Ἐπειδὴ γὰρ ἀπεφήνατο ὁ θεὸς κατὰ τοῦ Ἀδὰμ ὅτι· ᾗ ἂν ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθανῇ. οὐκ ἔδωκε τῷ θανάτῳ ἐξουσίαν τοῦ ὑποδίκου πρῶτον ἅψασθαι, ἵνα μὴ ἀληθεῖς καὶ ἀσφαλεῖς λάβῃ τὰς νομὰς κατὰ τοῦ γένους ἡμῶν ὁ θάνατος. Εἰ γὰρ τῶν παρανομησάντων πρῶτον ἥψατο, ἦν ἂν ἀμετάστατος καὶ ἀμετανόητος ἡ τιμωρία. Ἀλλ’ εἰσῆλθεν ἀπ’ ἀδικίας, ἵνα ἐξορισθῇ διὰ δικαιοσύνης. Ἀνῃρέθησαν δίκαιοι, ἀλλ’ οὐκ ἐσβέσθησαν. Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος. Αἵματα ἐξεχύθη δικαίων, ἀλλ’ ὁ θεὸς τοὺς παραδοθέντας ὡς εὐτελεῖς, τούτους ὡς υἱοὺς καλεῖ καὶ ὡς υἱοὺς ἐκδικεῖ. Ὅτι δὲ οἱ ἀνῃρημένοι ἁπλῶς ὑπὸ ἐχθρῶν υἱοὶ θεοῦ λέγονται, καὶ ὡς υἱοὶ τὴν ἐκδίκησιν δέχονται, ἐγγυᾶταί μου τὸν λόγον ὁ μακάριος Μωϋσῆς . Τί γάρ φησι διὰ τῆς ᾠδῆς; Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται. Εἰ υἱοὶ θεοῦ, πῶς ἀνῃρέθησαν ὑπὸ τῶν ἐναντίων; Ὁρᾷς ὅτι συγχωρεῖ ὁ θεὸς δικαίους ἀναιρεῖσθαι εἰς δόκησιν εὐσεβείας· καὶ οὐ βεβίασται τὸ ῥῆμα, ἵνα βεβαιώσῃ τὸ φρόνημα. Εὐφράνθητε οὐρανοί, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται. Παρεδόθησαν ὡς ἀλλότριοι καὶ ἐκδικοῦνται ὡς υἱοί. Τὸ γυμνάσιον τῆς εὐσεβείας μαρτύριόν ἐστι προφανὲς καὶ ὡμολογημένον. Καὶ ὅπως ἄκουε καὶ σκόπησον, παρακαλῶ, βαθύνας πρὸς ἀκρόασιν τὴν ἔννοιαν. Ἐπὶ βήματος ἑκάστῳ μάρτυρι τί ἕτερον προτείνεται ἢ θεὸν ἀρνήσασθαι; Καὶ πρὸς ταύτην τὴν πρότασιν ἀγωνισάμενος, ὁμολογούμενον καὶ ἀναντίρρητον δέχεται τὸν στέφανον τοῦ μαρτυρίου. Ἐπὶ δὲ τῶν νῦν ἀνῃρημένων ἁγίων οὐκ ἦν δικαστὴς δικάζων, ἀλλ’ ἡ συνείδησις. Πολλοὶ ἔσθ’ ὅτε – Οὐκ γὰρ κατακρίνω, ἀλλὰ τοὺς ἀνθρωπίνους λογισμοὺς ἀναξαίνω. – παρέβησαν ἐν διανοίᾳ. οἷον εἴ τις ἐν θλίψει εἶπε· Ποῦ ὁ θεὸς ᾧ ἐλάτρευον; Ἐκεῖ κλυδὼν ἦν καὶ χειμών, καὶ τὸ σκάφος ἐκινδύνευσεν. Εἰ δέ τις ἐν τοῖς χειμῶσι ἐξεταζόμενος ἐκείνοις πάλιν ἀνένηψε καὶ εἶπεν· Μὴ γὰρ ἐνταῦθά μοι περιώρισται τὰ τῆς ζωῆς; Μὴ γὰρ τὰ τῆς γῆς ἀνέμενον ἀγαθά; Οὐ βασιλείαν ἐξεδεχόμην; Οὐκ ἀνάστασιν νεκρῶν προσεδόκων; Οὐ τὴν μετ’ ἀγγέλων διαγωγήν; Οὐ τὴν ἀγήρω ζωήν; Τί τοίνυν ἀδικεῖ με θάνατος ἔχοντα αἰώνια ἀγαθά; Οὐ ταράττομαι πρὸς τὰ πρόσκαιρα. Ἐκδέχομαι γὰρ τὰ αἰώνια. Ὁ ταῦτα ἐν τῇ διανοίᾳ βασανίσας, ἔσχε δικαστὴν τὸν θεὸν τῆς διανοίας. ἔσχε συνήγορον τὸν λογισμὸν τῆς εὐσεβείας, ἔσχε βῆμα τὸν φόβον, ἔσχε μάρτυρα τὴν συνείδησιν τὸν τῆς δικαιοσύνης αὐτῷ στέφανον πλέκουσαν, καὶ πρὸ τῆς συνειδήσεως τὸν θεὸν ἄνωθεν βραβεύοντα τοῖς ἐργάταις τῆς εὐσεβείας. Ὁ γὰρ τὰ κρυπτὰ ὁρῶν, ἐν τῷ προφανεῖ στεφανοῖ. Πρόσευξαι σύ φησι τῷ πατρί σου ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Ἆρ’ οὖν ὁ ἐν τῷ κρυπτῷ προσευχόμενος στεφανοῦται· Ὁ δὲ ἐν τῷ κρυπτῷ βασανίζων τὴν διάνοιαν εἰς ὁμολογίαν οὐ στεφανοῦται; Τὸ μαρτύριον, ἀδελφοί, οὐ τῇ ἀποβάσει κρίνεται μόνον, ἀλλὰ καὶ τῇ προθέσει. Οὐκ ἐπειδὰν ἀποτμηθῇ ὁ μάρτυς, τότε γίνεται μάρτυς, ἀλλ’ ἀφ’ οὗ ἂν τὴν πρόθεσιν ἐπιδείξηται τῆς ὁμολογίας μάρτυς ἐστί, κἂν μὴ πάθῃ τὰ μάρτυρος. Καὶ τίς ὁ τούτοις μαρτυρῶν; Ὁ μακάριος Παῦλος . Οὗτος γὰρ ἅπαξ ἀποθανὼν καθ’ ἡμέραν ἑαυτὸν ἀποθνήσκοντα δείκνυσι. Τί γάρ φησι; Καθ’ ἡμέραν ἀποθνήσκω διὰ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ. Καθ’ ἡμέραν ἀποθνήσκω. Πῶς ἀποθνήσκεις ὁ ζῶν; Ἀπέθανον τῇ προθέσει, ἀλλ’ ἐσώθην τῇ χάριτι. Ὅσον ἐπ’ ἀνθρώποις τοῖς δοκοῦσι καὶ ἐπ’ ἐμοί, ὅσον ἐμαυτὸν ἐξέδωκα, καθ’ ἡμέραν ἀποθνήσκω· ὅσον δὲ ἐπὶ τῇ θείᾳ χάριτι, ὡς διδάσκαλος ἐφυλάχθην τῇ ἐκκλησίᾳ. Οἰκονομεῖ γὰρ ὁ θεὸς τὰ πράγματα πρὸς τὸ συμφέρον, καὶ τοὺς μὲν ἐκδίδωσιν, ἵνα δειχθῇ τὸ δόκιμον τῆς τῶν πιστῶν διανοίας, τοὺς δὲ φυλάττει, ἵνα φυλάξῃ ζύμην ταῖς ἐκκλησίαις. Οὐκ ἐμιάνθησαν οἱ παρθένοι· ἡ γὰρ πρόθεσις ἄσπιλος καὶ ἡ γνώμη ἀμίαντος. Καὶ μοι σκόπησον, ἀδελφέ· ἡ παρθενία δέχεται τοὺς στεφάνους ὡμολογημένους. Ποία; Ἢ ἡ ἐκ προθέσεως ἢ ἡ ἐξ ἀνάγκης; Οὐκ οἶδας ὅτι μυριάδες παρθένων καὶ ἀμιάν των σωμάτων ἀπῆλθον; Οὐ πολλαὶ θυγατέρες Ἑλλήνων καὶ μιαρῶν καὶ ἀσεβῶν, ὥραν ἐκδεχόμεναι γάμου ἡρπάσθησαν; Οὐ πολλοὶ νέοι ἄσπιλοι τὸ σῶμα ἀπὸ γάμου καὶ συζυγίας θανάτῳ παρεδόθησαν; Νέοι λέγω· Ἑλλήνων υἱοί, Ἰουδαίων υἱοί, ἀσεβῶν υἱοὶ αἱρετικῶν. Καὶ ἀπῆλθον μυριάδες παρθενίαν ἔχουσαι σώματος. Ἆρα ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ στέφανοι δίδονται τῆς παρθενίας ἐκείνης, καὶ τὰ πλήθη ἐκεῖνα στέφανον δέχεται παρθενίας; Οὐ δέχεται. Εἰ μὲν οὖν δέχεται στέφανον παρθενίας, καρπὸν ἔχει ἡ ἀνάγκη. Ἡ δὲ οὐδεὶς καρπὸς ἀνάγκης, ἀλλὰ πᾶς μισθὸς προαιρέσεως, ἀστεφάνωτοι μένουσιν αἱ μυριάδες ἐκεῖναι, παρθενίαν μὲν ἔχουσαι, προαίρεσιν δὲ παρθενίας οὐκ ἔχουσαι. Οὐ γὰρ λογίζεται ὁ θεὸς τὰ ἐξ ἀνάγκης, ἀλλὰ τὸ ἐκ προαιρέσεως κατορθούμενον. Εἰ τοίνυν ἐκείναις ταῖς μυριάσιν ἡ παρθενία οὐ λογίζεται εἰς παρθενίαν, οὐδὲ ταῖς παρὰ πρόθεσιν μιανθείσαις. Ἐμιάνθη τὸ σῶμα, ἀλλ’ ὁ τῆς ψυχῆς ναὸς οὐκ ἐμιάνθη· Ὑβρίσθη τὸ σῶμα, ἀλλ’ οὐκ ἐφθάρη τὰ νοήματα. Μηδεὶς τοίνυν ἀπαγορευέτω τὸ πλῆθος τῶν ἁγίων τῇ ὕβρει παραδεδομένων καὶ αἰχμαλωσίᾳ. Ἴδιον ἁγίων πολλάκις πάσχειν ὑπὲρ τῶν ἀσεβούντων. Ὁ σωτὴρ μηδὲν ἡμαρτηκὼς ὑπὲρ τῶν ἁμαρτωλῶν παραδίδοται. Καὶ βοᾷ Ἡσαΐας · Ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Καὶ πάλιν ὁ αὐτός· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον. Ὁρᾷς; Μιμηταὶ τοῦ Χριστοῦ οἱ ὑπὲρ ἀδίκων πάσχοντες. Συμβαίνει δέ, ἀδελφοί, καὶ ἄλλως, ἵνα πλατύνω μικρὸν τὴν ἱστορίαν. Συμβαίνει καὶ τῶν ἀναιρεθέντων τινὰς σφάλμασιν ὑποκεῖσθαι. Ὁ δὲ θεὸς διὰ τῆς προσκαίρου συμφορᾶς ἔλυσε τὴν ἁμαρτίαν, διὰ τῆς τῶν σωμάτων πληγῆς ἔπαυσε τὰ τραύματα τῆς ψυχῆς. Λογίζεται δὲ καὶ ὁ θάνατος εἰς τιμωρίαν. Λογίζεται δὲ καὶ νόσος τοῖς ἁμαρτάνουσι τῶν εὐσεβῶν εἰς τιμωρίαν. Καὶ τίς ὁ ταῦτα ἐγγυώμενος; Παῦλος · Οὐδὲν γὰρ δεῖ λέγειν ἀμάρτυρον, οὐδὲ ἀπὸ λογισμῶν μόνον. Ἐάν τι ἄγραφον λέγηται, ἡ διάνοια τῶν ἀκροατῶν σκάζει πῆ μὲν ἐπινεύουσα, πῆ δὲ παραγραφομένη, καὶ ποτὲ μὲν τὸν λόγον ὡς ἕωλον ἀποστρεφομένη, ποτὲ δὲ ὡς πιθανὸν παραδεχομένη. Ὅταν δὲ ἔγγραφος ἡ μαρτυρία τῆς θείας φωνῆς προέλθῃ, καὶ τοῦ λέγοντος τὸν λόγον καὶ τοῦ ἀκούοντος τὴν διάνοιαν ἐβεβαίωσε. Τίς οὖν ἡμῖν λόγος μαρτυρήσει, ὅτι αἱ συμφοραὶ καὶ αἱ παιδεῖαι ἐπαγόμεναι τοῖς ἀνθρώποις εἰς λύσιν ἁμαρτημάτων λογίζονται; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύλου λέγοντος περὶ τῶν ἀναξίως προσιόντων τῇ τραπέζῃ τῇ μυστικῇ· Οὐκ οἴδατε ὅτι οἱ ἀναξίως ἐσθίοντες, εἰς κρῖμα ἑαυτοῖς ἐσθίουσι καὶ πίνουσι; Καὶ τί εὐθέως ἐπήγαγε; Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄρρωστοι. Διὰ τοῦτο, διὰ τὸ ἀναξίως προσέρχεσθαι τῇ τραπέζῃ. Διὰ τοῦτο πολλοὶ ἄρρωστοι, πολλοὶ ἀσθενεῖς καὶ κοιμῶνται ἱκανοί. ἀντὶ τοῦ ἀποθνήσκουσιν, ὡς καὶ τοῦ θανάτου ἀντὶ ἁμαρτίας ἐπερχομένου. Τούτοις εὐθέως συνάπτει· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ κυρίου. Οὐκοῦν κρίσις θεοῦ καὶ νόσος καὶ θάνατος. Καὶ τί ὄφελός μοι μετὰ τὴν τελευτήν; Τί τὸ κέρδος μετὰ τὸν θάνατον; Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐδικαίωσε γὰρ ὁ θεὸς μὴ συναπολέσαι τοὺς δικαίους τοῖς ἀσεβέσι, μηδὲ συγκατακρῖναι τοῖς βεβήλοις τοὺς ἁγίους. Καὶ μάλα εἰκότως. Οὐ γὰρ ἔχει λόγον τὸν προσκυνητὴν τοῦ Χριστοῦ κολάζεσθαι μετὰ τοῦ βλασφημοῦντος. Ὡσαύτως τὸν εὐσεβοῦντα καὶ ὑμνοῦντα ὑποβαλέσθαι μετὰ τῶν βλασφημούντων καὶ ἀτιμαζόντων τὴν ἀλήθειαν. Διὰ τοῦτο ὁ θεὸς ἀποκρύφοις καὶ ἀοράτοις τρόποις διαφόρως μαστίζει τοὺς ἁμαρτάνοντας τῶν εὐσεβῶν, ἵνα ἀκεραίους παραστήσῃ τῷ μεγάλῳ βήματι, ἵνα ἐνταῦθα παιδεύσας, ἐκεῖσε τὸν μισθὸν λογίσηται. Ἔτι ἀναλαμβάνετε τὸ ῥῆμα τῆς ἀποστολικῆς ἐννοίας· Εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Συμφωνεῖ τούτῳ καὶ ὁ μακάριος Δαυὶδ τῷ λόγῳ· Μακάριος γάρ φησιν ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν, τοῦ πραῦναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν. Ὁ γὰρ ἐνταῦθα παιδευθείς, ἐν ἀναπαύσει ἔσται, καὶ πραϋτέρου πειραθήσεται τοῦ θείου κριτηρίου. Καὶ μὴ θαυμάσῃς, εἰ τὸν εὐσεβῆ ἐνταῦθα παιδευθέντα ἐν τῷ μέλλοντι ἐλευθεροῖ. Εὑρίσκεις γὰρ ἐν τῇ θείᾳ γραφῇ ἀσφαλέστερον ἐνέχυρον. Σοδομιτῶν οὐδὲν χεῖρον καὶ τῶν τὰ Γόμορρα οἰκούντων οὐδὲν ἀσεβέστερον. Ἀλλ’ ὅμως ἐπειδὴ ἐνταῦθα δίκην ὑπέσχον, πραϋτέραν αὐτοῖς ποιῆσαι διεξέτασιν ὁ σωτὴρ ἐπαγγέλλεται. Καὶ σὺ γὰρ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου κατενεχθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνά μεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἕως ἄρτι· πλὴν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ γῇ Γομόρρας ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἢ ὑμῖν. Εἰ τοίνυν Σοδομίταις ἀνεκτότερον ποιεῖ τὴν κρίσιν ἡ ἐνταῦθα κόλασις, ἐννόησον ὅπως οἱ ἐνταῦθα κολαζόμενοι τῶν εὐσεβῶν τὴν μέλλουσαν διαφεύγουσι κρίσιν, ἣν γένοιτο ἡμᾶς διαφεύγοντας πάντας παραστῆναι μετὰ παρρησίας τῷ βήματι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.