τ ῆς χριστοῦ χυ βασιλείας τὸ εὐαγγέ λιον, κηρύττουσι προ φῆται· ἐρμηνεύουσι δὲ οἱ τῆς νέας χάριτος ὑπη ρεται· δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ καὶ ἐρα σταὶ καὶ ἐπαινέται· οὐκ έ στιν ἐντρυφῆσαι τῶ λόγω τῆς ἀληθείας, μὴ διψῶν τα τὸν λόγον τῆς διδα σκαλίας· καὶ ὥσπερ οὐ κ έστιν μὴ διψῶντα καὶ πεινῶντα· ἡδέως ἀπο λαῦσαι τροφῆς, οὕτως οὐκ έστιν ἐντρυφῆσαι λό γω ἀληθείας μὴ διψῶν τας τοῦ ἁγίου πνεύματος πνς τὴν δι δασκαλίαν· διὸ φησὶν ὁ σωτὴρ σηρ μακάριοι οἱ πεινῶν τες καὶ διψῶντες τὴν δι καιὁσύνην, ὅτι αὐτοὶ χορ τάσθήσονται· ἡ ἀληθὴς τῶν ψυχῶν τροφ ῆ ὴ . ἡ ἀλη θὴς τῶν εὐσεβῶν τρυφή· ὁ ἀληθῆς τῶν εὐσεβῶν πλοῦ τος, ὁ τοῦ θεοῦ θυ λόγος· ὁ διὰ τοῦ δαυὶδ δαδ λέγων· ποτὲ μὲν γὰρ ὡς πλουτῶν ἐναβρύ νεται. ποτὲ δὲ ὡς τρυφῶν καὶ λέγει· ὡς γλυκεῖα τῶ λάρυγγί μου τὰ λόγια σου· ὑπερ μέλι καὶ κηρίον τὸ στόματί μου· ἐνταῦθα τρυ φῶντος ἀφήκεν φωνήν· τρυφὴ γὰρ ἦν αὐτῶ ὁ τοῦ θεοῦ θυ φόβος καὶ λόγος· περι οῦ πολλάκις ἔλεγεν· κατα τρύφησον τοῦ κυρίου κυ καὶ δώ η σοι τὰ αἴτήματα τῆς καρδίας σου· ἀλλ’ αχοῦ δὲ οὐχ ὡς τρυφῶν μόνον, ἀλλὰ καὶ ὡς πλουτῶν ἐγκαλλω πίζεται τῶ πλούτω τοῦ νό μου λέγων· ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου· ὑπερ χιλιάδας χρυσίου καὶ ἀργυρίου· εἶδες τρυφὴν εὐσεβείας καὶ πλοῦτον ἐν δικαιοσύνη; δεῖ τοίνυν ἡμᾶς δειψᾶν τὰ θεῖα καὶ πεινᾶν τὰ οὐράνια οὐνία · καὶ ἔχειν ἄφθονον καὶ τὴν ἀπό λαυσιν ἐκ τῆς βασιλι κῆς τοῦ χριστοῦ χυ τραπέζης· ἀν τέχεσθαι δὲ τοῦ εὐαγγελί ου τῆς σωτηρίας σρίας · οὐ νῦν ἀρξά μενοι· ἀλλὰ ἐν τοῖς προφή ταις θεμελιωθέντες· καὶ ἐν τοῖς ἀποστόλοις οἰκοδομηθέντες· οὐ γὰρ ἀφ οὗ ἐφάνη χριστός χς . τὸ εὐαγγέ λιον ἤρξατο· ἀλλ ερριζώθη μὲν· ἐν ταῖς βίβλοις τῶν προφητῶν, ἐβλάστησεν δε ἐν τῶ κηρύγματι τῶν ἀ ποστόλων· διὰ τοῦτο ὁ παῦ λ ος βουληθεὶς δεῖξαι ὅτι τὸ εὐαγγέλιον οὐκ ἀπὸ τῆς οἰκονομίας ἤρξατο, ἀλ λ ἀπὸ τῶν προφητῶν ἔ λαμψεν, διὰ τῆς οἰκονο μίας αὐτὸ διαγορεύει· π αῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ κλητὸς ἀπόστολος αφωρισμενος εἰς ευαγγέλιον θεοῦ θυ · ὃ προ ἐπηγγείλατο διὰ τῶν προ φητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ υυ αὐτοῦ τοῦ μονογενοῦς ἐκ σπέρ ματος δαυὶδ δαδ κατὰ σάρκα· ο ἶδεν παῦλος ἀδιαίρετον τὴν παλαιὰν καὶ τὴν νέ αν διαθήκην· δια τοῦτο ποτὲ μὲν αὐτὴν καλεῖ καὶ νὴν διαθήκην ἵνα δεί ξη πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ πέρατα· οἶδα τοῦτον πρώην γυ μνάσας τὸν λόγον· ἀλλ’ ἐ παναλαμβάνω πρὸς ὑ πόμνησιν· καλεῖ καὶνὴν διαθήκην. πρὸς ἀντι παράθεσιν τῆς γεγηρα κυίας. κρείττονα, πρὸς ἀντιδιαστολὴν τῆς ἐλάτ τονος· αἰώνιον. προς ἀν τιδιαστολὴν τῆς προσκαί ρου· καλεῖ αὐτὴν καὶ δευ τέραν διαθήκην· δια τι δευτέραν· ἵνα τῆ γνώ μη συνάψη· τὸ γὰρ ἀπαι σχυνισμένον, τινὸς δεύ τερον οὐ λεγεται· ἀλλ’ ἐπει δὴ θεὸς θς ἐλάλησεν καὶ ἐν τῆ πρώτη καὶ ἐν τῆ δευτέ ρα, ὁ αὐτὸς καλεῖ πρώτην καὶ δευτέραν. τῶ ἀριθ μῶ, τὴν συμφωνίαν ἐρ γαζόμενος· διὰ τοῦτο παῦ λος ἀδιαίρετον κηρύττων βασιλείαν πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς , ποτὲ μὲν κα λεῖ τὸ εὐαγγέλιον τοῦ θεοῦ θυ τοῦ πατρός πρς · ποτε δὲ τοῦ υἱοῦ υυ · λέ γων· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ , κλητὸς ἀπόστολος ἀφωρισμενος εἰς ευαγ γέλιον θεοῦ θυ · ἀλλ’ ἵνα μὴ τ ίς ἀκούσας εὐαγγέλιον θεοῦ θυ · νομήσει τὸν υἱὸν υν μὴ ἔχειν· αὐθεντείαν εἰς τὸ κήρυγ μα, ἐν τῆ αὐτῆ ἐπιστολῆ μικρὸν ὑπὸβὰς λέγει· μάρτυς γάρ μοι ἔστιν ὁ θεὸς θς . ὦ λατρεύω ἐν τῶ πνεύματί πνι μου ἐν τῶ εὐαγγελίω τοῦ υἱοῦ υυ αὐτοῦ· εἶδες τὸ θαῦμα τ οῦ κήρυκος καὶ τὴν ἀπηρ τισμένην διάνοιαν; ἵ να μὴ νομισθῆ ἐν μὲν τῶ νόμω ἄλλω θεῶ θω δου λεύειν· ἐν δὲ τῶ εὐαγγε λίω πρὸς ἄλλον χωρεῖν· λέγει· εὐλογητος ὁ θεός θς ὧ λατρεύω ἀπο προγόνων ἐν καθαρὰ συνειδήσει· οὐ γὰρ ἀπ’ ἄλλου φησιν πρὸς ἄλλον ἔδραμον, ἀλ λ ὃν εἶχον ἐν αγνοία, προσ έλαβον ἐν γνώσει· καὶ πάλιν ὁ αὐτὸς βουληθεῖς δεῖξαι ὅτι τὰ ρήματα τῆς παλαιᾶς διαθήκης καὶ τῆς νέας ἐν ό ὸ ς ἔστιν στόματος καὶ ἐνὸς δε σπότου· μίαν μαρτυρί αν ἀπο γραφῆς πα ρήγαγεν· συμπλέξας τῶ ευαγγελικῶ λόγω τὴν παλαιὰν καὶ λέγει· γέγραπται· οὐ κημώσεις βοῦν ἀλοῶντα· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τὸ μὲν γὰρ οὐ κημώσεις μωϋσῆς εἶπεν· τὸ δὲ ἄ ξιος ὁ ἐργάτης τοῦ μι σθοῦ αὐτοῦ, ὁ χριστὸς χς ἐν τοῖς εὐ αγγελίοις· ἀλλ’ ἵνα δείξη ὅτι ἓν στόμα κακεῖνα καὶ ταῦτα ἐλάλησεν. τὰ τοῖς χρόνοις διἡρημένα, συνῆψεν τῆ συμφωνία τῆς ἀληθείας εἰπὼν· γέγραπται οὐ κημώσεις βοῦν ἀλοῶντα· καὶ ἄξι ος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τούτου τοῦ εὐαγ γελίου εἰκὼν τὰ δίκτυα πέτρου· τὰ σήμερον ὑ πόψεσιν ἡμετέραις καὶ ἀκοαῖς χαλασθέντα· οὐ γὰρ ἄπαξ πέτρος ἐχά λασεν τὰ δίκτυα· ἀλλὰ τῆ μὲν ἱστορία ἄπαξ· τῆ δέ δυνάμει πολλάκις· ὁσάκις γὰρ ἐὰν κηρυχ θῆ τὸ εὐαγγέλιον· οὐδὲν ἔτερον ὁρῶ· ἠ πέτρον καὶ ἀνδρέαν καὶ τὸν χορὸν τῶν ἀποστόλων· καὶ το δίκτυον ἀπλοῦντας τὸ εὐαγγελικόν· καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα σρα ἰ δεῖν ἐν θαλάττη· καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἑστῶτας· ξένον πρᾶγμα· οἱ ϊχθύ ες ἐπὶ τὴν γῆν. καὶ ὁ ἁ λιεὺς ἐν θαλάττη· ἡ κά θαισις ἐκείνου τοῦ δικτύ ου, εἰκὼν ἦν τοῦ εὐαγγελι κοῦ λόγου· εὗρεν φησὶν τοὺς ἀλιεῖς ἀποπλύ νοντας τὰ δίκτυα ὡς ἀ πειπόντας τῆς ἄγρας· ἀ λιεὺς γὰρ ἐὰν μὴ ἀπαγο ρεύση τῆς θήρας, οὐ πλύνει τὸ δίκτυον. ηὔρεν οὖν αὐ τοὺς ὁ σωτὴρ σηρ ἀπειπόντας τῆς ἄγρας· καὶ ἐφίσταται ὁ τῆς θήρας δεσπότης καὶ τί ποιεῖ· πρῶτον διδά σκει τὸν λόγον τῆς ἀλη θείας· εἶτα κελεύει χα λασθῆναι τὸ δίκτυον· ἐπειδὴ γὰρ τὰ ρήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν ἔργων, ἐχρῆν ἀκο λουθῆσαι τῶ λόγω τὴν διὰ τῶν ἔργων ἀπόδει ξιν, ὅτι θεοῦ θυ κελεύσαντος· καὶ τὰ μὴ εὐρισκόμενα θη ρᾶται· καὶ τὰ μὴ ὄντα λαμβάνεται· χαλάσα τε φησὶν τὸ δίκτυον ὑμῶν· ὁ δὲ πέτρος λέ γει· ἐπιστᾶτα· δι ὅλης νυκτὸς κοπιάσαντες. οὐδὲν ηὕραμεν· ἐπι δὲ τῶ σῶ ῥήματι χαλάσω τὸ δίκτυον· θαυμάζω πέτρου τὴν πίστιν· τὰ πρῶτα ἀπογινώσκον τος, καὶ τὰ νέα πιστεύ οντος· ἐπι τῶ σῶ ῥήμα τι χαλάσω τὸ δίκτυον· δ ια τὶ εἶπεν ἐπι τῶ σῶ ῥή ματι· ἐπειδὴ ἐπι τῶ ρή ματι αὐτοῦ καὶ ὁ οὐρανὸς οὐνος ἐστερεώθη· καὶ ἡ γῆ ἐθε μελιώθη· καὶ θάλασσα ἀφωρίσθη· καὶ ἄνθρωπος ἄνος · καὶ γὴ οἰ κείοις ἄνθεσιν ἐστεφα νώθη. καὶ πάντα τῶ σῶ ρήματι συνέστηκεν ὡς φησιν ὁ παῦλος· φέρων τε τὰ πάντα, τῶ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἐπι δε τῶ σῶ ῥήματι χαλάσω τὸ δίκτυον· προκατέβη τοῦ δικτύου τὸ ρῆμα· οὐ πάρεισιν οἱ ϊχθύες· καὶ γὰρ εἰ παρῆσαν διὰ τὴν ὄχλησιν τῶν ἀγρευόντων διέφευγον, ἀλλὰ κατῆλ θεν τὸ ῥῆμα ἐκείνου τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· προκατῆλθεν τοῦ δικτύου ἡ δύναμις τοῦ κελεύσαντος· συνή χθη πλήθος ϊχθύων· εἰ κῶν ἦν τῆς οἰκουμενι κῆς ἐκκλησίας· διερ ρήγνυτο τὸ δίκτυον· ἔ νευσαν τῶ πλοίω τῶ συμ μετόχω ἐλθεῖν καὶ συνά ρασθαι αὐτοῖς· ἔδει γὰρ δύο σκάφη συνδραμεῖν εἰς τὴν ἄγραν· ἐὰν γὰρ μὴ παρῆ χορὸς προφητῶν βοηθῶν τῆ ἀποστολικῆ χειρὶ καὶ ἐν τῆ προφητι κῆ προρρήσει μὴ ἀκο λουθήση τῶν ἀποστόλων ἡ ἔκβασις, οὐ θηρᾶται τὰ θηρώμενα· βουλη θεῖς τοίνυν ὁ σωτὴρ σηρ δείξαι ὅτι ἡ τῶν ϊχθύων ἄγρα εἰ κῶν εστιν τῆς ἐκκλησί ας· καὶ βουληθεῖς παιδεῦ σαι πέτρον ἔτι τῶ ὑπὸδείγ ματι τούτων ἤλειψεν αὐ τὸν εἰς ανδρείαν· λέγει αὐτῶ· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἀνους ἔση ζωγρῶν· ἀπὸ τοῦ νῦν· ἀφ’ οὗ φησὶν ἐ πειράσθης τῆς δυνάμε ως καὶ ἔμαθες ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγω. καὶ πάντα ἕπεται τῶ ἐμῶ νεύματι, λαβὼν ἀρκοῦν τὸ ὑπόδειγμα. χρῆσαι λοιπὸν τῆ θήρα· καὶ οὐκ εῖπεν ἀνθρώπους ἔση ἀλιεύ ων. ἀλλὰ ἀνθρώπους ἀνους ἔση ζωγρῶν· ἐπειδὴ οἱ ϊχθύες ἀπο ζω ὴς εἰς θάνατον ἡλιεύον το· οἱ δὲ ἄνθρωποι ἄνοι ἀπὸ θανά του εἰς ζωὴν ἀγρεύονται· ἀ πὸ τοῦ νυν φησὶν ἀνθρώπους ἀνους ἔση ζωγρῶν· διὰ τί οὖν λέγει αὐτῶ μὴ φοβοῦ· ἔστω ἡ ἐπαγγελία καλὴν εἶχεν ὄψιν. δια τί οὖν μὴ φοβοῦ· ἐπειδὴ πρὸς ἔπεσεν τῆ μνήμη τῶν πρώτων ἀ μαρτημάτων· μὴ φοβοῦ φησὶν σαυτὸν ὡς ἀμαρ τωλὸν. ἀλλὰ λοιπὸν νόει σαυτὸν ὡς ἀπόστολον· ῥή ματι δεσποτικῶ κελευό μενος τὴν οἰκουμένην σαγίνευσαι· μὴ φοβοῦ· π ᾶς ἀμαρτωλὸς, παρὰ χριστοῦ χυ ἀκουέτω μὴ φοβοῦ· μό νον ἀπὸ τοῦ νῦν μετὰνοεί τω· τὸ τοίνυν δίκτυον ἵ να εἰς τὴν πρὸλαβοῦσαν ἐλθω ἀκολουθίαν, εἰ κών ἐστιν τῆς εὐαγγελι κῆς τοῦ σωτῆρος σρς διδασκα λίας. τὸ δὲ εὐαγγέλιον τοῦ το καλεῖ παῦλος· ποτὲ μὲν εὐαγγέλιον δικαιοσύ νης· ποτὲ δὲ εὐαγγέλιον εἰρήνης· ποτὲ δὲ εὐαγγέ λιον δυνάμεως ἐπειδὴ γὰρ δυνατὴ ἡ χάρις τοῦ κηρύγματος, καὶ πολέμους ἡφάνισεν· καὶ στάσεις ἀνθρώπων ἀνων μὴ συμ φωνούντων πρὸς εὐσέ βειαν ἐσκόρπισεν· καὶ διὰ μὲν τὸ πάντας καλέσαι πρὸς σωτηρίαν σρίαν , λέγεται εὐαγ γελιον δικαιοσύνης· δια δὲ τὸ κατὰστέλλειν τὸν πόλεμον τῶν δαιμόνων. λέγεται εὐαγγέλιον εἰρήνης· διὰ δὲ τὸ εὐτελέσι ῥήμα σιν κηρύττει ν θεοῦ θυ γνῶσιν. καλεῖται εὐαγγέλιον δυνά μεως· ἄκουε τοῦ λέγοντος· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ θυ ἔστιν εἰς σωτηρίαν σρίαν · τὸ δυνατὸν γὰρ τότε φαίνε ται δυνατὸν, ὅτ’ ἂν μὴ τοῖς ἀκολούθοις κεχρημενον λογισμοῖς. κρατήση τῶν περάτων τῆς γῆς· ὡς λέ γει ὁ σωτὴρ σηρ τῶ παύλω· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύ ναμίς μου ἐν ασθενεῖα τελειοῦται· οὐδὲν ἦν μέ γα εἰ γυμνὴ τῆ θεότητι τὴν οἰκουμένην ἐφώ τισεν, ἀλλ’ ὅτι δια σώμα τος. τὴν ἀπαθῆ καὶ ἀσώματον ἔδειξεν δόξαν· ο ὐδὲν ἦν θαυμαστὸν εἰ ο ζῶν· ζωοποιὸν ἀπα στράψας δόξαν. τὴν οἱ κουμένην ἐζωοποίησεν· ἀλλὰ τὸ δυνατὸν τοῦ λό γου· ὅτι θανάτω τὸν θά νατον ἀφανίζει. καὶ διὰ τῶν ὕβρεων τὴν ἀθά νατον ἀπαστράπτει δόξαν· ἀ λλαχοῦ λέγει εὐαγγέλιον εἰρήνης· τοὺς γὰρ πό δας ὑμῶν φησιν παρα σκευάσατε ἐν ετοιμα σία τοῦ εὐαγγελίου τῆς εἰ ρήνης· ἀλλαχοῦ καλεῖ δικαιοσύνης ὡς φησίν· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐ ἀγγέλιον· δικαιοσύνη γὰρ θεοῦ θυ ἐν αὐτῶ ἀποκαλύπτε ται· τί ἔστιν δικαιοσύνη θεοῦ θυ · ἐπειδὴ ὁ πρῶτος νόμος ϊουδαίοις ἐδόθη μόνοις· τὸ δὲ εὐαγγέλιον πᾶσιν, καλεῖ εὐαγγέλιον δικαιοσύ νης· δίκαιος γὰρ ὁ θεὸς θς ὁμοίως πάντας ποιή σας· ὁμοίως πάντας ἐφώ τισεν· καὶ τοῦτο ἦν δίκαι ον, τὸ μὴ τοὺς μὲν σῶσαι· τοὺς δὲ μὴ σῶσαι· τὸ μὴ τοὺς μὲν καλέσαι. τοὺς δὲ μὴ καλέσαι· ἐν τῆ πα λαιᾶ διαθήκη· οὐκ ῆν ἡ κλήσις δικαία ἀλλ’ οἰ κονομικῆ. προκατὰ σκευάζουσα ὁδὸν τῆ δικαιοσύνη· οὐ γὰρ λέ γω ταύτην δικαίαν κα κείνην ἄδικον· ἀλλ’ ἐ κείνην ὁδὸν ταύτης· καὶ πρὸκατὰσκευὴν ταύ της· ἔδωκεν νόμον τ ῶ ἰσραήλ ιηλ · καὶ λέγει ὁ δαυίδ δαδ · ὁ ἀπαγγέλλων τὸ λόγιον αὐ τοῦ τῶ ϊακὼβ δικαιό ματα καὶ κρίματα αὐτοῦ τῶ ἰσραήλ ιηλ · οὐκ εποίησεν οὔτως παντὶ ἔθνη· καὶ τὰ κρίματα αὐτοῦ οὐ κ εδήλωσεν αὐτοῖς· ἐ πεὶ οὖν ἐκείνην ἔθνη ἐνὶ ἀπεκάλυψεν· ἐνταῦ θα δε ζυγοστατίσας τὸν τῆς ἀληθείας λόγον. πᾶσιν αὐτὸν ἐξ ίσου ἐ κέρασεν· πρόσεχε πα ρακαλῶ· δικαιοσύνη ἔστιν. τὸ πάντας ὁμοίως σῶσαι. καὶ μὴ εἶναι δια φορὰν δούλου καὶ ἐλευ θέρου· βαρβάρου ἠ ἔλ ληνος· γυναικὸς ἠ ἀνδρός· ἀλλ’ ὃ λέγει παῦ λος· ἐν χριστῶ χω ἰησοῦ ιυ · οὐ βάρβα ρος· οὐ σκύθης· οὐκ άρ σεν· οὐ θῆλυ· οὐ δοῦλος οὐκ ἐλεύθερος· ὁρᾶς ὁ μοτιμίαν; ἐπειδὴ γὰρ ἡ φύσις ὁμότιμος· εἰ και ταῖς γνῶμαις ἐμερίσθη μεν, συνάγει τὴν φύσιν εἰς τὸ ἀρχαῖον κάλλος· ὅ τ’ ἂν γὰρ ἐπλάσθη ἀδὰμ. οὐκ ἦν τίς ἀλλ ογ ενής· οὐ σκύθης· οὐ βάρβαρος· οὐκ έλλην· οὐ δοῦλος· οὐ κ ελεύθερος· οὐκ άρσεν οὐ θῆλυ· ἐκ γὰρ τοῦ ἐ νὸς τὰ δύο ἐπήγαγεν· δουλείαν οὐ φύσις ἐγέν νησεν, ἀλλὰ πρὸαίρεσις ἔτεκεν· γίνεται δὲ καὶ δου λεῖα ἡναγκασμένη· ἠ ἐν συμφορᾶ λιμοῦ· ἠ αἰχ μαλωσίας ἀνάγκη· ἔστιν δὲ καὶ ἐτέρα δουλεία αὐ θαίρετος ἡ δι ἐπιγαμί αν θεραπαινίδων τὴν ἑαὐτῆς ἐλευθερίαν πι πράσκουσα· καὶ ὑπὸ ζυγὸν δουλείας ἐρχομέ νη· ἡ δὲ πρώτη δουλεῖα. ἀπο κακῆς συνέστη γνώ μης· καὶ πόθεν εὐρίσκε ται ἡ ῥίζα τῆς δουλείας ἄκουε· μετὰ τὸν κατὰ κλυσμὸν ὁ νῶε πιὼν οἶ νον καὶ μὴ κεράσας αὐ τὸν τῆ πρεπούση κρά σει. δι’ ἀπειρίαν ἐμεθύ σθη· οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ’ ἀγνοίας· καὶ ἐμεθύσθη· καὶ μεθυ σθεῖς ἐγυμνώθη· καὶ εἰσ ἐλθὼν εἶς τῶν υἱῶν αὐ τοῦ· εἶδεν τὴν τοῦ πατρὸς πρς γύ μνωσιν καὶ ἐγέλασεν· τι οὖν ὁ πατὴρ πηρ ἐκνίψας λέγει· ἐπικατάρατος χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ· ὁρᾶς πῶς τὴν δουλείαν ἐγέν νησεν ἡ ἁμαρτία; διὰ τοῦτο λέγει ὁ σωτὴρ σηρ · πᾶς ὁ ποιῶν τὴν ἀμαρτίαν δοῦ λος ἔστιν τῆς ἀμαρτίας· ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθε ρωτῆς τοῦ ἀνθρωπίνου γένους καὶ συνεχώρησεν τὴν ἀμαρτίαν· μάλλον δὲ ἦρεν· ἐκτεμῶν γὰρ τὴν ῥίζαν· συνεξέτε μεν τοὺς καρπούς· καλεῖ δικαιοσύνης εὐαγγέλιον· διὰ τὸ πάντας ὁμοίως φωτίζειν· ὑπελάμβα νον οὖν οἱ ϊουδαῖοι ὅτι τὸ εὐαγγέλιον τὸ κηρυττόμε νον δι’ αὐτῶν, αὐτοῖς δί δοται μόνοις· ἐξέβη δὲ παρ ελπίδας ἡ πρὸσ δοκία· διὸ φησὶν ὁ δαυίδ δαδ · ὑπελάβομεν ὁ θεὸς θς τὸ ἔλεός σου ἐν μέσω τοῦ λα οῦ σου· κατὰ τὸ ὄνομά σου ὁ θεὸς θς οὕτως καὶ ἡ αἰ νεσίς σου ἐπι τὰ πέρατα τῆς γῆς· καὶ ἵνα δείξη ὅ τι τὸ ἐλεῆσαι τὰ πέρα τα τῆς γῆς δικαιοσύνη ἐστιν, ἐπήγαγεν· δικαι ὁσύνης πλήρης ἡ δεξιά σου· ὅτ’ ἂν βαθύ τι καὶ προφητικὸν ἀνακύψη ζήτημα· σύνδραμε τῶ λόγω μη κροτῶν ἀλλὰ νο ῶν· μὴ ἀπλῶς δεχόμε νος τὸν κρότον τῶν ῥημά των, ἀλλὰ τὴν ἔννοιαν· βασανίζων τῶν νοημά των· ἐὰν γὰρ ἄδης τὰ τοῦ θεοῦ θυ μετὰ ἀληθείας· καὶ μάλιστα τὴν φωνὴν ταύτην ἦν ὁ δαυὶδ δαδ εἶπεν· ὑ πελάβομεν ὁ θεὸς θς τὸ ἔ λεός σου ἐν μέσω τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομα σου ὁ θεὸς θς οὗτως καὶ ἡ αἴνεσίς σου ἐπι τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλή ρης ἡ δεξιά σου, εὐρίσκει καὶ ἄδων τὰ τοῦ θεοῦ θυ καὶ πληρούμενος πνεύματος πνς ἁγί ου· ὁ γὰρ γνησίως ψάλ λων, ἀνακαινιζόμενος τὴν ψυχὴν. ἀποτελεῖ ται ναὸς ἁγίου πνεύματος πνς · μὴ γὰρ μικρὸν νομίσης ψαλ μωδίαν εἶναι· δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν τῆ δὲ ἀληθεία τὴν ψυ χὴν ἐγείρει· οὕτω καὶ ὁ μακάριος ἐλισσαῖος ὁ προφήτης παρὰκαλού μενος παρά τινων βα σιλέων πρὸφητεύσαι τὰ μέλλοντα, λέγει· δότε μοι ἄνδρα εἰδότα ψάλλειν ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος. καὶ ἐν τῶ ψάλ λειν φησὶν ἐκεῖνον· ἦλ θεν τὸ πνεῦμα πνα τὸ ἅγιον ἐπι ἐλισαῖον· τί οὖν· ἆρα τὸ πνεῦμα πνα τὸ ἅγιον φωναῖς θέλ γεται καὶ ἐπωδαῖς κα θέλκεται; εἰ τῆ ψυχῆ ἐπανεπαύετο τῆ προφη τικῆ. ἤρκει ἡ καθαρό της τοῦ προφήτου προ σκαλέσασθαι τὸ πνεῦμα πνα τὸ ἄγιον· δια τί οὖν λέγει δότε μοι ἄνδρα εἰδότα ψάλλειν· οὐχ ἵνα τὸ πνεῦμα πνα τερφθῆ τῆς ψαλμωδί ας, ἀλλ’ ἵνα ἐκείνου ψάλ λοντος ὁ νοῦς τοῦ προφή του ἀνακαινισθεὶς. ἄ ξιος γένηται τῆς τοῦ ἁγί ου πνεύματος πνς ἐπιφοιτήσεως· δ ιὰ τοῦτο τὸ πνεῦμα πνα καλεῖ ἵνα δείξη ὅτι οὐ τῆ ψαλ μωδία ἐθέλχθη· ἀλλὰ τῆ ψυχὴ τῆ ὑπὸ τῆς ψαλμωδίας διεγερθεί ση· οὐκ ῆλθεν ἐπι τὸν ψάλ λοντα, ἀλλ ἐπι τὸν ἀκού οντα· δεῖ μὲν οὖν καθό λου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν· ἐξαι ρέτως δὲ τοῦ σήμερον ἡμῖν ῥηθέντος ἁγίου ψαλμοῦ· ὁ κύριος κς ἐβασί λευσεν ἀγαλλιάσθω ἡ γῆ εὐφρανθήτωσαν νήσοι πολλαί· τὸ ὁ κύριος κς ἐ βασίλευσεν, πῶς ὑπὸ λαμβάνεις· ἆρα ὡς πρό σφατον λαβόντα τὸ τῆς βασιλείας ἀξίωμα; εἰ μὲν γὰρ εἶπεν ὁ κύριος κς βασιλεύει. τὴν ἀΐδιον αὐτοῦ ἐρμήνευεν ἀξί αν· εἰδὲ λέγει ὁ κύριος κς ἐβα σίλευσεν, εἴρηται καὶ πρώην ὑμῖν καὶ νῦν λεχθήσεται· προ τῆς χριστοῦ χυ παρουσίας· πρὸ τοῦ εὐαγγελικοῦ κηρύγμα τος ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διὰ βόλου· ὑπὸ τῆς ἁμαρ τίας· ὑπὸ τοῦ θανάτου· πόθεν τοῦτο· λέγει παῦ λος· ὥσπερ γὰρ ἐβασί λευσεν ἡ ἀμαρτία ἐν τῶ θνητῶ ἡμῶν σώμα τι, οὕτως καὶ ἡ χάρις· βασιλεύσει διὰ χριστοῦ χυ · ἰδοὺ ἡ τῆς ἀμαρτίας βασιλεια, ποῦ ἡ τοῦ διαβόλου· ἄ κουε τοῦ σωτῆρος σρς λέγοντος· εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει· καθ εαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ· ἰδοὺ ἡ τοῦ δια βόλου βασιλεία· ποῦ ἡ τοῦ θανάτου· ἄκουε παύ λου λέγοντος· ἐβασίλευ σεν ὁ θάνατος ἀπὸ ἀ δὰμ μέχρι μωϋσεως καὶ ἐπὶ τοὺς μὴ ἀμαρτήσαν τας· ἐπεὶ οὖν ἐκρά τ ει ἡ διαβολικῆ τριᾶς ἡ κατὰ τῆς ἁγίας καὶ ἀχράντου τριάδος τυ ραννήσασα, τοῦτέστιν ὁ διάβολος· ἡ ἁμαρτία· ὁ θάνατος· καὶ ὁ μὲν διάβολος ἡπάτα· ἡ δὲ ἀμαρτία ἔσφαζεν· ὁ δὲ θάνατος ἔθαπτεν. εὐαγγελίζεται τοὺς τυ ραννουμένους ὁ δαυὶδ δαδ · ὥστε ἐξελθεῖν τῶν ζυ γῶν τῆς δουλείας· καὶ δέξασθαι τοῦ χριστοῦ χυ τὴν δε σποτείαν κηρυττομένην· ὁ κύριος κς ἐβασίλευσεν· πέ παυται τοῦ θανάτου ἡ βασιλεία· πέπαυται τῆς ἀμαρτίας τὸ κρά τος· πέπαυται τοῦ διὰ βόλου ἡ ἐξουσία· ὁ κύριος κς ἐβασίλευσεν ἀγαλλιά σθω ἡ γῆ· ἀγαλλιᾶν γὰρ ὀφείλει ἡ ποτὲ δεδουλω μένη. καὶ νῦν ἐλευθε ρωθεῖσα· ἡ ποτὲ πεπλα νημένη, καὶ νῦν δεδο ξασμένη· ἡ ποτὲ ἐν τά φοις. καὶ νῦν ἐν θρόνοις· ἡ ποτε ἐν ατιμία, καὶ νῦν ἐν τιμή· ὁ κύριος κς ἐβασί λευσεν· οὕτω καὶ ἀλλα χοῦ λέγεται· δεῖ γὰρ τὰ συγγενῆ τῶν νοημάτων παράγειν· ὁ κύριος κς ἐβασίλευ σεν εὐπρέπειαν ἐνεδύ σατο· ἡμεῖς ἐνδυόμε θα ἔξωθεν ἰμάτιον ἵ να τὸ ἀπρεπὲς τῆς φύ σεως καλύψωμεν· ὁ δὲ θεὸς θς ἵνα τί καλύψη· τὴν ἀσώματον φύσιν τὴν φωτὸς γέμουσαν μᾶλ λον δὲ φῶς ἀπαστρά πτουσαν; ἀλλὰ καλεῖ ἔν δυμα, αὐτὸ τὸ σῶμα τοῦ χριστοῦ χυ · ὁ κύριος κς ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο· εὐπρέπειαν καλεῖ τὴν σάρκα τοῦ χριστοῦ χυ · εὐπρεπῆς γὰρ ἦν οὐκ έχουσα αἶ σχος ἀμαρτίας· ἀμαρ τίαν γὰρ οὐκ εποίησεν πώ ποτε· οὐδε ηὑρέθη δό λος ἐν τῶ στόματι αὐτοῦ· ἐνεδύσατο κύριος κς δύναμιν καὶ περιεζώσατο· ἐπει δ ὴ τὸν βασιλέα ζώνη κο σμεῖ· ἔστιν δὲ ἡ ζώνη βα σιλέως γνώρισμα καὶ κριτοῦ· εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνον τα· λέγει γὰρ ἡσαΐας ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ϊεσσαὶ· καὶ ἄν θος ἐξ αυτῆς ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ’ αὐ τὸν πνεῦμα πνα θεοῦ θυ · καὶ ἔσται δι καιὁσύνη ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ· καὶ ἀληθεία ἡλιμμένος τὰς πλευρᾶς αὐτοῦ. τοῦ το τὸ ἔνδυμα τοῦ σωτῆρος σρς τὸ τῆς σαρκὸς λέγω· κρυ φαίως καὶ ἐν εικόνι εἶ χεν ὁ ἀρχιερεῦς ἐν τῶ νόμω· καὶ πρόσεχε ἀ κριβῶς πῶς αἱ σκιαὶ τὴν ἀλήθειαν ἠρμήνευσαν· πῶς οἱ τύποι τοῦ εὐαγ γελίου πρὸέλαμπον· λέγω δὲ ἡρέμα καὶ κα τὰ το δυνατὸν συγκατα βαίνων τῆ ἀκοῆ τῶν ἀ κεραίων καὶ τῶν ἀπεί ρων ἵνα μὴ ὦδε κακεῖ σε περιάγωνται· ἐνε δύσατο ὁ ἀρχιερεὺς εἰσιὼν εἰς τὰ ἅγια τῶν ἀ γίων ποδήρη, τοῦτέστιν ἱμάτιον ἀπο κεφαλῆς μέχρι ποδῶν· ἀπεωρι σμενος ἐπωμίδα· ζώ νην περισκελῆ· πέ ταλον χρυσοῦν, τιάραν· τοῦτεστιν κορυβάντιον· το λόγιον ἐπι τοῦ στήθους· καὶ ὅσα διαγορεύει ἡ γραφῆ καὶ ἔστιν ἰδεῖν· ἄλλα μὲν τὰ σχήματα· ἄλλα δε τὰ νοήματα· οὐ γὰρ πάντως θεὸς θς ἀνα παύεται ὑακίνθω καὶ πορφύρα· καὶ κόκκω καὶ βύσσω· θεὸς θς γὰρ ψυ χῶν ἀπαιτεῖ καθαρό τητα. ἀλλ’ ἐν τοῖς σω ματικοῖς ἄνθεσι διαγρά φει τῶν ἀρετῶν τὴν εἰκόνα· εἰ γὰρ ἀληθῶς ταῖς στο λαῖς ἐκείναις ταῖς ἐνδό ξοις ἀνεπαύετο, δια τί πρὸ τοῦ ἀαρὼν τὸν μω ϋσῆν οὐκ ενέδυσεν· ἀλ λ ἦν μωϋσῆς καὶ γεγυ μνωμένος τῆς ἐσθῆτος ἐκείνης. καὶ ἐνδύων αὐ τὴν τοὺς ἰερεῖς· μωϋ σῆς οὐκ ἐλούσθη ὕδατι καὶ ἔλουεν· οὐκ εχρίσθη ἐ λαίω καὶ ἔχριεν· οὐκ εφό ρεσεν ἰμάτιον ἰερατικὸν καὶ τοὺς ϊερεῖς ἐνέδυσεν· ἵνα μάθης ὅτι τῶ τελείω ἀρκεῖ ἡ ἀρετῆ προς κόσ μον· λάβε δὲ ἄνωθεν τὸν ϊερέα· ἔστιν γὰρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύματος ὄνο μα ἀμφίβολον καὶ ζη τούμενον τῆ δὲ ἐλληνι κῆ γλώσση μετὰποιού μενον· λάβε οὖν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς πρῶτον τί ἦν τιάρα· ὁνομοζένη, τί μετὰ τὸ πρόξενον τιάρα· ἀντὶ τοῦ τιάρα ἔστιν τὸ σχῆμα τοῦ ἐνδύματος· ἐπειδὴ ὁ ἀρχιερεὺς κε φαλὴ ἦν τοῦ λαοῦ· ἔδει δὲ τὸν πάντων κεφαλὴν γινόμενον. ἔχειν κατὰ κεφαλῆς τὴν ἐξουσί αν· ἀπολελυμένη γὰρ αὐθεντεια ἀφόρητός ἐστιν· ἔχουσα δὲ τὸ ἐπι κείμενον τὸ σύνθεμα τῆς δεσποτείας ὑπὸ νόμον ἄγεται· κελεύει οὖν τὴν κεφαλὴν μὴ εἶναι γυμνὴν· ἀλλὰ κεκαλυμ μένην· ἵνα μάθη ἡ κε φαλὴ τοῦ λαοῦ ὅτι κεφα λὴν ἔχει· διὰ τοῦτο καὶ ἐν τῇ ἐκκλησία ἐν ταῖς χει ροτονίαις τῶν ἰερέων τὸ εὐαγγέλιον τοῦ χριστοῦ χυ ἐπι κεφαλῆς τίθεται· ἵνα μά θη ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβά νει· καὶ ἵνα μάθη ὅτι εἰ καὶ πάντων ἔστιν κεφαλῆ, ἀλλ’ ὑπὸ τούτους πράτ τει τοὺς νόμους πάντων κρατῶν καὶ τῶ νόμω κρα τούμενος· πάντα λογο θετῶν. καὶ ὑπὸ τοῦ νόμου λογοθετούμενος· διὰ τοῦτο γενναῖός τις τῶν ἀρχαίων ϊγνάτιος δὲ ἦν ὅνομα αὐτῶ. οὕτως ϊερωσύνη καὶ μαρτυρίω διαπρέψας ἐπιστέλλων τινὶ ἰερεῖ ἔλεγεν· μὴδὲν ἄνευ γνώμης σου γινέσθω· μήτε σὺ ἄνευ γνώμης θεοῦ θυ τί πρᾶττε· τὸ τοίνυν ἔ χειν τὸν ἀρχιερέα τὸ εὐ αγγέλιον. σημεῖον ἐστιν τὸ ἐπ εξουσίαν εἶναι· δια τοῦτο λέγει παῦλος περὶ γυναικος ἐχούσης κά λυμμα· ἡ γυνὴ ὀφείλει ἔχειν ἐπι τῆς κεφαλῆς τοῦτέστιν τὸ κάλυμμα· ὃ ἦν εἰκὼν ἐξουσίας· ἦν οὖν ἡ τιάρα τὸ σχή μα τῆς ἐξουσίας· ἦν τ ὸ πέταλον τὸ χρυσοῦν. ὧ ἐπεγέγραπτο τὸ γεγραμ μένον· ἐν ὧ ἐκτετύπωτο τὸ τοῦ θεοῦ θυ ὅνομα· καὶ πρῶ τον δείκνυσιν. ὅτι ἐξουσία θεοῦ θυ , ὄνομα θεοῦ θυ · μετὰ τὴν τιἄραν καὶ τὸ πέταλον. δύο λίθοι ἐπὶ τῶν ὤμων σμα ράγδινοι ἔχοντες τὰς ἐξ’ φυ λᾶς ἐντεῦθεν· καὶ τὰς ἐξ’ ἐντεύθεν· σημεῖον τοῦ το τῆς ἱερατικῆς ὄψε ως· ἀπονέμει δὲ τῶ ϊερεῖ τὸν σμάραγδον δύο ἔχοντα κάλλ ει η · καὶ γὰρ ὡ χρότητα ἔχει εὐπρεπῆ, καὶ καθαρὸς ὦν. κατό πτρου δύναμιν ἐπέχει· ἐπεὶ οὖν δεῖ τὸν ϊερέα καὶ ἀσκή σει νήφειν· καὶ τὸν βίον κάτοπτρον ἔχειν τοῖς πολ λοῖς βούλεται τῆς ἀρετῆς τὴν εἰκόνα φέρειν τὸν ϊε ρέα ἐπι τῶν ὤμων· ἐπει δὴ τὸ τοῦ θεοῦ θυ ὄνομα ἐπι τῆς κεφαλῆς· τὸ ἄρθρον ἐπι τοῦ ἄρθρου· καὶ δια τί ἐ πι τῶν ὤμων· ἐπειδὴ πρά ξεώς ἔστιν σημεῖον· ἡ γὰρ πρακτικῆ δύναμεις ἐν τοῖς ὤμοις ἤρτηται· βούλεται οὖν τὸ κάλλος τῆς ἀληθείας ἐπι τῶν πρά ξεών εἶναι· διὰ τοῦτο λέγει ὁ θεὸς θς πρὸς τὴν ἱερουσαλήμ ιλημ ποτέ· θὲς τὴν καρδίαν σου ἐπι τῶν ὤμων σου θυγάτηρ ἠτιμωμένη, ὅτι κύριος κς κτί ζει σε εἰς σωτηρίαν σρίαν · τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πρά ξεις λαμβάνει ἡ γραφὴ· ὡς ὅτ’ ἂν λέγει περὶ τοῦ δαυίδ δαδ · καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς· καὶ ἡ σύνεσις ἆρα ἐν ταῖς χερσὶν ἐστίν; ἀλλ’ ἐν ταῖς συνέσεσι λέγει αὐτῶν τῶν πράξεων· καὶ ἐπι τοῦ στήθους ἐλάμβα νεν ὁ ϊερεῦς τὸ λόγιον. τοὺς δώδεκα λίθους ἐ ν γ κε κολαμμένους τοῦτέστιν· σάρδιον· τὸπάζιον· σμά ραγδον· ἄνθρακα· σάπ φιρον· ἴασπιν· ὑἄκινθον ἀχάτην· ἀμέθυσον· χρυ σόλιθον· βιρύλλιον· ὁ νύχιον· ἐν τοῖς δῶδεκα λ ίθοις τούτοις ἐμερίζοντο αἱ δώδεκα φυλαί· βαθὺ τὸ ῥῆμα ἄνω ἐπὶ τῶν ὤμων μία ἦν ἡ τῶν λίθων φύσις· ἓν ὄνομα ἔχουσα τὸν σμά ραγδον· ἐπὶ δὲ τοῦ στήθους κάτω διάφοροι οἱ λίθοι· τ ί βούλεται τοῦτο· ἐπειδὴ μία φύσις ἡμᾶς ἐγέννησεν· διάφοροι δὲ γνῶμαι ἡμᾶς ἐμέρισαν· τὸ μὲν δίδω σι τῆ γνώμη, τὸ δὲ τῆ φύ σει· ἦν τοίνυν θεοῦ θυ ὄνομα. ἡ πρακτικῆ ἀρετῆ ἡ διὰ λόγου καὶ ἀληθείας συνε στῶσα· καὶ ὑπὸ το κρά σπεδον· τοῦ ϊερέως τὸ λεγόμενον λῶμα, ἄνθη, ῥοᾶς, καὶ ῥοΐσκοι χρυσοῖ· καὶ κώδωνες· τί ἐβού λ ετο ταῦτα ἐν τῶ ϊερεῖ· ἆρα θεὸς θς ἀνεπαύετο τοῦτοις τοῖς άνθεσιν; ἆρα ἐβούλετο γήϊνα ἄνθη εἶναι περὶ τὸν ϊερέα; ἀλλ ἐν τῶ σχή ματι τοῦ ϊερέως ἐξεικονί ζει τὰς ἀρετάς· ἄνω ἐπὶ τ ῆς κεφαλῆς ὄνομα θεοῦ θυ , ἐπὶ τοῦ στήθους, λόγος· τὰ κάτω ἄνθη καὶ καρποὶ τῶν ἀρετῶν κατορθώμα τα· ἄτινα ἔστιν ἐλεημο σύνη· δικαιοσύνη· φιλ ανθρωπία ανια · δεῖ οὖν ἡμᾶς ἔχειν καὶ τὰ ἀνθοῦντα κάλλη. + τα πε πληρωμένα· ἄνθη δὲ εἰ σὶν. ἰερέως συντυχία· ὁμι λία· ἦθος ἀγαθόν· λόγος χρηστός· πίστις· δόξα· ἀλήθεια· δικαιοσύνη· καὶ μεταξὺ τοῦτων οἱ κώδωνες· ἡ συμφωνία τῶν καλῶν ἔρ γων· πᾶσα γὰρ ἀρετῆ· ἦχον ἀποτελεῖ· διὸ λέγει παῦ λος· ἀφ ὑμῶν γὰρ ἐξήχη ται ὁ λόγος τοῦ θεοῦ θυ · πόθεν δὲ ἤρξατο ὁ ἦχος· καὶ πε ριΐη φησὶν ὁ ἰησοῦς ις διδάσκων πᾶσαν πόλιν καὶ πᾶσαν κώμην· καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· καὶ ἐξῆλθεν ἦχος περὶ αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· πρόσεχε ἀκρι β ῶς· εἶδες τῶν ἀρετῶν τὸν κο σμον; ἐκεῖνος ὁ ϊερεὺς, χριστοῦ χυ ἦν τύπος· οὐκ αλληγοροῦ μεν ἐνταῦθα. εἰ μὴ ἀφορ μας ἐλάβομεν παρα παῦ λου· εἰ μὴ παῦλος ἠρμή νευσεν τὴν δύναμιν τῆς δικαιοσύνης. ἡμεῖς ταῦ τα μαθεῖν οὐκ ηδυνήμεθα· διὰ τοῦτο ποιεῖ παῦλος τὸν ϊερέα ἐκεῖνον τύπον τοῦ χριστοῦ χυ καὶ λέγει· οὐ γὰρ εἱς χειροποιη τα ἅγια εἰσῆλθεν ὁ χριστὸς χς ἀν τίτυπα τῶν ἀληθινῶν· ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν οὐνον ἐμ φανισθῆναι τῶ προσώ πω τοῦ θεοῦ θυ ὑπὲρ ἡμῶν· στάσις οὖν ἦν τοῦτο ἐν τοις τότε ἰουδαίοις καὶ ζή τημα ξένον· ἐπειδὴ γὰρ οἱ ἀπόστολοι ἐκήρυττον τὸν σωτῆρα σρα καὶ βασιλέα καὶ ἱε ρέα καὶ προφήτην, ἐμά χοντο οἱ ϊουδαῖοι καὶ ἔλεγον τὰ κατὰ νόμον· ἄλλη φησὶν φυλὴ βασιλείας, καὶ ἄλλη ἱερωσύνης· ἡ δὲ ϊουδα βασιλείας φησὶν, εἰ οὖν ὁ χριστὸς χς βασιλεὺς ἐστιν, οὐκέτι ἱερεύς· εἰ δὲ ϊερεὺς. οὐκέτι βασιλεύς· παῦλος μαχόμενος καὶ προς τὴν ἐκεῖνων ὑπόνοιαν ἀρμόζων τὸν λόγον φησίν· μὴ γὰρ κατὰ τὴν τάξιν τῆς ὑμετέρας ἱερωσύνης ἀ νέστη χριστός χς ; παρ ὑμῖν διήρη ται βασιλεία καὶ ἱερωσύνη· ἐν δὲ τῶ χριστῶ χω συνῆπται· σὺ γὰρ ϊερεύς φησιν εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισε δέκ· δια τοῦτο συλλογίζε ται καὶ λέγει· εἰ γὰρ ἡ πρώτη ϊερωσύνη ἦν ἄμεμπτος, τίς χρεία λεχθῆναι κατὰ τὴν τάξιν μελχισεδὲκ ἀνίστασθαι ϊερέα καὶ οὐ κατὰ τὴν τάξιν ἁἀρών· μετὰτιθεμένης γὰρ τῆς ϊερωσύνης, ἐξ ανάγκης καὶ νόμου μετάθεσις γίνεται· ἀ ρχιερεὺς τοίνυν ὁ σωτὴρ σηρ ἡ μῶν οὐ κατὰ τὸν τῆς θεό τητος λόγον, ἀλλὰ κατὰ τὸν τῆς σαρκὸς τύπον· ἄνω σύνθρονος θεοῦ θυ δι’ ἡμᾶς καὶ ἀρχιερεὺς κατὰ τὴν τάξιν μελχισεδὲκ· πε ρὶ οὗ πολὺς ὁ λόγος ἀλλ’ οὐ τοῦ παρόντος· πρόσ ε χε παρακαλῶ ἦν ἐν τῶ νό μω ὁλοκαυτώματα· θυ σία περι αμαρτίας· προ σφορά· ἐλθὼν ὁ σωτὴρ σηρ , παύ ει τὰς τυπικὰς προσφο ρᾶς. καὶ ποιεῖ τὸ σῶμα τὸ ἴδιον ἀντι πάσης θυσί ας· λέγει παῦλος περὶ τοῦ σωτῆρος σρς · διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ηθέ λησας, σῶμα δὲ κατηρτί σω μοι· ὁλοκαυτώματα καὶ περὶ ἀμαρτίας οὐκ εξή τησας· τότε εἶπον ἰδοὺ ἤ κω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· εἰπὼν τ ὴν προφητείαν παῦλος καὶ εἰρηκὼς ὅτι θυσίαν καὶ προσφορὰν· καὶ περὶ ἀμαρτίας οὐκ ηθέλησας· τότε εἶπον· ἰδοὺ ἤκω· ἀναι ρεῖ τὸ πρῶτον· ἵνα τὸ δεύ τερον στήση· καὶ ποῦ ἡ θυ σία καὶ ἡ προσφορὰ εὐρί σκεται· ἐν τῶ σώματι τοῦ χριστοῦ χυ · καθῶς λέγει ὁ ἀπόστο λος παῦλος· παρακαλῶ ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἱκτιρμῶν τοῦ θεοῦ θυ , ὡς τέ κνα ἀγαπητὰ περὶπα τήτε ἐν ἀγάπη· καθῶς καὶ ὁ χριστὸς χς ἡγάπησεν ἡμᾶς, καὶ παρέδωκεν εαυτὸν ὑπερ ἡμῶν θυσίαν καὶ προσφορὰν τῶ θεῶ θω εἰς ὀσμὴν εὐωδίας· δια σὲ ἀ ρχιερεὺς. δι’ εαυτὸν θεός θς μὴ μετάβαλλε ῥήματα θεοῦ θυ ζῶντος εἰς πατέρα πρα καὶ υἱὸν υν καὶ ἅγιον πνεῦμα πνα ἐβαπτίσθης· τί ἀ ναιρεῖς τὰ ὀνόματα τὰ ζῶν τα. καὶ εἰσάγεις ὀνόματα λογισμῶν· γεννήματα λέγων· ἀγέννητος καὶ γεν νητὸς. κτιστὸς καὶ ἄκτιστος· ὢν ἁεὶ καὶ μὴ ὢν ἁεί· τού των ἀνέχεται θεὸς θς τῶν ματαί ων ῥημάτων; ἓν ῥῆμα ἵνα μετὰβά λ λη προφήτης ποτὲ ἐκινδύνευσεν ἀπο λέσθαι· καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν· τὰ ῥήματα τῶν προφητῶν. τι νὲς ἐκάλουν ὑπ ὲρ ὸ ἀ πειρίας, λῆμμα κυρίου κυ · λέγει ὁ θεὸς θς διὰ ϊε ρεμίου· ἐὰν ἐρωτήση σε ὁ λαὸς ἠ ὁ ϊερεὺς ἠ ὁ προ φήτης· καὶ εἴπη σοι τί τὸ λῆμμα, εἰπὲ αὐτοῖς· ὅτι τὸ λῆμμα κυρίου κυ ὑμεῖς ἐστέ· λή ψομαι γὰρ ὑμᾶς λῆμμα· καὶ ῥάξω ὑμᾶς· ἵνα μὴ λέ γητε λῆμμα· ἓν ῥῆμα ἵ να μετὰποιηθῆ, ἀπειλεῖ ὁ θεὸς θς · σὺ ὁλόκληρον δογμά των ἀκρίβειαν διαστρέφεις πατρὸς πρς ὄνομα παραγραφόμε νος· υἱοῦ υυ ἀξίαν ἀρνούμενος· πνεύματος πνς ἁγίου δόξαν ἀθετῶν· ἆρα διαφεύξ ει η τὰς τοῦ θεοῦ θυ χεῖρας; βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ θυ ζῶντος· κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν λόγων δια στρεφομένων ἀγανακτεῖ θεός θς · δογμάτων διαστρε φομένων οὐκ αγανακτεῖ; μὴ σοφώτερος εἶ τοῦ σωτῆρος σρς ; μὴ ἀκριβέστερος εἶ τοῦ εὐαγγελίου; φοβήθητι κρίμα θεοῦ θυ · φοβήθητι ἐ κεῖνο τὸ φοβερὸν ὄνομα, καὶ ἀπόδυσε τὴν κακίαν καὶ ἀνάλαβε τὴν μετάνοιαν· καὶ ἐγγυᾶταί σου ἡ πίστις τὴν σωτηρίαν σρίαν · μετάνοια γὰρ σω τηρίαν ποιεῖ· καὶ τῶν ἐν αιρέ σει καὶ τῶν ἐν κακαῖς πρά ξεσιν τυγχανόντων· μετά νοια· ῥίζα θεοσεβείας· με τανοήσωμεν· δυσωπήσωμεν τὸν θεὸν θν τῆ μετανοία· ἵνα καὶ πολέμους ἀφανίση καὶ βαρβάρους σβέση· καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστά σεις θραύση· καὶ δώη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· πολὺ θεὸν θν ἐξι λ αιοῦται μετὰνοια ὅτ’ ἂν τίς γνησίως προσδρά μη τῆ μετανοία· οἷον τί λέγω· μετενόησεν. καὶ ἐ δάκρυσεν· λέγει ὁ θεός θς · ἀ κούων ἤκουσα τοῦ στεναγ μου ἐφραὶμ ὁδυρομένου καὶ λέγοντος· ἐπαίδευσά ς με κύριε κε καὶ οὐκ επαιδεύ θην· ἀλλ εγενόμην ὡς μόσχος ἀδίδακτος· ἐ πίστρεψόν με καὶ ἐπιστρα φήσομαι· καὶ τί προς αὐ τὸν ὁ θεός θς · ἀνθ ῶν οἱ λόγ ι οι μου εἰσὶν ἐν αὐτῶ, οὐ μὴ ἀναμνησθήσομαι αὐτοῦ καὶ ἐλεήσω αὐτὸν; μὴ δ είς σε πτοείτω· μη φήμη· μὴ βαρβάρων γνόφος· μὴ ὁμίχλη πολλῆ· κὰν ἀναρίθμητοι ὦσιν οἱ πο λέμιοι τῶ πλήθει· ὁ ἡμέ τερος ὑπέρμαχος ϊσχυ ρότερος· ἐὰν δειλιάσης τὸ πλήθος ὑφορώμε νος· λέγει πρὸς σὲ ἐλισαῖ ος ὁ πρὸφήτης· μὴ φοβοῦ· πλείους εἰσιν· οἱ μεθ’ ἡ μῶν, ἠ οἱ μετ’ αὐτῶν· ἐ κεῖ βαρβάρων πλῆθος, ὧδε ἀγγέλων φύλαξ· τῶν εὐσεβῶν ὑπερμαχεῖ, εὐ αγγελικὸς στρατὸς· προ φητῶν χορός· ἀποστό λων δύναμις· μαρτύρων πρεσβεῖαι· μὴ μόνον νο μίσης ὅτι μάρτυρες πρε σβεύουσιν ὑπερ’ ἡμῶν ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλήψεσιν ϊκετεύουσιν τὸν θεόν θν · καὶ οὐ μόνον ἱκετεύου σιν. ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργέ του· λέγει ζαχαρίας ὁ προ φήτης· καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν πρὸς κύριον κν · αὔτη ἡ εὐχη τοῦ ἀγγέλου· κύριε κε παν τὸκράτωρ ἕως πότε οὐ μὴ ἐλεήσης τὴν ἱερουσαλήμ ιλημ · καὶ τὰς πόλεις ἰοῦδα ἃς ὑ περἴδες· τοῦτο ἐβδομὴ κοστὸν ἔτος· τί οὖν ἀπε πέμψατο ὁ θεὸς θς τὴν πρε σβεῖαν τοῦ ἀγγέλου; μὴ γένοιτο· ἀλλὰ τί· ἀπεκρί θη φησὶν κύριος κς πρὸς τὸν ἄγ γελον τὸν λαλοῦντα ἐν εμοὶ ῥήματα παρὰκλητικὰ καὶ λόγους παρακλη τικούς· παρακαλεσω μ εν τὸν τῶν ἀγγέλων δεσπό την· καὶ ένα ἄγγελον ἀ ποστελεῖ. καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίζει· ἐγὼ καὶ τὴν σημειωτέον ση κηρόχυτον γραφὴν ἡγά πησα εὐσεβείας πεπλη ρωμένην· εἶδον ἐν εικο νι ἐλαύνοντα νέφη βαρ βάρων· εἶδον πατούμε να βαρβάρων φύλα· καὶ τὸν δαυὶδ δαδ ἀληθεύοντα κύριε κε ἐν τῆ πόλει σου τὴν εἰ κόνα αὐτῶν ἐξουδενώσεις· λεγέτω περι ἡμῶν ὁ μα κάριος δαυίδ δαδ · γενηθή τω ἡ ὀδὸς αὐτῶν σκότος καὶ ὁλίσθημα, καὶ ἄγγελος κυρίου κυ κατὰδιώκων αὐτούς· οἶ δ εν ὁ θεὸς θς διαφόρους ἀφορ μᾶς παρασχεῖν προς τὴν τῶν πολεμίων καθαίρε σιν· πολλὴ ἦν ἡ παρά ταξις τοῦ σἐνναχειρὶμ βασιλέως τῶν ασσυρίων· καὶ εἶς ἄγγελος ἀποστα λεῖς. ἐκατὸν ὁγδοήκον τα πέντε χιλιάδας ἔστρω σεν· ἡμεῖς οἱ ἄνθρωποι ἄνοι ἀνθρω πίνοις λογισμοῖς μετροῦ μεν τὰ συμβαίνοντα· καὶ λέγομεν καθ εαυτοὺς τί γίνεται ἐὰν μὴ εὐρεθῆ στρατιῶτης ἐν τοῖς μέ ρεσι τούτοις· εὰν πριν ὴ φθάση ὁ στρατηγὸς πάν τας πορθήσωσιν· τί ποι οῦμεν· μὴ γὰρ ἐπειδὴ σὺ προλαμβάνη καὶ θεὸς θς προ λαμβάνεται; μὴ γὰρ ἐπει δὴ σὺ οὐκ εῖ πανταχοῦ, θεὸς θς οὐκ έστιν πανταχοῦ; μὴ γὰρ τὸ μὲν δύναται θεὸς θς τὸ δὲ οὐ δύναται; ἡ ἄψυ χος θάλασσα ὑπήκου σεν καὶ ἐβύθισεν· οἱ ἄλο γοι ἰχθύες ὑπήκουσαν τῆ ἄγρα πέτρου· καὶ ἄγγε λος ἐὰν κελευσθὴ· ὅλους οὐκ αφανίζει τοὺς ἐχθροὺς τῆς ἀληθείας; μόνον νήψωμεν· μόνον παρα καλέσωμεν· μόνον ἰκε τεύσωμεν· ἐνόμισέν τις ἐν τοῖς ἀρχαίοις στρατη λάτης ἄριστος λέγω δὴ κοινῶ ὀνόματι ἵνα πᾶ σι κατάδηλος γένηται· ἐνόμισέν τις στρατηγὸς τῶν ἀλλοφύλων ὁ σισά ρα· μέμνηται δὲ αὐτοῦ καὶ δαυὶδ δαδ λέγων· ποίησον αὐτοὺς ὡς τῆ μαδιὰμ καὶ τῶ σισάρρα ὡς τῶ ϊαβεὶν ἐν τῶ χειμάρρω κισών· ὁ ϊαβεὶν, βασιλεὺς ἦν τῶν ἀλλοφύλων· ὁ σισάρα ἀρ χιστράτηγος· ἦν αὐτῶ ἄρματα σιδηρὰ ὁκτὰκό σια καὶ πλῆθος ἄπειρον· ἐφοβήθη ὁ λαὸς τῶν ἰου δαίων· εἶδεν τὸ νέφος καὶ ἔφριξεν· τί οὖν ὁ φιλαν θ ρωπος θεὸς θς λέγει δια τῆς προφήτιδος δεββώρας τῶ ὑπερμάχω τῆς εὐσε βείας· μὴ φοβηθῆς· ἰδοῦ παρὰδίδωσί σοι αὐτὸν κύριος κς εἰς τὰς χεῖρας σου. καὶ ἔσται τὸ κατόρθωμα οὐ τῆς χειρός σου. ἀλλ’ εἰς χεῖ ρας γυναικός· βλέπε π ῶς ὁ θεὸς θς τὴν ἀλαζονείαν ἐκόλασεν· ἄνδρες οὐχ ὑ πέστησαν. καὶ γυνὴ ἐστρα τήγησεν· εἰσῆλθεν ὁ σι σάρα φεύγων προς τὴν γυναῖκα ϊαὴλ λεγομένην καὶ καύσωνι ὑπειλημ μένος· αἰτεῖ παρ αυτῆς ΰδωρ· ἡ δὲ ποτίζει αὐτὸν γάλα· ὅρα σοφίαν γυ ναικός· ἐπειδὴ γὰρ ἦν κατὰψυκτικὸν τὸ γάλα καὶ εἰς ὕπνον πρὸκαλού μενον ποτίζει αὐτὸν γά λα· ἵνα ἀληθεύση ἡ γρα φὴ ἡ λέγουσα· ὕδωρ αὐ τὴν ἤτισεν· καὶ γάλα ἔ δωκεν· ἵνα καὶ ποτίση καὶ κοιμήση· εἶτα κοιμὴ θέντος τοῦ ἀλλοφύλου ἔ λαβεν φησῖν ἡ γυνὴ ἐκεί νη πάσσαλον καὶ σφῦραν καὶ ἐπέδραμεν τῶ πολε μίω· καὶ ὅρα σοφίαν γυ ναικός· δια τί οὐκ έλα βεν ξίφος ἠ μάχαιραν ἀλλὰ πάσσαλον· ἐφοβή θη ὡς γυνὴ μὴ έξυπνος γενόμενος καταλάβη αὐτὴν κατέχουσαν ξί φος· διὰ τοῦτο οὐ λαμ βάνει ὅπλον ἀνδρὸς, ἀλ λ επιτήδευμα γυναίκειον· ἔθος γὰρ ταῖς διαζομέ ναις γυναιξὶν πάσσαλον κατὰκρούειν ἐν τῶ τύ χω καὶ οὕτως μετιέναι τὴν ἰδίαν ἐργασίαν· κα τὰσκευάζει οὖν ἀπο τοῦ ἀνυπόπτου ὁδὸν δευτέ ραν· ἐπειδὴ δὲ ὁ θεὸς θς συνήρ γησεν καὶ θεοῦ θυ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφη τείας οὐ γὰρ ἦν ἐκεῖνης τὸ στρατήγημα, ἀλλὰ θεοῦ θυ τὸ ἀπόφθ γ ε γμα· ἐν χειρὶ γὰρ γυναικὸς ἔσται ὁ θάνατός σου. συνήργη σεν θεὸς θς ὕπνω δήσας τὸν ἀλάστορα· καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφῦραν. διήλασεν κατὰ τοῦ κοτράφου αὐ τοῦ οὕτως ἰσχυρῶς ὡς καὶ τῆς γῆς ἄψασθαι· καὶ οὕτως μεταξὺ τῶν πο δῶν τῆς γυναικὸς ἀπέ θανεν· μὴ λείπη τῶ θεῶ θω πρόφασις. καὶ ὅτε βού λεται οὐκ εμποδίζει τὸ μὴ παρεῖναι συμμαχεί αν· θεοῦ θυ ὅπλον· θεοῦ θυ στρα τιώτης· θεοῦ θυ δυναμις, νεῦμα μόνον θεοῦ θυ · τῶ χριστῶ χω τοῦτο εἴπωμεν· εἰπὲ λόγω, καὶ σκορπισθήσονται οἱ ε χθροί σου, εἰπὲ λόγω, καὶ ελε ήσεις τὴν πόλιν σου· εἰπὲ λό γω, καὶ οικτειρήσεις τὴν πόλιν σου· εἴπωμεν αὐτῶ ἰ δοὺ οἱ ἐχθροί σου ήχησαν· καὶ οἱ μισοῦντες σε ήραν κε φαλήν· θέλεις μαθεῖν, καὶ ἄλλης γυναικὸς στρατή γημα· ἐπειδὴ τοῦτο ἡθέλη σεν ὁ θεός θς , ἄλλος τίς ἦν ἀβιμέ λεχ· ὄνομα, ἀνελῶν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα. καὶ κρατήσας ἀπο τῆς τοιαύτης ἀδελφοκτονίας, πάντα τὸν λαὸν εχων ὑποχείριον· συνε πάλαισεν τινὶ πόλει τειχο μαχῶν. καὶ πάντων ναρ κησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ θεὸς θς γυναι κὸς χείρα νευρώσας, ποιεῖ τινὰ γυναῖκα φανῆναι ἐκ τοῦ τείχους, ήτις κλάσμα μύλου λαβοῦσα ἔρριψεν τῆ κεφαλὴ τοῦ τυράννου καὶ συνέ τριψεν αὐτοῦ τὸ κρανίον· καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν άμετρον κακίαν σὺν ἀπο θανοῦσαν· λέγει τῶ παρε στῶτι δορυφόρω· σπάσαι τὴν μάχαιράν σου καὶ πλήξον με. ἵνα μὴ εἴπωσιν γυνὴ αὐτὸν ἀπέκτεινεν· τὸ σῶμα αὐτοῦ ἀπέθνησκεν, καὶ ἡ ὑπερη φάνια ἔμενεν· ἀπετίθετο τὴν ζωην, καὶ οὐκ απετίθετο τὴν κενοδοξίαν· καὶ νῦν οὐ λείπει τῶ θεῶ θω δεββώρα· οὐ λείπει τῶ θεῶ θω ϊαήλ· ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον μαρίαν πρεσβεύου σαν ὑπερ ἡμῶν· ἡ γὰρ ἡ τυχοῦ σα γυνὴ ἐνίκησεν, ποσω μᾶλλον ἡ τοῦ χριστοῦ χυ μήτηρ μηρ καταισχύνει τοὺς ἐχθροὺς τῆς ἀληθείας πανο πλίαν ἐνδυόμενος ὁ ἐχθρὸς ἐνόμισεν γυναῖκα εἶναι χλευ αζομένην, καὶ ηὖρεν στρα τηγὸν ἀγωνιζόμενον· οὐκ ε νόμισεν μνήματι απτεσθαι· καὶ ηὐρέθη αὐτω τάφος· νε κρὰν ἐνόμισεν, καὶ ενεκρώθη ὑπ’ αὐτῆς· ἔχομεν τὴν δεβ βώραν· ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν μαρίαν την θεοτόκον θκον · ἀλλὰ χρεία καὶ ἀπο στόλων, εἴπωμεν παῦλω κα θῶς εἶπον οἱ τότε· διαβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν· ἔχομεν ἀποστόλους, μὴ ναρ κήσωμεν· ἔχομεν τὴν δέ σποιναν ἡμῶν τὴν θεοτόκον θκον τὴν ἁγίαν αειπάρθενον μαρίαν, μη ὀκνήσωμεν· ἔχο μεν τὸν χορὸν τῶν μαρτύ ρων, μὴ ῥαθυμήσωμεν· μὴ μόνον ϊκετεύσωμεν, ἀλλ’, εἰ δο κεῖ καὶ νηστεύσωμεν· βέλτιον νηστευσαι νηστείαν πόθου, καὶ μὴ νηστείαν λιμοῦ· βέλτιον νη στείαν ἀγάπης, καὶ μὴ νηστεί αν ἀνάγκης· λέγει ὁ σωτὴρ σηρ περὶ τ ῶν δαιμόνων· τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται ει μὴ ἐν προ σευχὴ καὶ νηστεία· δαίμονας φυγαδεύει ευχὴ καὶ νηστεία; καὶ βαρβάρους οὐκ ελαύνει, καὶ ἤδη εἶπον καὶ πάλιν λέ γω· παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον καὶ θεοτόκον θκον μαρίαν· παρακαλέ σωμεν τοὺς ἁγίους καὶ ἐν δόξους ἀποστόλους· παρα καλέσωμεν τοὺς ἁγίους μάρτυρας· εάν τις εν ανάγ κη καταστὰς προσδράμη τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐ τῶ γνησίως· προ ανάγκης φησὶν οὐκ ήδεις με τιμησαι· ἠ θεραπεῦσαι· ἀλλ’ ἐν τῆ ἀνάγ κη, ἀνύποπτος τιμὴ εξω ἀνάγ κης· ἐὰν πρὸ ἀνάγκης θε ραπεύσης τὸν δικαστην. ἐν τη ἀνάγκη ευρήσεις σύμμαχον· οἶδεν γὰρ ὅτι οὐχ’ ἡ ἀνάγκη· ἀλλ’ ὁ πόθος ήγαγεν· γενώμε θ α νῦν τῶν μαρτύρων μὴ εν τὴ ἀναγκη φίλοι, ἀλλ’ ἐν τῆ ἀγάπη· προ χειμῶνος, ὡς ἐν χειμῶνι λυπηθῶμεν· ἵνα ἐν καιρῶ χειμῶνος τὸ εαρ εὔρωμεν· τ αῦτα λέγωμεν οὐκ αὐθεντοῦν τες ἀλλὰ παρακαλοῦντες· οὐ νομωθετοῦντες, ἀλλὰ δυσω ποῦντες, ϊκετεύωμεν πάντας νήψαι· ϊκανῶς δὲ ὁ θεὸς θς ὑπὲρ πᾶσαν πίστιν· ὑπὲρ πάντα λό γον· καὶ τοὺς ἐχθροὺς κατ’ αἱ σχύναι· καὶ τὴν οἰκουμένην ελεησαι· καὶ τοὺς βασιλεῖς τι μῆσαι· καὶ τὴν βασιλείαν στῆσαι· καὶ τὴν αὐτου δόξαν φαιδρύναι· ἐν χριστῶ χω ἰησοῦ ιυ τῶ κυρίω κω ἡμῶν· ῶ ἡ δόξα καὶ τὸ κρατος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:–