προφητῶν, ἐβλάστησε δὲ ἐν τῷ κηρύγματι τῶν ἀποστόλων. Διὰ τοῦτο ὁ Παῦλος βουληθεὶς δεῖξαι, ὅτι τὸ εὐαγγέλιον οὐκ ἀπὸ τῆς οἰκονομίας ἤρξατο, ἀλλ’ ἀπὸ τῶν προφητῶν ἔλαμψε, διὰ τῆς οἰκονομίας αὐτὸ διαγορεύει. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ , κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα. Οἶδε Παῦλος ἀδιαίρετον τὴν παλαιὰν καὶ τὴν νέαν διαθήκην. Διὰ τοῦτο ποτὲ μὲν αὐτὴν καλεῖ καινὴν διαθήκην ἵνα δείξῃ πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ πέρατα. Οἶδα τοῦτον πρώην γυμνάσας τὸν λόγον· ἀλλ’ ἐπαναλαμβάνω πρὸς ὑπόμνησιν. Καλεῖ τοίνυν καινὴν διαθήκην πρὸς ἀντιπαράθεσιν τῆς γεγηρακυίας, κρείττονα πρὸς ἀντιπαράθεσιν τῆς ἐλάττονος, αἰώνιον πρὸς ἀντιπαράθεσιν τῆς προσκαίρου. Καλεῖ αὐτὴν καὶ δευτέραν διαθήκην. Διὰ τί δευτέραν; Ἵνα τῇ γνώμῃ συνάψῃ. Τὸ γὰρ ἀπεσχοινισμένον τινὸς δεύτερον οὐ λέγεται. Ἀλλ’ ἐπειδὴ θεὸς ἐλάλησε καὶ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, ὁ αὐτὸς καλεῖ πρώτην καὶ δευτέραν τῷ ἀριθμῷ τὴν συμφωνίαν ἐργαζόμενος. Διὰ τοῦτο ὁ Παῦλος ἀδιαίρετον κηρύττων βασιλείαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ποτὲ μὲν καλεῖ τὸ εὐαγγέλιον τοῦ θεοῦ τοῦ πατρός, ποτὲ τοῦ υἱοῦ, λέγων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. Ἀλλ’ ἵνα μή τις ἀκούσας εὐαγγέλιον θεοῦ, νομίσῃ τὸν υἱὸν μὴ ἔχειν αὐθεντίαν εἰς τὸ κήρυγμα, ἐν τῇ αὐτὴ ἐπιστολῇ μικρὸν ὑποβὰς λέγει· Μάρτυς γάρ μοι ἐστὶν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ. Εἶδες τὸ θαῦμα τοῦ κήρυκος καὶ τὴν ἀπηρτισμένην διάνοιαν; Ἵνα μὴ νομισθῇ ἐν μὲν τῷ νόμῳ ἄλλῳ θεῷ δουλεύειν, ἐν δὲ τῷ εὐαγγελίῳ πρὸς ἄλλον χωρεῖν, λέγει· Εὐλογητὸς ὁ θεός, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. Ὁ γὰρ ἀπ’ ἄλλου, φησίν, πρὸς ἄλλον ἔδραμον, ἀλλ’ ὃν εἶχον ἐν ἀγνοίᾳ, προσέλαβον ἐν γνώσει. Καὶ πάλιν ὁ αὐτὸς βουληθεὶς δεῖξαι, ὅτι τὰ ῥήματα τῆς παλαιᾶς διαθήκης καὶ τῆς νέας ἑνός ἐστι στόματος καὶ ἑνὸς δεσπότου, μίαν μαρτυρίαν ἀπὸ γραφῆς παρήγαγε, συμπλέξας τῷ εὐαγγελικῷ λόγῳ τὴν παλαιάν, καὶ λέγει· Γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Τὸ μὲν γὰρ οὐ φιμώσεις Μωϋσῆς εἶπε· τὸ δὲ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις . Ἀλλ’ ἵνα δείξῃ, ὅτι ἓν στόμα κἀκεῖνα καὶ ταῦτα ἐλάλησε, τὰ τοῖς χρόνοις διῃρημένα συνῆψε τῇ συμφωνίᾳ τῆς ἀληθείας εἰπών· Οὐ φιμώσεις βοῦν ἀλοῶντα καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Τούτου τοῦ εὐαγγε λίου εἰκὼν τὰ δίκτυα Πέτρου , τὰ σήμερον ἐπ’ ὄψεσιν ἡμετέραις καὶ ἀκοαῖς χαλασθέντα. Οὐ γὰρ ἅπαξ Πέτρος ἐχάλασε τὰ δίκτυα, ἀλλὰ τῇ μὲν ἱστορίᾳ ἅπαξ, τῇ δέ δυνάμει πολλάκις. Ὁσάκις γὰρ ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον, οὐδὲν ἕτερον ὁρῶ ἢ Πέτρον καὶ Ἀνδρέαν καὶ τὸν χορὸν τῶν ἀποστόλων, τὸ δίκτυον ἁπλοῦντας τὸ εὐαγγελικόν.